← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§440.9-441.20

通过不定物与对立面下定义的错误

亚历山大注释亚里士多德《论题篇》第6卷第4章,列举了通过处于运动或不定之物来定义静止或被规定之物的错误及其具体实例,进而探讨了非依据在先之物下定义的三种方式中的第一种(通过对立面下定义),并阐明了关系物(自身关系、属之参照、偶适关系)在定义上的特殊性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.31

" Ἄλλος, εἰ τοῦ ἐν ἠρεμίᾳ καὶ τοῦ ὡρισμένου διὰ τοῦ ἀορίστου καὶ τοῦ ἐν κινήσει ἀποδέδοται." Εἴ τις, φησί, τοῦ ἐν ἠρεμίᾳ ὄντος διὰ τοῦ ἐν κινήσει ποιεῖται τὸν ὁρισμὸν ἢ τοῦ ὡρισμένου διὰ τοῦ ἀορίστου, ἁμαρτάνει καὶ οὐκ ἀποδίδωσι τὸν ὁρισμὸν τοῦ ὑποκειμένου καλῶς. οὕτως ἂν ἁμαρτάνοιεν οἱ τὴν ἰδέαν ὁριζόμενοι διὰ τοῦ αἰτιατοῦ οἵα ἐστί, τουτέστιν αἰτίαν τῶν πρὸς αὐτὴν γινομένων· τὰ γὰρ αἰσθητὰ τὰ πρὸς αὐτὴν τὸ εἶναι ἔχοντα αὐτὰ μὲν ἐν κινήσει ἐστὶ καὶ ἀόριστα, ἡ δὲ ἰδέα ἀκίνητός τε καὶ ὡρισμένη. οὕτως ἁμαρτάνοι ἂν καὶ ὁ λέγων τὴν ἐπιστήμην ἀγνοίας εἶναι ἀποβολήν· ἐπεὶ γὰρ ἡ ἄγνοια στέρησίς ἐστι γνώσεως, ἡ δὲ στέρησις μὴ ὄν, τὸ δὲ μὴ ὂν ἀόριστον, πᾶσα δὲ ἐπιστήμη περὶ ὡρισμένα καὶ ἀεὶ ὡσαύτως ἔχοντα τὰ ὑποκείμενα καταγίνεται, τοῦ ὡρισμένου τὸν ὁρισμὸν ἐξ ἀορίστου πεποίηται. ἀλλὰ καὶ οἱ τὴν ὑγείαν νόσου ἀποβολὴν λέγοντες ὁμοίως ἁμαρτάνουσιν. ἢ οὗτοι δειχθήσονται ἐνεχόμενοι καὶ τῷ μὴ διὰ προτέρων· τὸ γὰρ διὰ τῶν ἀντικειμένων οὐ διὰ τῶν προτέρων ἐρεῖ. 〈καὶ〉 οἱ τὸν θεὸν ὁριζόμενοι τῶν ὄντων δημιουργὸν τῷ αὐτῷ ἂν ἐνέχοιντο· ἀόριστα γὰρ καὶ ἐν κινήσει τὰ ὧν φασι τὸν θεὸν εἶναι δημιουργὸν ὁριζόμενοι.1 καὶ ὁ τὴν ἐπιστήμην αὖ λέγων ἕξιν διὰ μαθήσεως κινητὴν τὸ ἀκίνητον ὁρίζεται διὰ τοῦ ἐν κινήσει· ἡ γὰρ μάθησις κίνησίς τις. ἀλλὰ καὶ ὁ λέγων τὴν ἰδέαν εἶναι οὐσίαν ἀσχημάτιστον καὶ ἀναφῆ τὸ ὡρισμένον διὰ τῶν ἀορίστων ὁρίζεσθαι δόξει. καὶ ὁ τῆς ἀρετῆς λόγος ὁ λέγων αὐτὴν μεσότητα ὑπερβολῆς καὶ ἐνδείας τὸ ὡρισμένον διὰ τῶν ἀορίστων ὁρίζεται.

“另一个[论题是],处于静止之物和被规定之物的[定义]是否通过不定之物和处于运动之物被给出。” 他说,若有人通过处于运动之物来作出处于静止之物的定义,或者通过不定之物来作出被规定之物的定义,他便犯了错误,未能很好地给出基底的定义。如此下定义的人会犯错误,他们通过理念的结果来定义理念是什么,即[将其定义为]相对于它而生成的事物的原因;因为相对于它而具有存在的感觉诸事物本身处于运动中且是不定的,而理念则是不动的且被规定的。同样,声称知识是无知的脱除的人也会犯错误;因为无知是认识的缺乏,缺乏是非存在,非存在是不定的,而一切知识都致力于被规定且始终处于同一状态的基底,所以他由不定之物作出了被规定之物的定义。但那些声称健康是疾病的脱除的人同样犯了错误。或者说,这些人还将显出触犯了并非通过在先之物[下定义]这一条;因为他将指出,通过对立之物[下定义]并不是通过在先之物。而那些将神定义为现存事物的造物主的人,也会触犯同样的错误;因为他们在下定义时所声称的神为其造物主的事物,是不定且处于运动之中的。再者,声称知识是通过学习而可变动的状态的人,也是通过处于运动之物来定义不动之物;因为学习是一种运动。而且,声称理念是无形状且不可触知的实体的人,也会显得是通过不定之事来定义被规定之物。而声称德性是过度与不及的中道这一德性说明,也是通过不定之事来定义被规定之物。

§6.32

"Τοῦ δὲ μὴ ἐκ προτέρων τρεῖς εἰσι τρόποι." Ὅτι τοῦ μὴ διὰ προτέρων ὁρίζεσθαι τρεῖς εἰσι τρόποι, πρῶτος μὲν εἰ διὰ τοῦ ἀντικειμένου τὸ ἀντικείμενον ὥρισται· ἅμα γὰρ τῇ φύσει τὰ ἀντικείμενα. τὰ δὲ καθ’ αὑτὰ πρός τι οὐκ ἔστιν ἄλλως ἢ δι’ ἀλλήλων ὁρίζεσθαι·2 οὐδὲ γὰρ τὸ εἶναι αὐτοῖς ἄνευ ἀλλήλων. καθ’ αὑτὰ δὲ πρός τι εἴρηται, ἐπεὶ ἔστι τινὰ ἃ κατὰ τὴν ἐπ’ ἄλλο τι ἀναφοράν ἔστι πρός τι ἀλλ’ οὐ καθ’ αὑτά, ὡς ἰατρικὴ καὶ γραμματικὴ καὶ ἑκάστη τῶν ἐπιστημῶν· αὗται μὲν γὰρ κατὰ τὸν οἰκεῖον λόγον οὐκ εἰσὶ τῶν πρός τι, κατὰ δὲ τὴν πρὸς τὸ γένος ἀναφορὰν πρός τι. διὸ τούτων μὲν οὐχ οἷόν τε τὸν ὁρισμὸν χωρὶς ἀποδοῦναι τῶν ἀντικειμένων αὐτοῖς·3 ἔστι γὰρ ἐν τῇ πρὸς ἐκεῖνα σχέσει τὸ εἶναι αὐτοῖς. ἰατρικὴν μέντοι καὶ γεωμετρίαν〈ὁ〉 ὁριζόμενος οὐκέτι τοῖς ἀντικειμένοις αὐτοῖς προσχρῆται, ὅτι μὴ ἔστιν αὐτὰ καθ’ αὑτὰ τῶν πρός τι. ἔστι δὲ ἃ καὶ κατὰ συμβεβηκός ἐστι πρός τι, ὡς ἡ μονάς· διότι γὰρ αὐτῇ συμβέβηκεν ἀρχῇ ἀριθμῶν εἶναι, ἡ δὲ ἀρχὴ καθ’ αὑτὸ πρός τι, κατὰ τοῦτο καὶ ἡ μονὰς ἂν εἴη τῶν πρός τι. ἀλλὰ καὶ τὸ σημεῖον καθὸ πέρας καὶ ἡ γραμμὴ καὶ ἡ ἐπιφάνεια· συμβέβηκε γὰρ αὐτοῖς πᾶσι πέρασιν εἶναι.

“不依据在先之物[下定义]有三种方式。” [他说,]不通过在先之物下定义有三种方式,第一种是若对立之物通过对立之物被定义;因为对立之物依本性是同时的。然而,就自身而言的关系物除了通过彼此之外不能以别的方式被定义;因为它们脱离彼此连存在也没有。但之所以说“就自身而言的关系物”,是因为有些事物按照对别的事物的参照是关系物,但就自身而言并非如此,例如医学、文法学以及每一门科学;因为这些事物按照其固有的说明不属于关系物,但按照对其属的参照而言是关系物。因此,离开与它们相对立(相关联)的事物,就不可能给出这些事物的定义;因为它们的存在就在于与那些事物的关联中。然而,定义医学和几何学的人不再额外使用与它们相对立的事物,因为它们本身并不属于就自身而言的关系物。也有些事物是偶适地成为关系物的,例如单子;因为作为数之开端偶适地发生于它,而开端就自身而言是关系物,依此单子也当属于关系物。点作为界限也是如此,线与面亦然;因为作为界限偶适地发生于它们全部。

语法注3 条
  1. 6.31ἀόριστα γὰρ καὶ ἐν κινήσει τὰ ὧν φασι τὸν θεὸν εἶναι δημιουργὸν ὁριζόμενοι

    这是一个交错结构:关系代词 ὧν 嵌入在由 φασι 引领的间接叙述中,整个句子的主语是带冠词的名词性短语 τὰ [πράγματα],表语则是 ἀόριστα καὶ ἐν κινήσει。分词 ὁριζόμενοι(主格复数阳性)指代上文的下定义者(οἱ τὸν θεὸν ὁριζόμενοι),作状语分词使用,意为“当[他们]下定义时”。

  2. 6.32τὰ δὲ καθ’ αὑτὰ πρός τι οὐκ ἔστιν ἄλλως ἢ δι’ ἀλλήλων ὁρίζεσθαι

    中性复数短语 τὰ καθ’ αὑτὰ πρός τι 在非人称表达 οὐκ ἔστιν 后的不定式 ὁρίζεσθαι 中,既可视为主动/中间语态不定式的直接宾语(“不可能以其他方式来定义自身相关的概念”),也可视为被动态不定式的主语(“自身相关的概念不可能被定义”)。短语 ἄλλως ἢ 构成排除结构(“除了……之外别无其他方式”)。

  3. 6.32χωρὶς ἀποδοῦναι τῶν ἀντικειμένων αὐτοῖς

    介词 χωρὶς 支配属格短语 τῶν ἀντικειμένων,其后附有与格 αὐτοῖς。在句法与语境上,这里的 ἀντικείμενα 不仅仅指狭义的“对立面”,而是泛指在关系范畴中与自身相对称、相互关联的项(即“相关物”),与上一句中的 δι’ ἀλλήλων(通过彼此)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:440.9-441.20