- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:441.21-443.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了在论辩中确立或推翻关系物定义时的运用方法(142a31),以及如何识破使用被定义物自身的循环定义(142a34)。随后他讨论了通过对分子下定义(142b7)以及通过下位概念定义上位概念(142b11),并论证后者实质上可归入使用被定义物自身的第二种方式。
" Γνωρίζειν μὲν οὖν δεῖ τὰ τοιαῦτα πάντα, χρῆσθαι δ’ αὐτοῖς ὡς ἂν δοκῇ συμφέρειν." Εἰπὼν καὶ δείξας ὅτι τῶν καθ’ αὑτὸ πρός τι λεγομένων τὸν λόγον οὐχ οἷόν τε ἄλλως, δηλονότι χωρὶς τῶν ἀντικειμένων, ἀποδοθῆναι, τούτοις ἐπάγει ‘γνωρίζειν μὲν οὖν δεῖ πάντα τὰ οὕτως ἔχοντα, χρῆσθαι δὲ αὐτοῖς ἐν τῷ διαλέγεσθαι, ὡς ἂν δοκῇ συμφέρειν πρὸς τὸ προκείμενον’. εἰ μὲν γὰρ ἀνασκευάζειν βουλόμεθα, λέγοιμεν ἂν ὅτι οὐ γέγονεν ὁ ὁρισμὸς ἐκ προτέρων καὶ γνωριμωτέρων· εἰ δὲ κατασκευάζοιμεν, δεικνύοιμεν ἂν ὅτι τὰ τοιαῦτα οὐχ οἷόν τε ἄλλως ὡρίσθαι.
“因此必须认识所有这类事情,但要按照似乎合宜的方式来使用它们。” 在说明并证明了所谓就自身而言的关系物的定义不可能以别的方式、即脱离开其相对立(相关联)之事来给出之后,他接着这些话补充道:“因此必须认识所有具有如此状态的事情,但在辩证讨论中,要按照似乎对当前任务合宜的方式来使用它们”。因为如果我们意图推翻[某个定义],我们便会说该定义并非由更在先、更可知之物构成;而若我们要确立[它],我们便会指出这类事物不可能以别的方式被定义。
"Ἄλλος, εἰ αὐτῷ κέχρηται τῷ ὁριζομένῳ." Αὐτὸ γὰρ ἑαυτῷ πάνυ ὅμοιον, καὶ οὐδὲν αὐτὸ αὑτοῦ πρότερον ἢ ὕστερον. λανθάνει δέ τινας καὶ οὐ δοκοῦσι ποιεῖν τοῦτο, ἐπεὶ μηδὲ αὐτῷ τῷ τοῦ ὁριζομένου ὀνόματι προσχρῶνται· ἐπὶ μὲν γὰρ τῶν οὕτως ἀποδιδομένων κατάφωρος ἡ μοχθηρία· οἷον εἴ τις λόγον ὁριζόμενος ἀποδοίη φωνὴν σημαντικὴν ἧς τὰ μέρη μέρη λόγου εἰσίν. οὐδὲν δὲ διαφέρει πρὸς τὸ μοχθηρῶς ἀποδεδόσθαι τὸν λόγον καὶ πρὸς τὸ αὐτῷ τῷ ὁριστῷ συγκεχρῆσθαι, κἂν μὴ αὐτὸ τὸ ὄνομά τις θῇ, ἄλλο δέ τι ἴσον αὐτῷ δυνάμενον, ὡς ἐφ’ οὗ τίθησι παραδείγματος. οἷον εἴ τις εἴποι ‘ἥλιός ἐστιν ἄστρον ἡμεροφαές’· ὁ γὰρ ἡμέραν εἰπὼν ἥλιον εἶπεν, ὥστε εἴρηκεν ‘ἥλιός ἐστιν ἄστρον ἥλιος’. δεῖ οὖν πρὸς τὸ φωραθῆναι τὴν τοιαύτην μοχθηρίαν μεταλαμβάνειν τὸν ὁρισμὸν ἀντὶ τοῦ ὀνόματος,1 οἷον ἀντὶ τοῦ εἰπεῖν ἡμέραν εἰπεῖν τὸν ὁρισμὸν τῆς ἡμέρας· οὕτω γάρ, κἂν λεληθότως κέηται τὸ ὁριστὸν ἐν τῷ ὁρισμῷ ὡς λόγος αὐτοῦ, φωράσομεν ὅτι τὸ ὁριστὸν ἔλαβεν ἐν τῷ ὁρισμῷ. οἷον ἐπεὶ ἡμέρα ἐστίν, ὅταν ὑπὲρ γῆν ὁ ἥλιος φέρηται, δῆλον ὅτι ὁ φορὰν ἡλίου εἰπὼν τὴν ἡμέραν [τὸν ἥλιον] εἴρηκεν, ὥστε τὴν ἡμέραν λαβὼν ἐν τῷ τοῦ ἡλίου ὁρισμῷ καὶ εἰπὼν ‘ἥλιός ἐστιν ἄστρον ἡμεροφαές’ τῷ ἡλίῳ ἐχρήσατο εἰς τὸν αὐτοῦ ὁρισμόν.
“另一个[论题是],是否使用了被定义物自身。” 因为一物与自身完全同一,任何事物都决不比自身更在先或更在后。但这逃过了某些人的注意,他们似乎并未这样做,因为他们甚至根本没有额外使用被定义物自身的名称;因为对于以此种方式给出的定义,其瑕疵是显而易见的;例如若有人在定义语句时给出说,语句是其部分为语句之部分的一种表意的声音。然而,就定义已被有缺陷地给出而言,以及就额外连同使用了被定义物本身而言,即便某人没有放下名称本身,而是放下了具有与其等同效力的别的东西,也毫无区别,正如在他所给出的例子中那样。例如,若有人说“太阳是在白昼显耀的星辰”;因为说了“白昼”的人就是说了“太阳”,以至于他实际上说了“太阳是太阳的星辰”。因此,为了觉察出这种瑕疵,应当以定义取代名称,例如不说是“白昼”,而是说出白昼的定义;因为这样一来,即便被定义物作为其说明隐藏在定义之中,我们也将觉察到他在定义中采纳了被定义物。例如,既然白昼就是太阳在地上方运行之时,显然说了太阳的运行的人也就是说了白昼[太阳],以至于在太阳的定义中采纳了“白昼”并说出“太阳是在白昼显耀的星辰”的人,是将太阳用于其自身的定义中了。
"Πάλιν εἰ τῷ ἀντιδιῃρημένῳ τὸ ἀντιδιῃρημένον ὥρισται." Τρίτον τρόπον παραδίδωσι τοῦ μὴ διὰ προτέρων ὡρίσθαι δεικτικόν, εἴ τις τὸ ἀντιδιῃρημένον ὁρίζοιτο διὰ τοῦ ἀντιδιῃρημένου· ἅμα γὰρ τῇ φύσει τὰ ἀντιδιῃρημένα ἀλλήλοις.
“再次,是否通过对分子定义了对分子。” 他给出了表明并非通过在先之物被定义的第三种方式,即若有人通过对分子来定义对分子;因为对分子在本质上彼此是同时的。
"Ὁμοίως δὲ καὶ εἰ διὰ τῶν ὑποκάτω τὸ ἐπάνω ὥρισται." Ἔοικε τοῦτον τὸν τόπον προστιθέναι δεικτικὸν τοῦ μὴ ἐκ προτέρων, ὧν προεῖπε τριῶν ἕτερον 〈ὄντα2〉· οὔτε γὰρ ἀντικείμενον οὔτε ταὐτὸν οὔτε ἀντιδιῃρημένον τὸ καθόλου τῷ ὑπ’ αὐτό. ἔστι δὲ ὃ δείκνυσιν, ὅτι μὴ διὰ προτέρων τὸ κοινόν3 τι ὁριζόμενον διά τινος τῶν ὑπὸ τὸ κοινόν· τοῦτο γάρ ἐστι τὸ εἰ διὰ τῶν ὑποκάτω τὸ ἐπάνω ὥρισται. καὶ εἴη ἂν φανερώτατος τοῦ μὴ ἐκ προτέρων τρόπος, εἰ εἴη τις τὸ προκείμενον ὁριζόμενος οὕτως, εἴ γε τὸ ὑποκάτω ὕστερόν ἐστιν οὗ ἐστιν ὑποκάτω. ἔτι δὲ ἀνάγκη τὸν τῷ ὑποκάτω χρώμενον καὶ αὐτῷ χρῆσθαι· ἦν δὲ δεύτερος τρόπος οὗτος εἰρημένος ὑπ’ αὐτοῦ, δεικτικὸς ὢν ὅτι μὴ διὰ προτέρων ὁ δι’ αὐτοῦ. εἰς ὃν ἔοικεν ἀνάγειν καὶ τὸν διὰ τῶν ὑποκάτω ὁριζόμενον τὸ ἐπάνω·4 διὸ καὶ τρεῖς εἶπεν εἶναι τρόπους ἀλλ’ οὐ τέσσαρας· τρόπος γάρ τις οὗτος τοῦ δι’ αὐτοῦ.
“同样,若上位之物通过下位之物被定义,也是如此。” 他似乎补充了这一表明并非出自在先之物的论题,作为区别于他此前所说之三种方式的另一条;因为普遍者相对于其下之物既非对立者,亦非同一者,亦非对分子。而他所指明的是,某个共同之物若通过从属于该共同之物的某个事物来定义,便并非通过在先之物;因为这就是“若上位之物通过下位之物被定义”的意思。而且,如果有人以这种方式来定义摆在面前的事物,这将是并非出自在先之物的最显著的方式,既然下位之物在其为其下位者之物之后。此外,使用下位之物的人也必然使用了[上位之物]本身;而这曾被他作为第二种方式提出,表明通过自身[的定义]并非通过在先之物。他似乎也把通过下位之物来定义上位之物的人归入此列;因此他也说过方式有三种而不是四种;因为这种方式是通过自身[下定义]的某种方式。
- 6.34μεταλαμβάνειν τὸν ὁρισμὸν ἀντὶ τοῦ ὀνόματος
依附于非人称动词 δεῖ 的不定式短语骨干,指“用定义取代名称”的代换步骤。随后的 οἷον ἀντὶ τοῦ εἰπεῖν ἡμέραν εἰπεῖν τὸν ὁρισμὸν τῆς ἡμέρας 以同位语方式展开了具体例证。
- 6.36ὧν προεῖπε τριῶν ἕτερον 〈ὄντα〉
由形容词 ἕτερον 支配的属格 ὧν προεῖπε τριῶν 是表示区分/分离的属格,指代前述的三种方式,意为“作为区别于他此前所说之三种方式的另一条”。补出的分词 〈ὄντα〉 与 τὸν τόπον 保持一致。
- 6.36ἔστι δὲ ὃ δείκνυσιν, ὅτι μὴ διὰ προτέρων τὸ κοινόν τι ὁριζόμενον διά τινος τῶν ὑπὸ τὸ κοινόν
该句骨架为 ἔστι δὲ ὃ δείκνυσιν(“而他所指明的是……”),关系代词 ὃ 作表语/主语性实体。在 ὅτι 从句中省略了系动词,构成一名词性分句,意指“某个共同之物若通过其下之物被定义,便不是通过在先之物”。
- 6.36εἰς ὃν ἔοικεν ἀνάγειν καὶ τὸν διὰ τῶν ὑποκάτω ὁριζόμενον τὸ ἐπάνω
关系代词 εἰς ὃν 指代前文的“第二种方式(δεύτερος τρόπος)”。不定式 ἀνάγειν 的逻辑主语是亚里士多德,直接宾语是带冠词分词短语 τὸν ... ὁριζόμενον(“通过下位之物定义上位之物的人”)。整句构成为:“他似乎也把通过下位之物定义上位之物的人归入此[第二种方式]中”。
