- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:445.11-447.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《论题篇》143a12–143a34,亚历山大阐释了将被定义物置于上位属而非邻近属的错误(跃过属)及其成立的特例,并论述了关于种差的诸种错误,如非属之本属种差、缺乏对分种差以及无法构成种等情况。
" Πάλιν εἰ μὴ κεῖται." Ἔτι εἰ μὴ κεῖται ἐν τῷ οἰκείῳ γένει τὸ λεχθὲν ἀλλ’ ἐν ἄλλῳ· οὐ γὰρ ὁρίζεται τὴν ἀρετὴν ὁ γένος αὐτῆς οὐσίαν ἀποδιδοὺς ἐν τῷ λόγῳ. πῶς δὲ δυνησόμεθα γνωρίζειν εἰ τὸ ἀποδοθὲν γένος ἐν τῷ λόγῳ οἰκεῖον, ἀναπέμπει ἡμᾶς εἰς τοὺς τόπους τοὺς πρὸς τὸ γένος ἀποδεδομένους· ἐν ἐκείνοις γὰρ περὶ τούτου ἐπραγματεύσατο· ἤδη δὲ τοῦτο καὶ κατ’ ἀρχὰς εἶπε τοῦδε τοῦ βιβλίου. στοιχεῖα δὲ τοὺς τόπους εἶπεν, ἐπειδὴ οὗτοι στοιχεῖα καὶ ἀρχαὶ καὶ ἀφορμαὶ τῶν ἐπιχειρημάτων καθ’ ἕκαστον γένος προβλημάτων εἰσίν. Εἰπὼν δὲ μὴ ὁρίζεσθαι τοὺς μὴ ἐν τῷ οἰκείῳ γένει τὸ προκείμενον τιθέντας, οὔ φησιν ὁρίζεσθαι οὐδὲ τοὺς ἐν τῷ μὴ προσεχεῖ γένει τιθεμένους τὸ ὁριστὸν ἀλλ’ ὑπερβαίνοντας καὶ τὸ κοινότερον λαμβάνοντας· τὸ γὰρ ὑπερβαίνειν αὐτὸς εἶπεν εἶναι τὸ μὴ ἐν τῷ ἐγγυτάτῳ γένει θεῖναι. κατὰ τί δὲ ἁμαρτάνουσιν οἱ οὕτως ποιοῦντες, καὶ πῶς μὲν γινόμενον ἁμάρτημά ἐστι, πῶς δὲ οὔ, λέγει. ὁ γὰρ τὸ προσεχὲς τοῦ προκειμένου γένος ἀποδιδοὺς ἔχει καὶ τὰ ὑπὲρ αὐτό, εἴ γε τὰ ἄνω ἐν τοῖς ὑπ’ αὐτά·1 ὁ γὰρ ἀρετὴν εἰπὼν καὶ ἕξιν εἴρηκεν· ὁ δὲ τὸ ἐπάνω λαβὼν οὐκέτι ἐν τούτῳ λέγει καὶ τὸ ὑποκάτω, ὥστε παραλείποι ἄν τι τῶν ἐν τῇ οὐσίᾳ ὄντων καὶ τὸ εἶναι συμπληρούντων· ὁ δὲ τούτων τι παραλείπων οὐχ ὁρίζεται τὸ προκείμενον. διό φησι δεῖν τὸν ὁριζόμενον ἢ τὸ προσεχὲς γένος τῷ ὁριστῷ λαμβάνειν ἢ ὑπερβαίνοντα λαμβάνειν τοῦ ἐπάνω καὶ τὰς διαφοράς,2 αἷς χωρίζεται τὸ προσεχῶς κείμενον γένος τῶν ἀντιδιῃρημένων αὐτῷ ἐκ τοῦ εἰλημμένου γένους· οὕτω γὰρ οὐδὲν οὐκέτι ἔσται ὑπερβαίνων τε καὶ παραλείπων ἀλλ’ ἀντὶ τοῦ ὀνόματος τοῦ προσεχοῦς γένους τὸν ὁρισμὸν αὐτοῦ λαμβάνων. εἰ μὲν οὖν οὕτως ἀποδοίη τις, οὐχ ἁμαρτάνει. εἰ δὲ θεὶς τὸ ὑπερκείμενον γένος μηκέτι προσθείη τὰς διαφορὰς τὰς ἐν τῇ οὐσίᾳ τοῦ γένους τοῦ προσεχοῦς τῷ προκειμένῳ, ἀλλὰ μόνας λαμβάνοι τὰς διαφορὰς αἷς τὸ προκείμενον ἀπὸ τοῦ προσεχοῦς γένους χωρίζεται, τῷ παραλιπεῖν τὸ οἰκεῖον τοῦ προκειμένου γένος οὐχ ὁρίζεται· οὐ γὰρ ὁρίζεται ὁ τὸν ἄνθρωπον λέγων οὐσίαν ἔμψυχον πεζὴν δίπουν, οὐδὲ ὁ λέγων τὸ λευκὸν ποιότητα διακριτικὴν ὄψεως. προσέθηκε δὲ τὸ ἔστι δὲ τοῦτο ταὐτὸν τῷ μὴ εἰς τὸ ἐγγυτάτω γένος θεῖναι, ὑπομιμνήσκων ἡμᾶς τοῦ τόπου ὡς κειμένου ἐν τοῖς τόποις τοῖς πρὸς τὰ ἀπὸ τῶν γενῶν προβλήματα.
“再次,若未被置于。” 此外,所言之物是否未被置于其本属之中,而是置于另一属中;因为在界说中把实体作为德性的属而给出的人,并没有定义德性。而关于我们将如何能够认识在界说中所给出的属是否是本属,他将我们指引回针对属而设立的那些论题;因为在那些论题中他探讨了此事;并且在本书开端他也已然说过了这一点。他之所以把那些论题称为“基本要素”,是因为它们是就每一类问题而言论证的要素、本原和出发点。在他讲完未将所提之物置于本属之中的人没有下定义之后,他又说,那些未将被定义物置于邻近的属中、而是跃过邻近之属采纳更普遍之属的人同样也没有下定义;因为他自己说过,“跃过”就是未将其置于最近的属中。接着他说明,这样做的人在何种方面犯了错误,以及在怎样发生时是错误,在怎样发生时则不是。因为给出所提之物的邻近之属的人,也包含着在其之上的诸属,如果说在上位者包含在处于其下位者之中的话;因为说了德性的人,也就说了状态;但采纳更上位者的人,在此之中并不再说及下位者,从而就会遗漏属于实体并充实其存在的某些成分;而遗漏这些成分中任何一者的人,就没有定义所提之物。因此他说,定义者要么必须采纳与被定义物邻近的属,要么若跃过邻近之属,就必须在上位者之中也一并采纳诸种差,邻近的属正是通过这些种差而在所采纳的属中与其对分之物区分开来的;因为这样一来,他就绝不再是跃过并遗漏了什么,而是采纳了邻近之属的界说来代替其名称。因此,若有人如此给出,便没有犯错。但如果设定了更上位的属,却不再补充属于所提之物的邻近之属的实体中的诸种差,而仅仅采纳所提之物从邻近之属区分出来的种差,那么由于遗漏了所提之物的本属,他就没有下定义;因为把人说成有灵魂、陆生、两足实体的,或者把白说成分割视觉的性质的人,都没有下定义。他又补充说“这与未将其置于最近的属中是同一回事”,从而提醒我们这一论题是作为设立在针对源于属的问题的诸论题之中的论题。
"Πάλιν ἐπὶ τῶν διαφορῶν." Νῦν δείκνυσι καὶ τὰς παρὰ τὰς διαφορὰς ἁμαρτίας τῶν ὅρων. καὶ πρῶτον μέν φησι δεῖν ὁρᾶν εἰ ὁ ὁριζόμενος τὰς οἰκείας τοῦ γένους, ἐν ᾧ ἐστι τὸ ὁριστόν, διαφορὰς λαμβάνει· εἰ γὰρ μὴ τοῦτο ποιεῖ, οὐχ ὁρίζεται τὸ προκείμενον. ἢ εἰ τοιαύτη εἴη ἡ ὡς διαφορὰ λαμβανομένη ἣν μὴ ἐνδέχεται διαφορὰν εἶναι, οἷον τὸ ζῷον. ἢ εἰ μή ἐστί τι ἀντιδιῃρημένον τῇ εἰρημένῃ διαφορᾷ· εἰ γὰρ μή ἐστιν, οὐκ ἂν εἴη ἡ εἰρημένη τοῦ γένους διαφορὰ ᾧ συνείληπται· πᾶν γὰρ γένος ταῖς ἀντιδιῃρημέναις διαφοραῖς διαιρεῖται. ἢ εἰ ἔστι 〈μὲν〉 ἀντιδιῃρημένη διαφορά, μὴ ὑπὸ γένος δὲ τὸ ἀποδεδομένον μηδὲ τοῦτο διαιροῦσα· δῆλον γὰρ ὅτι οὐδετέρα ἂν εἴη τοῦ γένους διαφορά. ἢ εἰ ἔχει μὲν τὸ κείμενον ὡς διαφορὰ ἀντιδιῃρημένον τι καὶ εἴη ἄμφω ἀληθευόμενα κατὰ τοῦ γένους καὶ ὄντα ἐν αὐτῷ, τοιαύτη μέντοι εἴη ὡς συντιθεμένη τῷ γένει μὴ ποιεῖν εἶδος· δῆλον γὰρ ὅτι οὐκ εἰσὶν εἰδοποιοὶ διαφοραί. τὸ δὲ ἀληθεύονται κατὰ τοῦ οἰκείου γένους εἶπεν, ὅτι ἐν αὐτῷ εἰσι καὶ κατηγοροῦνται ἅμα λαμβανόμεναι·3 τὸ γὰρ ζῷον ἢ λογικὸν ἢ ἄλογον. ἢ ἀληθεύεσθαι κατὰ τοῦ γένους τὴν διαφορὰν εἶπεν, ὅτι κατά τινος αὐτοῦ κατηγορεῖται.
“再次,关于种差。” 现在他也指明界说关于种差所犯的错误。首先他说,应当看定义者是否采纳了被定义物所在的那个属的本属种差;因为若不这样做,所提之物就未被定义。或者作为种差被采纳之物是否根本不可能成为种差,例如“动物”。或者对于所说的种差而言,是否不存在任何对分之物;因为若不存在,所说的种差就不是与它结合在一起的那个属的种差;因为每一个属都是通过互相对分的种差而被划分的。或者是否存在对分的种差,但它既不在所给出的属之下,也不划分该属;因为显然两者都不会是该属的种差。或者被设定为种差之物虽有某种对分之物,且两者对于该属而言皆为真且存在于其中,然而它在与该属结合时却并不构成一个种;因为显然它们不是构成种的种差。而他说“它们对于本属而言为真”,是因为它们在该属之中,并且在合取时被述说;因为动物要么是有理性的要么是无理性的。或者,他说种差对于该属而言为真,是因为它被述说于该属的某些分子。
"Ὁρᾶν δὲ καὶ εἰ ἔστιν ἀντιδιῃρημένον τι τῇ εἰρημένῃ διαφορᾷ." Οὕτως ὁ λέγων τὴν ψυχὴν κίνησιν οὐσιώδη ἐλέγχοιτο ἄν· οὐ γάρ ἐστιν ἀντιδιῃρημένη διαφορὰ τὸ οὐσιῶδες, καθ’ ἣν αὐτὴ ἡ κίνησις διαιρεῖται. Ἢ εἰ ἔστι μὲν ἀντιδιῃρημένη διαφορά, μὴ ἀληθεύεται δέ. οἷον εἰ τὸν ἄνθρωπόν τις ὁρίσαιτο ζῷον συνεχές· ἔστι μὲν γὰρ τῷ συνεχεῖ τὸ διωρισμένον ἀντιδιῃρημένον, οὐδέτερον δὲ αὐτῶν ζῴου διαφορά. Ὁμοίως δὲ καὶ εἰ ἀληθεύεται μέν, μὴ ποιεῖ δὲ προστιθεμένη τῷ γένει εἶδος. οἷον εἰ τὸν ἄνθρωπόν τις ὁρίσαιτο ζῷον γρυπόν· ἐπεὶ γὰρ ἀντιδιαιρεῖται τὸ γρυπὸν τῷ σιμῷ, ὃ συντιθέμενον τῷ ζῴῳ εἶδος οὐ ποιεῖ, οὐκ ἂν τὸ γρυπὸν εἴη εἰδοποιὸς διαφορὰ τοῦ ζῴου.
“还要看是否存在与所说的种差相对分的某种事物。” 按照这种方式,把灵魂说成“实体的运动”的人就会被反驳;因为“实体的”并不是运动自身据以划分的对分种差。或者虽有对分的种差,却并非为真。例如若有人把人定义为“连续的动物”;因为与“连续的”相对分的是“离散的”,但这二者都不是动物的种差。同样,即使为真,但在附加于属时并不构成一个种。例如若有人把人定义为“鹰钩鼻的动物”;因为既然“鹰钩鼻”与“塌鼻子”相对分,而当〔塌鼻子〕与动物结合时并不构成一个种,那么“鹰钩鼻”就不会是动物的构成种的种差。
- 6.40εἴ γε τὰ ἄνω ἐν τοῖς ὑπ’ αὐτά
条件从句末尾省略了系动词 ἐστί。它表示上位概念(τὰ ἄνω)包含在从属于它们的概念(τὰ ὑπ’ αὐτά)的内涵之中。
- 6.40ἢ ὑπερβαίνοντα λαμβάνειν τοῦ ἐπάνω καὶ τὰς διαφοράς
宾格分词 ὑπερβαίνοντα 与不定式的逻辑主语 τὸν ὁριζόμενον 一致。属格 τοῦ ἐπάνω 修饰 διαφοράς,整句意为“若跃过邻近之属,就必须在上位者之中也一并采纳其诸种差”。
- 6.41τὸ δὲ ἀληθεύονται κατὰ τοῦ οἰκείου γένους εἶπεν, ὅτι ἐν αὐτῷ εἰσι καὶ κατηγοροῦνται ἅμα λαμβανόμεναι
亚历山大在此对亚里士多德“对于本属而言为真”这一表述提出了两种并列的解释路径:第一种由 ὅτι ἐν αὐτῷ εἰσι... 引出(两者析取性地合取时可述说于整个属),第二种由接下来的 ἢ ἀληθεύεσθαι... ὅτι κατά τινος αὐτοῦ κατηγορεῖται 引出(述说于该属的某些个体分子)。
