- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:447.20-449.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在143b11中以导致荒谬为由拒斥通过否定划分属的定义(如“无宽度的长度”),亚历山大指出该论证在缺乏量项限定的普遍命题下总体上是诡辩性的,并阐明该论题仅对将属视为数目上为一个的理念论者方才有效。
" Ἔτι ἐὰν ἀποφάσει." Οὐδὲ τοὺς ἀποφάσει διαιροῦντας τὸ γένος, τουτέστι τοὺς ἐν τῷ ὁρισμῷ ἀπόφασιν ὡς διαφορὰν τοῦ προκειμένου γένους λαμβάνοντας, ὁρίζεσθαί φησιν, ὡς τοὺς τῆς γραμμῆς ὅρον ἀποδιδόντας μῆκος ἀπλατές· τὸ γὰρ ἀπλατὲς ὡς ἴσον δυνάμενον ἀποφάσει τῇ ‘οὐκ ἔχον πλάτος’ λαμβάνουσιν οἱ οὕτως ὁριζόμενοι. τοῦτο δέ φησι μὴ καλῶς γίνεσθαι· συμβαίνει γὰρ κατὰ τοὺς οὕτω διαιροῦντας τὸ γένος μετέχειν τοῦ εἴδους, τουτέστιν ἐπιδέχεσθαι τὸν τοῦ εἴδους ὁρισμὸν τὸ γένος, ὅπερ ἄτοπον· οὔτε γὰρ τὸ εἶδος οὔτε ἡ διαφορὰ τοῦ γένους κατηγορεῖται, ἀλλ’ ἔμπαλιν τὸ γένος τούτων· ταῦτα γὰρ ἐπ’ ἔλαττον. δείκνυσι δὲ πῶς τὸ γένος τὸν τοῦ εἴδους ἀναδέξεται λόγον. ἐπεὶ γὰρ ἐπὶ πάντων ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθεύει, καὶ ἐπὶ τοῦ ἀντιφάσει διῃρημένου γένους δεήσει ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθεύειν· ἐπεὶ δὴ κατὰ τοῦ μήκους, ὅπερ γένος ἔλαβε τῆς γραμμῆς, ἢ τὸ πλάτος ἔχειν ἢ τὸ μὴ ἔχειν ἀληθεύεται, κατὰ τοῦ μήκους ἐπεὶ ἀληθεύεται καὶ τὸ μῆκος, ἀληθὲς ἔσται κατὰ τοῦ μήκους τὸ μῆκος μὴ ἔχον πλάτος·1 ἀλλὰ μὴν τοῦτο ὅρος ἐστὶ τῆς γραμμῆς, ὃ εἶδός ἐστι τοῦ μήκους· τὸ ἄρα γένος τὸν τοῦ εἴδους ἀναδέξεται λόγον. οὐ μόνον δὲ τὸ γένος τοῦ εἴδους μεθέξει κατὰ τὴν εἰρημένην διαίρεσιν ἀλλὰ καὶ τῆς διαφορᾶς· τοῦτο δὲ ἄτοπον. εἰ γὰρ διαφορὰ μὲν τοῦ μήκους τὸ ἔχον πλάτος καὶ οὐκ ἔχον πλάτος, τούτων δὲ ἐξ ἀνάγκης τὸ ἕτερον ἀληθὲς κατὰ τοῦ μήκους (ἀντίφασις γάρ), ἔσται ἡ ἑτέρα τῶν τοῦ μήκους διαφορῶν ἀληθεύουσα κατὰ τοῦ διῃρημένου ὑπ’ αὐτῆς γένους· τοῦτο δὲ ἦν τὸ μῆκος. Ἔστι δὲ ὁ τόπος οὗτος τὸ ὅλον σοφιστικός· οὐ γὰρ αἱ ἀντιδιῃρημέναι τοῦ μήκους διαφοραί, τό τε ἀπλατὲς καὶ τὸ πλάτος ἔχον, τοῦ γένους, ἤγουν τοῦ μήκους, κατηγοροῦνται· τότε γὰρ ἂν κατηγοροῦντο, εἴπερ ἦσαν συστατικαὶ τοῦ μήκους καὶ οὐ διαιρετικαὶ καὶ περιέπιπτον τῇ ἀντιφάσει οὕτω λεγόμεναι. καὶ δῆλον ἐκ τοῦ τὸ λογικὸν καὶ ἄλογον ἀντιδιῃρημένας μὲν εἶναι διαφορὰς τοῦ ζῴου, κατὰ τοῦ ζῴου δὲ οὐ λέγεσθαι, ἀλλὰ σὺν τῷ ζῴῳ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τῶν ἀλόγων ζῴων. οὕτω δὴ κἀπὶ τοῦ παρόντος ἔχον ἐστί· διαιρεῖται μὲν γὰρ τὸ μῆκος εἴς τε τὸ πλάτος ἔχον καὶ εἰς τὸ ἀπλατές· ἀλλ’ ἑκάτερον τούτων μετὰ τοῦ μήκους, οὐ κατὰ τοῦ μήκους λέγεται, ἀλλὰ τὸ μὲν ἀπλατὲς προσλαβὸν τὸ μῆκος ὡς γένος κατὰ τῆς γραμμῆς, τὸ δὲ πλάτος ἔχον πάλιν μετὰ τοῦ μήκους κατὰ τῆς ἐπιφανείας. Δείξας διὰ τούτων τὰ δοκοῦντα ἕπεσθαι ἄτοπα τοῖς ἀποφάσει τὸ γένος διαιροῦσι, μετὰ ταῦτα ἐπὶ τίνων δύναται λέγεσθαι τὰ εἰρημένα, λέγει, καὶ εἰς ἃ χρήσιμος ὁ εἰρημένος τόπος. ἐπεὶ γὰρ τὸ γένος κατὰ πολλῶν κατηγορεῖται καὶ ἔστιν ὄνομα καθόλου καὶ οὐκ ἄτομον, ἡ δ’ ἀντίφασις ἐπὶ τῶν καθόλου ὀνομάτων μετὰ διορισμοῦ γινομένη, πᾶν ζῷον λογικὸν καὶ οὐ πᾶν ζῷον λογικόν, πᾶσα γραμμὴ πλάτος ἔχει καὶ οὐ πᾶσα γραμμὴ πλάτος ἔχει, καὶ ἔστιν ἐπὶ τῶν γενῶν ἡ ἀπόφασις τῆς λαμβανομένης διαφορᾶς ἀληθὴς μετὰ διορισμοῦ τοῦ οὕτως ἔχοντος,2 οὐδὲν ἄτοπον ἀπαντᾷ· οὐ γὰρ ἀντίφασις ‘πᾶν μῆκος ἀπλατές’ καὶ ‘πᾶν μῆκος πλάτος ἔχει’· διὸ οὐδ’ ἀνάγκη τὸ ἕτερον. ἔτι οὔτε τὸ πᾶν μῆκος γένος οὔτε τὸ οὐ πᾶν (τοῦτο δὲ δείκνυται τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως ὑπάρχον),3 ἐπειδὴ μή ἐστιν ἄτομον τὸ γένος ἀλλὰ καθόλου, διαίρεσις δὲ τοῦ καθόλου τὸ ‘πᾶς’ καὶ ‘οὐ πᾶς’. ἔτι οὐχ οἷόν τε τὴν τοῦ γένους διαφορὰν πᾶσι τοῖς ὑπὸ τὸ γένος ὑπάρχειν· ἑκάστη γὰρ αὐτῶν οὐ παντὶ ὑπάρχει· τὸ δὲ μὴ παντὶ τῷ ὑπὸ τὸ γένος ὑπάρχον πῶς ἂν λαμβάνοιτο κατηγορούμενον τοῦ γένους; φησὶ δὲ ἐπ’ ἐκείνων ἁρμόζειν τὸν τόπον οἳ τὸ γένος ἕν τι τῷ ἀριθμῷ λέγουσιν. οὗτοι δέ εἰσιν οἱ τὰ γένη ἰδέας εἶναι λέγοντες· ἓν γάρ τι τῷ ἀριθμῷ ἡ ἰδέα, οἷον αὐτοζῷον. εἰ γὰρ ἕν τι τῷ ἀριθμῷ τὸ ζῷον [αὐτοζῷον], οὐκέτι δέξεται τὸν διορισμὸν τὸν ‘πᾶς’ καὶ ‘οὐ πᾶς’, ἀλλ’ ἐπ’ αὐτοῦ ἑνὸς ὄντος τῷ ἀριθμῷ τὸ λογικὸν ἢ ἄλογον κατηγορηθήσεται. ὁμοίως καὶ εἰ τὸ μῆκος ἓν τῷ ἀριθμῷ, ἀληθὲς ἐπ’ αὐτοῦ ἔσται τὸ ἔχειν πλάτος ἢ μὴ ἔχειν. οὕτως δὲ ἔσται τὰ προειρημένα ἄτοπα.
“此外,若以否定[划分属]。” 他说,那些通过否定划分属的人,亦即在定义中把否定作为所提之属的种差来采纳的人,也没有下定义,例如把线的定义给出为“无宽度的长度”的人;因为如此下定义的人把“无宽度的”作为与否定“没有宽度”具有同等效力之物来采纳。而他说这做得并不妥当;因为按照这样划分属的人,就会得出属分有种,亦即属接受种的界说(定义)的结论,这是荒谬的;因为种与种差都不被述说于属,相反,属被述说于它们;因为这些的外延更窄。接着他指明属将如何接受种的界说。因为既然在一切事物上要么肯定要么否定为真,那么在以矛盾对立划分的属上,也必然要么肯定要么否定为真;既然对于长度——他把它作为线的属来采纳——而言,要么有宽度要么没有宽度为真,并且由于在长度上“长度”本身也为真,因而在长度上“没有宽度的长度”便将为真;然而这恰恰是线的定义,而线是长度的种;因此,属将接受种的界说。不仅如此,按照上述划分,属不仅将分有种,而且将分有种差;而这是荒谬的。因为如果“有宽度的”与“没有宽度的”是长度的种差,而其中之一必然在长度上为真(因为这是一对矛盾),那么长度的诸种差之一就将在被它所划分的属上为真;而这就是长度。 然而,这一论题通体是诡辩性的;因为长度的对分种差,即“无宽度的”与“有宽度的”,并非被述说于属,亦即并非被述说于长度;因为只有当它们是长度的构成要素而非划分要素,且当如此被述说而陷入矛盾时,它们才会在此种情况下被述说。这一点从以下事实看也是明显的:理性的与非理性的固然是动物的对分种差,但并不被述说于动物,而是连同动物一起被述说于人以及非理性动物。因而在目前的情况下也正是如此;因为长度固然被划分为有宽度的与无宽度的;但它们之中的每一者都是连同长度一起被述说,而不是被述说于长度,相反,“无宽度的”加上作为属的长度而被述说于线,而“有宽度的”再次连同长度一起被述说于面。他在通过这些论述指明了那些通过否定划分属的人似乎伴随而来的诸荒谬之后,接着说明所说的这些话能够适用于何种对象,以及上述论题对于什么是有用的。因为既然属被述说于诸多事物,是一个普遍名称而非个体,而且普遍名称上的矛盾对立是伴随着量项限定而产生的(“每个动物都是理性的”与“并非每个动物都是理性的”,“每条线都有宽度”与“并非每条线都有宽度”),并且在属上,所采纳的种差的否定伴随着这种具有特定方式的量项限定乃是真实的,因而并不会遇到任何荒谬;因为“每种长度都是无宽度的”与“每种长度都有宽度”并不是矛盾对立;因此,其中之一也并非必然。此外,“每种长度”与“并非每种长度”(而后者被指明为作为矛盾对立的另一部分而存在)都不是属,因为属不是个体而是普遍,而“每个”与“并非每个”是普遍的限定划分。此外,属的种差不可能属于属下的所有事物;因为它们之中的每一者并不属于全部;而对于不属于属下全部事物之物,又怎能作为被述说于属之物而被采纳呢?但是他说,该论题适合于那些宣称属在数目上为一个的人。这些人就是宣称诸属是理念的人;因为理念,例如“动物本身”,在数目上为一个。因为如果动物[动物本身]在数目上为一个,它就绝不再接受“每个”与“并非每个”的量项限定,而是在它自身在数目上为一个的状况下,“理性的”或“非理性的”将被述说于它。同样,如果长度在数目上为一个,那么拥有宽度或不拥有宽度在它之上也将为真。而这样一来,前述的诸荒谬就会出现。
- 6.43ἀληθὲς ἔσται κατὰ τοῦ μήκους τὸ μῆκος μὴ ἔχον πλάτος
介词短语 κατὰ τοῦ μήκους 作状语修饰谓语动词 ἀληθὲς ἔσται,中性名词短语 τὸ μῆκος μὴ ἔχον πλάτος 担任主语。紧承前方的原因从句 ἐπεὶ ἀληθεύεται καὶ τὸ μῆκος(“既然在长度上‘长度’也为真”),句式得出结论:复合短语“没有宽度的长度”整个将作为主语在长度上为真。
- 6.43μετὰ διορισμοῦ τοῦ οὕτως ἔχοντος
在逻辑学语境中,διορισμός 指规定命题之量(全称或特称)的“量项限定”。μετὰ διορισμοῦ 意为“伴随量项限定”,后接的 τοῦ οὕτως ἔχοντος 是限定性修饰语,指代前文列举的“每一个”与“并非每一个”这种特定的限定方式。
- 6.43τοῦτο δὲ δείκνυται τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως ὑπάρχον
τοῦτο 为主语,指代前文的 τὸ οὐ πᾶν[μῆκος],支配被动态谓语动词 δείκνυται,并搭配补充性分词 ὑπάρχον。名词短语 τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως 作表语,构成“而后者被指明为作为矛盾对立的另一部分而存在”的语法骨架。
