← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§443.16-445.10

缺少属的定义缺陷与关系词的界定条件

亚历山大对亚里士多德《论题篇》卷六第四章(142b22–143a9)中关于定义缺陷的第二个论题(缺少属)以及涉及关系物的论题(在关涉多个对象时是否囊括全部,以及是否关联于较好者而非较差者)进行注解,结合本质与偶性的区分阐明了其逻辑理据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.37

" Δεύτερος δέ, εἰ ἐν γένει τοῦ πράγματος ὄντος μὴ κεῖται ἐν γένει." Παραδοὺς ὡς ἕνα τόπον δεικτικὸν τοῦ μὴ ὡρίσθαι τὸν δεικνύντα ὅτι μὴ διὰ προτέρων καὶ γνωριμωτέρων, δεύτερον τόπον τοῦτον παραδίδωσι δεικτικὸν τοῦ μὴ ὡρίσθαι τι γένος ἔχον, εἰ μὴ παραλάβοι ἐν τῷ ὁρισμῷ τὸ γένος αὐτοῦ. ἀσαφῶς δὲ προσέθηκε τὸ εἰ ἐν γένει τοῦ πράγματος ὄντος, ὀφείλων εἰπεῖν ‘εἰ τὸ πρᾶγμά ἐστιν ὑπὸ γένος’· ἔστι γάρ τινα ὧν οὐκ ἔστι γένη, ὡς τὰ γενικώτατα. δεῖ οὖν τὸ γένος, ἐπεὶ τὸ τί ἐστι σημαίνει, πρῶτον ὑποτίθεσθαι τῶν ἐν τῷ ὁρισμῷ· διὰ μὲν γὰρ τοῦ γένους προϋποτυπούμεθα τὴν φύσιν, διὰ δὲ τῆς διαφορᾶς οἷον προσεκπληροῦμεν καὶ ἀναγράφομεν· πρότερον γὰρ δεῖ λέγειν τί ἐστι, εἶθ’ οὕτως ὁποῖόν τί ἐστιν· ἐξ ἀμφοῖν γὰρ ἑκάστῳ τὸ τί ἦν εἶναι. ὑποτίθεται δὲ εἰπεῖν, ὅτι μὴ κατὰ ἀπόδειξιν λαμβάνεται.1 ἔστι δὲ ἡ μὲν ὑπόθεσις ἀντιδιῃρημένη τῷ ὁρισμῷ, ἡ δὲ θέσις κοινὸν κατ’ αὐτῶν.

“第二个[论题是],若事物处于属之中,是否未被置于属之中。” 在给出了作为表明未被定义的一个论题、即指明并非通过在先且更可知之物的论题之后,他给出了这第二个表明具有属的事物未被定义的论题,即若有人未在定义中采纳其属[便未被定义]。但他含糊地补充了“若事物处于属之中”,而他本应说“若事物从属于属”;因为有些事物是没有属的,例如最高属。因此,属既然表示“是什么”,就必须在定义中的诸成分里被首先设定;因为通过属我们预先勾勒出其本性,而通过种差我们好比额外充实并描摹出它;因为必须先说是什么,然后如此这般地说具有何种性质;因为每一事物的“本质(是其所是)”都是由这两者构成的。至于说[前提性地]设定,是因为它不是根据论证而被采纳的。假定固然是与定义平行的对分子,但设定对它们而言是共通的。

§6.38

"Ἔτι εἰ πρὸς πλείω λεγομένου τοῦ ὁριζομένου μὴ πρὸς πάντα ἀποδέδωκεν." Ἐπεὶ τὰ μὲν πρὸς ἕν τι λέγεται ἑνὸς ὄντα ἀεὶ ποιητικὰ ἢ δυνάμεις ἢ ἕξεις ἢ σχέσεις, τὰ δὲ πρὸς πλείω, οἷον τὸ μὲν διπλάσιον πρὸς ἓν λέγεται, τὸ ἥμισυ (τούτου γὰρ μόνου ἐστίν), ἡ δὲ γραμματικὴ τῶν πρὸς πλείω λεγομένων ἐστί (καὶ γὰρ τοῦ γράφειν ἐστὶ καὶ τοῦ ἀναγινώσκειν, καὶ οὐδὲν μᾶλλον τοῦδε ἢ τοῦδε), εἰ δή τις ὁριζόμενός τι πρὸς πλείω λεγόμενον μὴ πρὸς πάντα ἀποδοίη αὐτό, οὐχ ὥρισται. ἂν δέ τι πρὸς πλείονα μὲν λέγηται, μὴ ὁμοίως δὲ πρὸς πάντα μηδὲ καθ’ αὑτό, ἀλλὰ πρὸς μέν τι καθ’ αὑτὸ πρὸς δέ τι κατὰ συμβεβηκός, οὐκέτι φησὶ μᾶλλον ὡρίσθαι ἐπὶ τούτων τὸν πρὸς ἄμφω ἀποδιδόντα τὸν ὁρισμὸν τοῦ πρὸς τὸ καθ’ αὑτό,2 ἀλλὰ καὶ ἧττον. πολλάκις γὰρ καὶ ἀλλότριόν ἐστι τοῦ προκειμένου τοῦτο πρὸς ὃ λέγεται κατὰ συμβεβηκός· οὐ γὰρ ἐν τῇ οὐσίᾳ ἑκάστου τὸ κατὰ συμβεβηκὸς ὑπάρχον αὐτῷ· δεῖ δὲ τὴν οὐσίαν σημαίνειν τοῦ ὑποκειμένου τὸν ὁρισμόν. ὅταν μέντοι ὁμοίως ἔχῃ τὸ εἶναι καὶ καθ’ αὑτὸ [καὶ] πρὸς πλείω, οὐχ ὁρίζεται ὁ πρὸς τινὰ ἀποδιδοὺς καὶ μὴ πρὸς πάντα, ἐπειδὴ πλείους οὐκ ἐνδέχεται τοῦ αὐτοῦ ὁρισμοὺς εἶναι· μία γὰρ ἡ οὐσία ἑκάστου, ἧς ὁ ὅρος ἐστὶ δηλωτικός. ἐπ’ ἐνίων μὲν οὖν κατ’ ἀλήθειαν ἔχει τὸ πρὸς πάντα ἀποδίδοσθαι τὸν ὅρον πρὸς ἃ λέγεται τὸ ὁριστόν, ἐπ’ ἐνίων δὲ οὐδαμῶς.

“此外,在被定义物相对于多个事物而被言说时,是否未相对于所有事物给出它。” 既然有些事物是相对于单一事物而被言说的,它们始终是产生某单一事物之物,或者是相对于它的能力、状态或关系,而另一些事物则是相对于多个事物而被言说的——例如,双倍是相对于单一事物即半数而被言说的(因为它仅属于此物),而文法学则属于相对于多个事物而被言说者(因为它既是关于书写的也是关于阅读的,并且绝非关于这一个多于关于那一个)——因此,若有人在定义某个相对于多个事物而被言说之物时,未相对于所有事物给出它,它就未被定义。但是,若某物虽相对于多个事物而被言说,却并非同样地相对于所有事物亦非就自身而言,而是相对于某一事物就自身而言,相对于另一事物出于偶性,他说,在这些情况下,相对于两者给出定义的人并不比相对于就自身而言之物给出定义的人更有界定,反而不如后者。因为出于偶性而与其相关联言说的这个事物,往往对于当面提出的主题也是外在的;因为出于偶性而属于各事物者并不在该事物的实体之中;而定义必须表示底层事物的实体。然而,当其存在同样既就自身而言又相对于多个事物时,相对于某些事物给出而未相对于所有事物给出的人就没有定义,因为同一事物不可能有多个定义;因为每一事物的实体只有一个,而界说正是阐明该实体的。因此,在某些事物上,将界说相对于被定义物所关联言说的所有事物给出是符合真实的,但在某些事物上则绝非如此。

§6.39

"Ἔτι εἰ μὴ πρὸς τὸ βέλτιον ἀλλὰ πρὸς τὸ χεῖρον ἀποδέδωκεν." Εἰ πρὸς πλείω λέγεται, ὧν τὸ μὲν βέλτιόν ἐστι τὸ δὲ χεῖρον, καὶ μὴ πρὸς τὸ βέλτιον αὐτοῦ τὴν ἀπόδοσιν ποιήσεται ὧν δύναται ἀλλὰ πρὸς τὸ χεῖρον, οὐχ ὡρίσατο· πᾶσα γὰρ ἐπιστήμη καὶ δύναμις τοῦ βελτίστου ἐστί, καὶ τὸ εἶναι αὐτῇ ἐν τούτῳ.

“此外,是否未相对于较好者、而是相对于较差者给出了它。” 如果它是相对于多个事物而被言说的,而其中一者较好、另一者较差,且他未相对于它所能及的事物中的较好者对它作出陈述,而是相对于较差者,他就没有定义;因为一切知识和能力都是关涉最好的事物的,并且它的存在正在于此。

语法注2 条
  1. 6.37ὑποτίθεται δὲ εἰπεῖν, ὅτι μὴ κατὰ ἀπόδειξιν λαμβάνεται

    动词 ὑποτίθεται 带有不定式 εἰπεῖν。承接前文 δεῖ οὖν τὸ γένος... πρῶτον ὑποτίθεσθαι,此处是在解释用词理由:“[他说]‘设定’是因为它不是根据论证而被采纳的”(文本 ὑποτίθεται δὲ εἰπεῖν 实际发挥着相当于 ὑποτίθεσθαι δὲ εἶπεν 的解释说明功能)。

  2. 6.38τοῦ πρὸς τὸ καθ’ αὑτό

    这是由 μᾶλλον / ἧττον 引出的比较属格结构。它与前面的 τὸν πρὸς ἄμφω ἀποδιδόντα τὸν ὁρισμόν(“相对于两者给出定义的人”)相对照,在 τοῦ 之后承前省略了分词 [ἀποδιδόντος τὸν ὁρισμόν],意为“比起相对于就自身而言之物[给出定义]的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:443.16-445.10