- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:438.26-440.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释亚里士多德《论题篇》卷六第四章(141b34–142a13),指出依据因人而异的可知事物下定义会导致荒谬后果(随对话者与时期而产生诸多定义),阐明“绝对可知”是指对有知识者而言可知,并论述如何废弃基于比喻性晦涩语词的定义。
" Ἔτι τοῖς κατ’ ἀλήθειαν τοὺς τοιούτους ὁρισμοὺς φάσκουσιν εἶναι.1" Οἱ λέγοντες, φησίν, ὅτι οἱ ἐκ τῶν ἑκάστῳ γνωρίμων ἀποδιδόμενοι ὁρισμοὶ κυρίως καὶ κατ’ ἀλήθειαν ὁρισμοί εἰσι, κινδυνεύουσι πολλοὺς ὁρισμοὺς τοῦ αὐτοῦ ἀποδιδόναι, ἐπειδὴ ἄλλα ἄλλοις εἰσὶ γνώριμα καὶ οὐ τὰ αὐτὰ πᾶσιν· ὥστε δεῖ πρὸς ἕκαστον τῶν προσδιαλεγομένων ἄλλους καὶ ἄλλους ὁρισμοὺς τοῦ αὐτοῦ ἀποδοῦναι, εἴ γε περὶ τοῦ αὐτοῦ πολλοῖς προσδιαλέγονται καὶ ἀπὸ τῶν ἑκάστῳ γνωρίμων τοὺς ὁρισμοὺς ποιοῦνται. ὥστε συμβαίνει τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος πλείους εἶναι τοὺς ὁρισμούς, ὅπερ ἄτοπον. οὐδὲ πρὸς τὸν αὐτὸν καὶ ἕνα ὁ αὐτὸς ἀεὶ ἀποδοτέος ὁρισμός, εἴπερ ἀνάγκη τοὺς ὁρισμοὺς ἐκ τῶν ἑκάστῳ ποιεῖσθαι γνωρίμων, ἐπεὶ τῷ αὐτῷ καὶ ἑνὶ ἄλλοτε ἄλλα εἰσὶ γνώριμα. ἐξ ἀρχῆς μὲν γὰρ μειρακίῳ ὄντι τινὶ τὰ μὲν αἰσθητὰ γνώριμά εἰσι, τὰ δὲ νοητὰ παντάπασιν ἄγνωστα, ἀκριβεστέρῳ δὲ γενομένῳ, τουτέστιν ἐπιστήμονι καὶ εἰδότι ἀκριβῶς τὰ πράγματα διαιρεῖν, τὰ μὲν αἰσθητὰ ἄγνωστα δοκεῖ εἶναι καὶ ἐν συνεχεῖ ῥύσει, τὰ δὲ νοητὰ καὶ λίαν γνώριμα ὡς ἑστῶτα καὶ μόνιμα. ὥστε οὐδὲ πρὸς τὸν αὐτὸν ἀεὶ ὁ αὐτὸς λόγος ὁρισμὸς ἔσται καθ’ οὓς δεῖ τὸν ὁρισμὸν ἀπὸ τῶν ἑκάστοις γνωρίμων γίνεσθαι. ἴσως δὲ καὶ τὸ ἁπλῶς γνώριμον οὐ τὸ πᾶσι γνώριμόν ἐστιν ἀλλὰ τὸ τοῖς εὖ διακειμένοις τὴν διάνοιαν. τοῖς δὲ εὖ διακειμένοις γνώριμά ἐστι τὰ τῇ ἑαυτῶν φύσει πρῶτά τε καὶ γνωριμώτερα. τοῦτο δὲ λύσις ἐστί τινος ἀντιπίπτοντος· πρὸς γὰρ τὸν ἐνιστάμενον ἴσως, ὅτι πῶς δυνατὸν2 τὰ τῇ φύσει γνώριμα καὶ πᾶσι γνώριμα εἶναι, φησὶν ὅτι οὐ λέγω πᾶσιν ἁπλῶς ἀλλὰ τοῖς ἐπιστήμοσι.
“此外,对于那些声称此类定义在真理中[成立]的人而言。” 他说,那些声称从对每个人而言可知的事物出发给出的定义在严格意义上且在真理中就是定义的人,有给出同一事物的多个定义的危险,因为不同的人可知的事物不同,并非对所有人而言都是相同的;以至于必须针对每一位对话者给出同一事物的不同定义,假若他们确实就同一事物与许多人对话,并且从对每个人而言可知的事物中作出定义的话。因此导致同一且单一的事物有较多的定义,这是荒谬的。而且,假若必须从对每个人而言可知的事物中作出定义,那么即使对于同一且单一个人,也不应总是给出相同的定义,因为对于同一且单一个人而言,在不同时期可知的事物也不同。因为起初当某人是个少年时,感觉对象是可知的,而理智对象完全不可知;但当他变得更加严谨时——也就是说,成为有知识者并且懂得准确地区分诸事物时——感觉对象似乎不可知且处于不断的流变中,而理智对象作为恒定且持久的事物则极其可知。因此,根据那些认为定义必须由对每个人而言可知的事物产生的人,即便是对于同一个人,也并非总是同一个说明构成定义。或许,绝对可知的并非对所有人可知的,而是对理智处于良好状态的人可知的;而对处于良好状态的人而言可知的,正是依其自身本性而言在先且更可知的事物。这是对某种异议的化解;因为面对或许提出异议说“依本性可知的事物怎么可能同时对所有人可知”的人,他说,自己并非指绝对对所有人而言,而是对有知识的人而言。
"Καθάπερ καὶ τὸ ἁπλῶς ὑγιεινὸν τὸ τοῖς εὖ ἔχουσι τὸ σῶμα." Ὑγιεινόν φαμεν οὐ τὸ πᾶσι δοκοῦν ἀλλὰ τὸ τοῖς σῶμα ἔχουσιν ἐρρωμένον. διὰ τοῦτο δεῖ προσέχειν τοῖς ῥηθεῖσι τόποις καὶ χρῆσθαι αὐτοῖς πρὸς τὸ συμφέρον· εἰ μὲν γὰρ ἄλλος τις ὁρίζεται ἀπὸ τῶν ἑκάστῳ γνωρίμων, ἐλέγχειν δεῖ αὐτὸν ἀφ’ ὧν εἴπομεν τόπων· εἰ δὲ αὐτὸς σὺ εἶ ὁ ὁριζόμενος, ἐκ τῶν ἡμῖν γνωρίμων δεῖ σε ἐνίστασθαι ὅτι καλῶς ὡρίσω. τοιαύτη γὰρ ἡ διαλεκτική, οὐ τοῦ ἀληθοῦς 〈οὖσα〉 ζητητικὴ3 ἀλλὰ δι’ ἐνδόξων ἐπιχειρηματική, καὶ ποτὲ μὲν διὰ τῶν τῇ φύσει γνωρίμων ὁρίζεται, ποτε δὲ διὰ τῶν πρὸς ἡμᾶς.
“正如绝对有益健康的事物是对身体状况良好的人而言[有益健康的事物]一样。” 我们所谓的有益健康的事物,不是对所有人而言看起来如此的,而是对拥有强健身体的人而言如此的。为此,必须留心所说的论题,并根据便利来使用它们;因为如果另有人从对每个人而言可知的事物出发下定义,就必须依据我们所说的论题来反驳他;而如果你自己是下定义的人,就必须依据对我们而言可知的事物提出异议,坚称你定义得很好。因为辩证术就是如此性质:它不是探求真理的,而是通过公认意见进行立论攻击的,它有时通过依本性可知的事物来下定义,有时则通过对我们而言可知的事物来下定义。
"Μάλιστα δ’ ὁμολογουμένως." Μάλιστα δ’ ὁμολογουμένως καὶ κυρίως ἐνδέχεται ἀναιρεῖν τὸν ὁρισμόν, ὃν πεποίηταί τις μήτε ἐκ τῶν ἁπλῶς γνωρίμων μήθ’ ἡμῖν. οἷον εἴ τις εἴποι ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν ὑδροφορικῶς κινούμενον’ ἢ ‘φύρδην καὶ κατὰ τύχην φερόμενον’· τὸ γὰρ ὑδροφορικῶς καὶ τὸ φύρδην οὔτε τῇ φύσει οὔθ’ ἡμῖν γνώριμα, τροπικαὶ οὖσαι φωναὶ4 καὶ οὐ κυρίως λεγόμεναι· εἰ γὰρ κυρίως ἐλέγοντο, ἦσαν ἂν ἢ τῇ φύσει ἢ ἡμῖν γνωρίμως δηλοῦσαι τὸ πρᾶγμα καθ’ οὗ λέγονται.
“而最为公认地。” 最为公认且严格地,能够取消某人既非从绝对可知的事物、亦非从对我们可知的事物所作出的定义。例如,若有人说“人是像运水般运动的动物”或“是混乱地且凭运气运行的动物”;因为“像运水般”和“混乱地”无论依本性还是对我们而言都不可知,它们是比喻性的用语,并非在严格意义上被言说;因为如果它们是在严格意义上被言说的,它们本会依本性或对我们以可知的方式揭示其所陈述的事物。
- 6.28Ἔτι τοῖς κατ’ ἀλήθειαν τοὺς τοιούτους ὁρισμοὺς φάσκουσιν εἶναι
引文中的与格分词 τοῖς ... φάσκουσιν 在亚里士多德的原义脉络中是表示不利/关涉的与格,依赖后文表示不良后果的动词(如 συμβαίνει)。亚历山大在疏解时将其转换为以主格为主语的结构:Οἱ λέγοντες ... κινδυνεύουσι(“那些声称……的人有……的危险”)。
- 6.28ὅτι πῶς δυνατὸν
在引导间接疑问的疑问副词 πῶς 之前出现了 ὅτι。这是连词 ὅτι 的冗余用法(或直陈引导词 ὅτι recitativum),用在疑问词之前直接引出异议的内容(“依本性可知的事物怎么可能……”)。
- 6.29οὐ τοῦ ἀληθοῦς 〈οὖσα〉 ζητητικὴ
属格 τοῦ ἀληθοῦς 是由具有动作含义的形容词 ζητητική(探求的)所支配的宾格性属格。校勘者补充的分词 〈οὖσα〉 将该形容词短语作为补语连接至主句表语 τοιαύτη。
- 6.30τροπικαὶ οὖσαι φωναὶ
虽然主语是两个带有中性冠词的副词 τὸ ὑδροφορικῶς καὶ τὸ φύρδην,但分词 οὖσαι 和表语名词 φωναί 却作阴性复数。这是分词受表语名词 φωναί 的性数吸引所致。
