- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:44.12-45.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德为何将关于同一性的课题归为定义性课题,说明了同一性判定在反驳定义时的功用以及同一性与定义的范围差异,并在提及泰奥弗拉斯托斯的不同看法后转向对固有属性的讨论。
καὶ τοῦ καὶ ταῦτα ὁρικὰ εἶναι τὴν αἰτίαν ἀπέδωκε, διότι γὰρ καὶ ἐν τοῖς περὶ τῶν ὁρισμῶν προβλήμασι, πότερον τὸ αὐτὸ ὁ ἀποδοθεὶς ὁρισμὸς σημαίνει καὶ τὸ ἀνθ’ οὗ ἀπεδόθη ὀνόματος ἢ λόγου ἢ ἕτερον, ἡ πλείστη γίνεται ζήτησις· τὸν γὰρ ὁρισμὸν πρῶτον δεῖ τὸ ταὐτὸν ἔχειν. καὶ καθόλου φησὶν ὁρικὰ προβλήματα πάντα λέγεσθαι τὰ ὑπὸ τὴν αὐτὴν μέθοδον πίπτοντα τοῖς ὅροις. τὰ γὰρ ὑπὸ τὴν περὶ ὁρισμῶν μέθοδον πίπτοντα ὁρικά· πάντα δὲ τὰ ἐν οἷς ἡ ζήτησις πότερον ταὐτὰ ἢ οὐ ταὐτά ἐστιν1 ἀλλήλοις, ὑπὸ τὴν περὶ ὁρισμῶν μέθοδόν ἐστιν. καὶ πῶς ὑπὸ ταύτην, ἐδήλωσε· τῇ γὰρ μεθόδῳ, καθ’ ἣν δυνάμεθα ὅτι ταὐτὸν ἢ ὅτι ἕτερον ἄλλο ἄλλου δεικνύναι, καὶ πρὸς τοὺς ὁρισμοὺς χρώμεθα. καὶ πῶς χρώμεθα, προσέθηκε· δείξαντες γὰρ τὸν ἀποδοθέντα λόγον ὡς ὁρισμόν, ὅτι μὴ ὁ αὐτός ἐστιν ἐκείνῳ οὗ ἀπεδόθη, δεδειχότες ἂν εἴημεν ὅτι μὴ ὁρισμὸς ὁ λόγος οὗτος. οὐ μήν, ἂν δείξωμεν ὅτι ταὐτὸν σημαίνει ὁ λόγος τῷ οὗ ἦν ἀποδεδομένος, ἤδη ἂν εἴημεν δεδειχότες ὅτι ὁρισμός· καὶ γὰρ ἐν ἄλλοις τὸ ταὐτόν. δεῖ μὲν γὰρ τὸν ὅρον τὸ ταὐτὸν ἔχειν· οὐ μήν, εἴ τι ταὐτόν, ἤδη καὶ ὅρος· οὐ γὰρ ἀντιστρέφει οὐδὲ ἐπ’ ἴσης ἐστὶν οὐδὲ ἀντικατηγορεῖται ὅ τε ὅρος καὶ τὸ ταὐτόν. διό, εἰ μὲν μὴ ταὐτόν, οὐχ ὅρος, εἰ δὲ ταὐτόν, οὐ πάντως καὶ ὅρος· λέγεται γὰρ τὸ ταὐτόν, ὡς ὀλίγον προελθὼν δείξει, πλεοναχῶς, καὶ οὔτε τὸ τῷ γένει ταὐτὸν οὔτε τὸ τῷ εἴδει ὁρισμός, ἀλλ’ οὐδὲ τὸ τῷ ἀριθμῷ πάντως. ὅτι τε οὖν τὸ ταὐτὸν χρήσιμον πρὸς τὰ ὁρικὰ προβλήματα, δέδεικται, καὶ ὅτι μὴ πάντῃ ταὐτόν ἐστιν ἥ τε περὶ ταὐτοῦ ζήτησις καὶ ἡ περὶ τοῦ ὁρισμοῦ. οὐ γάρ, ἐπεὶ ταὐτόν ἐστιν ὁρατόν τε καθ’ αὑτὸ καὶ χρῶμα, καὶ ἀκουστὸν καὶ ψόφος, καὶ χυμὸς ὁμοίως καὶ γευστόν, διὰ τοῦτο2 ἢ τοῦ χρώματος ὅρος ἐστὶ τὸ καθ’ αὑτὸ ὁρατὸν ἤ, ὥς τινες ὁρίζονται, τὸ ἴδιον ὄψεως αἰσθητόν· οὐ γὰρ καθ’ ὃ χρῶμα καὶ καθ’ ὃ ψόφος τοιαῦτά ἐστιν, ἀλλὰ κατὰ τὴν σχέσιν τὴν πρὸς τὸν αἰσθανόμενον αὐτῶν. ταῦτα εἰπὼν περὶ τοῦ ὁρισμοῦ ὡς πρὸς τὴν προκειμένην μέθοδον αὐτάρκη, ἐπεὶ περί γε ὁρισμοῦ καὶ ἔν τε τοῖς Ὑστέροις ἀναλυτικοῖς καὶ ἐν τοῖς Μετὰ τὰ φυσικὰ πραγματεύεται μετὰ ἀκριβείας καὶ θεωρίας πλείονος, μέτεισιν ἐπὶ τὸν περὶ τοῦ ἰδίου λόγον. δεῖ δὲ μὴ ἀγνοεῖν ὅτι Θεόφραστος τὰ περὶ τοῦ αὐτοῦ προβλήματα ὑποτάσσει τοῖς γενικοῖς, ὥσπερ καὶ τὰ ἀπὸ τῶν διαφορῶν· λέγει γὰρ “καὶ τὴν διαφορὰν καὶ τὴν ταὐτότητα γενικὰ θῶμεν”. καὶ τοῦτο μὲν ἔξωθεν προσιστορήσθω. ὁρίζεται δὲ πάλιν τὸ ἴδιον οὕτως·
并且他给出了这些[关于同一性的课题]也是定义性的原因;因为在关于定义的课题中,最大的探讨也是在于被给出的定义所意指的,是与它所代替的名称或言论相同的事物,还是不同的事物;因为定义首先必须具有同一性。他并且总括地说,凡是归入与定义相同的方法之下的,都被称为定义性课题。因为归入关于定义的方法之下的就是定义性的;而在其中探讨彼此是相同还是不相同的一切事物,都在关于定义的方法之下。他还阐明了它们是如何在这[方法]之下的;因为我们能够借以表明一物与另一物是相同还是相异的方法,我们也用于处理定义。他并补充了我们是如何使用的;因为若是表明了作为定义而被给出的言论与为其被给出的那一事物并非相同,我们就已经表明了这个言论不是定义。然而,如果我们表明该言论与为其被给出的那一事物意指相同,我们并不因此就已经表明了它是定义;因为同一性也存在于其他事物之中。因为定义固然必须具有同一性,但若某物是相同的,它并不立刻也就是定义;因为定义与相同者既不换位,也不等同,亦不互为谓述。因此,如果不相同,它就不是定义;但即使相同,也未必在所有情况下都是定义;因为正如他在稍作推进之后将指出的,相同者有多种说法,无论是属上相同者还是种上相同者都不是定义,甚至数目上相同者也决不必然[是定义]。因此,相同者对于定义性课题是有用的,以及关于相同者的探讨与关于定义的探讨并非完全相同,这都已被表明了。因为并不是既然自身可见者与颜色相同,可听者与声音相同,滋味与可品尝者同样相同,由于这个缘故,自身可见者就是颜色的定义,或者如某些人所定义的那样“视觉所固有的感觉对象”就是〔颜色的定义〕;因为它们并不是由于作为颜色和作为声音而是这样的,而是根据与感知它们者的关系。在就定义而言论述了这些对于当前方法已算充分的事项之后——既然关于定义,他在《后分析篇》与《形而上学》中以更大的精确度和更多的省察进行了探讨——他便转入关于固有属性的言论。应当了解的是,泰奥弗拉斯托斯把关于相同者的课题归属于属的课题之下,就像他也把来自差异的课题归属进去一样;因为他说“让我们把差异与同一性都置为属的”。这权且作为外在的材料附带记述于此。而固有属性又被定义如下:
- 1.18τὸν ἀποδοθέντα λόγον ὡς ὁρισμόν, ὅτι μὴ ὁ αὐτός ἐστιν
先取构词(prolepsis):本应作为从属句(ὅτι从句)主语的名词短语 τὸν ἀποδοθέντα λόγον ὡς ὁρισμόν 被提前提取为分词 δείξαντες 的宾格宾语位置。语义上即“表明作为定义给出的言论……并不是相同的”。
- 1.18οὐ γάρ, ἐπεὶ ταὐτόν ἐστιν... διὰ τοῦτο
句法骨架为否定词 οὐ 管辖带有原因从句的整个 διὰ τοῦτο 结果句('οὐ... διὰ τοῦτο...'),表达“并非因为……就由于这个缘故是……”的逻辑否定。
