- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:43.9-44.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论题篇》第一卷第五章(102a1),亚历山大通过具体实例分析了给出定义的诸种模式(以言论代替名称,或以言论代替言论),并界定了广义的定义性表述与定义性课题的范围。
" Ἀποδίδοται δὲ ἢ λόγος ἀντ’ ὀνόματος ἢ λόγος ἀντὶ λόγου." Ὁρισάμενος τὸν ὁρισμόν, πῶς ἡ ἀπόδοσις αὐτοῦ γίνεται, καὶ ἀντὶ τίνος καὶ ἐκ τίνος μεταλαμβάνεται, λέγει. ἢ γὰρ ἀντ’ ὀνόματος ὅρος ἀποδίδοται (τὸ γὰρ ἀποδίδοται 〈δὲ〉 ἢ λόγος ἀντ’ ὀνόματος εἴρηκεν ὡς ἴσον τῷ ‘ἀποδίδοται δὲ ὁ τοιοῦτος λόγος, ὁποῖον εἰρήκαμεν τὸν ὁρισμόν, ἢ ἀντ’ ὀνόματος’,1 ὡς ὅταν τὸν ἄνθρωπον ὁριζόμενοι εἴπωμεν ‘ὁ ἄνθρωπος ζῷόν ἐστι πεζὸν δίπουν’· ἀντὶ γὰρ τοῦ ὀνόματος τοῦ ‘ἄνθρωπος’ τὸν λόγον, τοῦτ’ ἔστι τὸν ὅρον, ἀποδεδώκαμεν, τὸ ‘ζῷον πεζὸν δίπουν’), ἢ λόγος ἀντὶ λόγου, τοῦτ’ ἔστιν ὁ ὁρισμὸς ἀντὶ λόγου. τοῦτο δὲ γίνεται μὲν καὶ ἐπὶ τούτων ἐφ’ ὧν μὴ ἔστι τὸ ὁριστὸν γένος ἑνὶ ὀνόματι περιλαβεῖν, ὡς τὸ ζῷον πεζὸν ἢ ζῷον πτηνὸν ἢ ζῷον ἔνυδρον· ἕκαστον γὰρ τούτων ὁριζόμενοι λόγου εἰς λόγον καὶ ὅρον τὴν μετάληψιν ποιούμεθα· τοῦ γὰρ ζῴου πεζοῦ λόγου ὄντος τὸν ὁρισμὸν ἀποδίδομεν λέγοντες αὐτὸ οὐσίαν ἔμψυχον αἰσθητικὴν ἐπὶ γῆς τὰς διατριβὰς ποιεῖσθαι πεφυκός. δύναται δὲ καὶ ἐκ τῶν λόγων τῶν διὰ τοῦ ἰδίου ἀποδιδομένων, οἳ οὐκ εἰσὶν ὁρισμοί, εἰς τὸν ὁρισμὸν μετάληψις γίνεσθαι, οἷον ζῴου γελαστικοῦ εἰς ζῷον λογικὸν θνητὸν ἢ ζῴου ἐπιστήμης δεκτικοῦ· καὶ γὰρ τὸ ἐπιστήμης δεκτικὸν ἴδιον ἀνθρώπου· οὐ γὰρ δεκτικοὶ οἱ θεοί· οὐ γὰρ ἔστιν ἐν αὐτοῖς τὸ δυνάμει. δύναται δὲ καὶ λόγος ἀντὶ λόγου λαμβάνεσθαι, ὅταν ἑκατέρου ἢ ἑκάστου ἐξ ὧν ὁ λόγος ἐστὶν ὁρισμόν τις ἀποδιδῷ. εἰ γὰρ ἑκάτερον τῶν ἐν τῷ λόγῳ ὁρίσασθαι ἔστιν, ἔστι καὶ τοῦ λόγου ὅρον ἀποδοῦναι· τοῦ γὰρ ‘ἄνθρωπος περιπατεῖ’ λόγου ὁρισμὸς ἂν εἴη ‘ζῷον πεζὸν δίπουν, ὃ διὰ σκελῶν κινεῖται μεταβατικῶς’. οὐ γὰρ δὴ λέγει ἀντὶ ὁρισμοῦ ὁρισμὸν ἀποδίδοσθαι.2 ἐπεὶ δὲ ἀποδίδοται πολλάκις ὑπὲρ σαφηνείας τινὸς καὶ ἀντὶ ὀνόματος ὄνομα, ὡς ὅταν εἴπῃ τις ἀγαθὸν εἶναι τὸ ὠφέλιμον ἢ δίκαιον τὸ ἴσον, οὔ φησι τὰς τοιαύτας ἀποδόσεις ὁρισμοῦ ἀποδόσεις εἶναι· ὁ γὰρ ὁρισμὸς κεῖται ἡμῖν ὅτι λόγος ἐστί. δῆλον δὲ ὅτι οὐδ’, ἂν ἀντὶ λόγου τις ὄνομ’ ἀποδῷ, ὁρισμὸν ἀποδέδωκε. γίνεται γὰρ καὶ ἀντὶ λόγου ὄνομα ἀποδεδομένον· ὁ γὰρ εἰπὼν ‘τὸ ἐπαινετὸν ἀγαθὸν καλόν ἐστι’ λόγου εἰς ὄνομα τὴν μετάληψιν πεποίηται. ὅρον μὲν οὖν οὐχ οἷόν τε τὸ ὄνομα εἶναι. ὁρικὰς μέντοι φησὶν εἶναι καὶ τὰς τοιαύτας ἀποδόσεις τὰς εἰς δήλωσιν ὀνόματός τινος ἀσαφεστέρου ὄνομα μεταλαμβανούσας γνωριμώτερον·3 ὥστε καὶ τὰ τοιαῦτα ὑπάγοιτο ἂν τοῖς ὁρικοῖς προβλήμασιν. ὁρικὰ δὲ λέγει προβλήματα εἶναι καὶ ἐν οἷς ζητεῖται εἰ τόδε τῷδε ταὐτόν ἐστιν, οἷον εἰ ταὐτὸν αἴσθησις ἐπιστήμη ἢ ἕτερον, καὶ πότερον ταὐτὸν ἀκολασία καὶ ἀκρασία, ἢ ἐγκράτεια καὶ σωφροσύνη, ἢ οὔ.
“被给出的要么是用以代替名称的言论,要么是用以代替言论的言论。” 在界定了定义之后,他接着论述定义的给出是如何进行的,以及它是代替什么并从什么置换而来的。因为要么给出的是代替名称的定义(因为他说“被给出的要么是用以代替名称的言论”,意思等同于“我们所说的那种作为定义的言论,是被给出用以代替名称的”,例如当我们在定义人时说“人是两足的陆生动物”;因为我们用言论即定义“两足的陆生动物”,代替了“人”这个名称),要么是用以代替言论的言论,即代替言论的定义。这种情况也发生于那些无法用单一名称涵盖被定义的属的事物上,比如“陆生动物”、“有翼动物”或“水生动物”;因为在定义这些事物中的每一个时,我们都是把一种言论置换为另一种言论和定义;因为在“陆生动物”是一个言论的情况下,我们通过称其为“天生在陆地上度过生活的有灵魂的感觉实体”而给出了它的定义。此外,也可以从通过固有属性给出的言论——它们并不是定义——置换为定义,例如从“能发笑的动物”置换为“有朽的理性的动物”,或者从“能接受知识的动物”置换为定义;因为能接受知识也是人的固有属性,因为诸神并不是能接受知识的,因为在诸神之中不存在处于潜能的事物。当有人给出构成言论的二者各自或各要素之定义时,也可能采用言论代替言论。因为如果能够定义言论中两项的每一项,也就能够给出该言论的定义;例如言论“人行走”的定义就会是“用双腿进行位移运动的两足陆生动物”。因为他绝不是说给出定义是用以代替定义的。另一方面,既然为了某种清晰起见,往往也会用名称代替名称来给出——正如有人说善是有益的,或者正义是均等的一样——他说这样的给出并不是定义的给出;因为我们已经确立了定义是一种言论。显然,如果有人用名称代替言论给出,他也并未给出定义。因为确实也会有用名称代替言论给出的情况;因为说“值得称赞的善是高尚”的人,就是完成了一种从言论到名称的置换。因此,名称决不可能是定义。然而他说,即使是那些为了表明某个较不清楚的名称而置换为更熟知的名称的给出,也是定义性的;因此这类问题也可以归入定义性课题之中。他还说,那些探讨这是否与那相同的问题也是定义性课题——例如感觉与知识是相同还是相异,以及放荡与无自制是否相同,或者自制与节制是否相同。
- 1.18τὸ γὰρ ἀποδίδοται 〈δὲ〉 ἢ λόγος ἀντ’ ὀνόματος εἴρηκεν ὡς ἴσον τῷ ‘ἀποδίδοται δὲ ὁ τοιοῦτος λόγος, ὁποῖον εἰρήκαμεν τὸν ὁρισμόν, ἢ ἀντ’ ὀνόματος’
亚里士多德的原句引文带有中性定冠词 τὸ,作谓语动词 εἴρηκεν 的宾语,并通过 ὡς ἴσον τῷ ...(“等同于……”)展开对其意图的阐释。亚历山大将经文简略的 λόγος(言论)明确理解为前节刚确立的“作为定义的言论”(ὁ τοιοῦτος λόγος, ὁποῖον εἰρήκαμεν τὸν ὁρισμόν)。
- 1.18οὐ γὰρ δὴ λέγει ἀντὶ ὁρισμοῦ ὁρισμὸν ἀποδίδοσθαι
由强意否定小辞 οὐ γὰρ δὴ 引导的带逻辑主语的动词不定式结构(ὁρισμόν 是被动不定式 ἀποδίδοσθαι 的主语)。亚历山大借此排除一种可能的误解,指出“用言论代替言论”绝非指“用一个定义去替换另一个定义”。
- 1.18ὁρικὰς μέντοι φησὶν εἶναι καὶ τὰς τοιαύτας ἀποδόσεις τὰς εἰς δήλωσιν ὀνόματός τινος ἀσαφεστέρου ὄνομα μεταλαμβανούσας γνωριμώτερον
由 φησίν 支配的带逻辑主语的动词不定式结构。ὁρικὰς 是谓语形容词(宾格),不定式主语是 τὰς τοιαύτας ἀποδόσεις,后接带有定冠词的分词短语 τὰς ... μεταλαμβανούσας 作修饰语。该分词支配 ὄνομα γνωριμώτερον 作宾语,介词短语 εἰς δήλωσιν ὀνόματός τινος ἀσαφεστέρου 表示目的。
