← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§433.20-435.8

睡眠的定义与普遍概念后的冗余附加

本节注解亚里士多德《论题篇》141a9–141a15,反驳索提翁关于睡眠定义的观点以说明其并未陷入多余重言,并阐述在表述普遍者之后又重复添加其下属特定成分的冗余谬误及其界限条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.22

" Ὁμοίως καὶ ὅσοι τὴν κατάψυξιν." Πᾶσα γὰρ στέρησίς ἐστι τοῦ κατὰ φύσιν ὑπάρχοντος, εἴ γε ἡ τοῦ πεφυκότος, ὅτε πέφυκεν ὑπάρχειν, ἀπουσία στέρησις. αὐτὸς μέντοι ὁριζόμενος τὸν ὕπνον στέρησιν ἐγρηγόρσεως οὐ περιπίπτει τῷ εἰρημένῳ, ὡς οἴεται ὁ Σωτίων· ἄλλο γάρ ἐστιν εἰπεῖν τοῦ κατὰ φύσιν καὶ ἄλλο τὸ κατὰ φύσιν·1 πᾶσα μὲν γὰρ στέρησις τοῦ κατὰ φύσιν, ἀλλ’ αἱ μὲν βίαιοι καὶ παρὰ φύσιν γινόμεναι, ὡς εἴ τις ἐκκοπείη τοὺς ὀφθαλμούς, αἱ δὲ κατὰ φύσιν, ὧν καὶ ὁ ὕπνος ἐστίν. ὅμοιον ἁμάρτημα ἁμαρτάνουσι καὶ οἱ τὴν γραμμὴν ὁριζόμενοι τῶν διαστατῶν τὸ ἐφ’ ἓν διαστατόν· τὸ γὰρ ἐφ’ ἓν διαστατὸν τὸ διαστατὸν ἐν ἑαυτῷ περιέχει· οὐ γὰρ ἐν ἀδιαστάτῳ τὸ ἐφ’ ἓν διαστατόν. ὅμοιον δὲ τούτοις καὶ τὸ λέγειν τὸ πῦρ εἶναι τῶν σωμάτων τὸ ξηρὸν καὶ τὸ θερμὸν σῶμα, ἢ τὸν ἄνθρωπον ζῷον προαιρετικὸν καὶ βουλευτικόν, ἢ τὴν ἀρετὴν ἕξιν ἐν μεσότητι ὑπερβολῆς καὶ ἐλλείψεως βελτίστην· ἐν γὰρ τῇ τῶν προειρημένων μεσότητι τὸ βέλτιστον.

“同样,那些[定义]冷却的人也是如此。” 因为一切缺乏都是对本性上属于之物的缺乏,如果说缺乏确实是在本性上适合属于的时候本性之物的缺失。然而,当他自己把睡眠定义为清醒的缺乏时,并没有陷入上述的错误之中,正如索提翁所认为的那样;因为说属于本性之物的[缺乏]是一回事,而说合乎本性的[缺乏]是另一回事。因为一切缺乏固然都是对本性上属于之物的,但有些缺乏是暴力的且违背本性而产生的(例如某人的眼睛被挖出),而另一些则是合乎本性的,睡眠便属于其中之一。那些把线定义为在具有维度的诸物中具有一维之物的人,也犯了类似的错误;因为具有一维之物在自身中已经包含了具有维度之物;因为具有一维之物并非存在于无维度之物中。与这些类似的,还有说火是诸物体中干燥且发热的物体,或者说人是有意图且具思虑的动物,或者说德性是在过度与不足的中道中最优秀的品质;因为在上述诸端的中道之中正存在着最优秀者。

§6.23

"Πάλιν εἰ τοῦ καθόλου εἰρημένου προσθείη καὶ ἐπὶ μέρους." Τοῦ ἐκ περιττοῦ προσκεῖσθαί τι ἐν τῷ ὅρῳ δεικτικόν φησιν εἶναι καὶ τὸ εὑρεῖν εἰ τοῦ καθόλου εἰρημένου πρόσκειταί τι τῶν ἐπὶ μέρους καὶ ὑπ’ αὐτό· καὶ γὰρ ὁ τοῦτο ποιῶν πολλάκις ταὐτὸν λαμβάνει. διαφέροι δ’ ἂν οὗτος ὁ τόπος τοῦ πρὸ αὐτοῦ, ὅτι ἐκεῖ μὲν ἐδείκνυτο τὸ προσκείμενον ταὐτὸν ὄν τινι τῶν κειμένων, ἐνταῦθα δὲ ὑπό τι τῶν ἀποδεδομένων. δόξειε δ’ ἂν ἔνστασιν ἔχειν ὁ τόπος· ἐν γὰρ τῷ πτηνῷ τὸ σχιζόπτερον προστίθεμεν· τοῦτο δέ ἐστιν ἐν τῷ φθάνοντι κεῖσθαι. ἢ οὐχ ὅμοιον τοῦτο τοῖς εἰρημένοις. ἐπ’ ἐκείνων μὲν γὰρ τῷ τὸ καθόλου ἴδιον εἶναι τοῦ πράγματος, τούτῳ ἐγίνετο ἡ τοῦ ὑπ’ αὐτὸ προσθήκη περιττή·2 ὅ τε γὰρ νόμος πάντων τῶν καλῶν ἐστιν εἰκὼν κατὰ τὸν οὕτω λέγοντα, καὶ ὁ ἐπιεικὴς ἐν πᾶσι τοῖς συμφέρουσιν ἐλαττωτικὸς αὑτοῦ· εἰ γὰρ ἔν τισιν ἀφωρισμένοις, προσθήκης ἐδεῖτο καὶ οὐκ ἂν ἐλέγετο τῶν συμφερόντων καὶ δικαίων ἀλλὰ ‘τῶν ἐν τοῖς δικαίοις συμφερόντων’· καὶ ἡ ἰατρικὴ ἐπιστήμη τῶν πᾶσι τοῖς ζῴοις ὑγιεινῶν· ὁ δ’ ὄρνις οὐκ ἐν πᾶσίν ἐστι τοῖς πτηνοῖς, ἀλλὰ τὸ πτηνὸν ἐν τούτῳ. ἔτι ἐπὶ μὲν τοῦ ὄρνιθος γένος μὲν τὸ πτηνόν, διαφορὰ δὲ τὸ σχιζόπτερον· ἐπὶ δὲ τῶν προειρημένων οὔτε τὸ καθόλου ὡς γένος ὂν τοῦ προκειμένου εἴληπται, οὔτε τὸ ὑπ’ αὐτὸ διαφορά ἐστιν, ἀλλ’ εἶδός τι τοῦ καθόλου.

“再次,如果已经陈述了普遍者,却又把部分的附加其上。” 他说,发现当已经陈述了普遍者时是否又附加了部分的且属于其下的某种事物,这也指示出定义中包含了多余之物的添加;因为这样做的人多次采取了同一事物。这个论题与它前面的论题的区别在于:在那里,被附加之物被表明与已经给出的某个成分相同,而在这里,则是被表明属于给出的某个成分之下。但这个论题似乎会遇到反驳;因为在有翼之物上,我们附加了裂翼的;而这存在于先前已经给出的成分之中。或者说,这与所提到的例子并不相似。因为在那些例子中,由于普遍者是对该事物所固有的,因此将属于其下的成分附加其上便成了多余;因为按照如此主张的人,法律是一切高尚之物的肖像,而公道之人是在一切有益之事上自我克制让步的人(因为如果仅在某些限定的事上如此,它就需要附加成分,且不会被说成是‘关于有益与正义之事的’,而是‘关于正义之事中有益之事的’);并且医术是关于对所有动物皆健康之物的知识。但鸟并不存在于所有有翼之物中,反而是有翼之物存在于鸟中。此外,就鸟而言,有翼的是属,而裂翼的是种差;但在前面所述的例子中,既没有把普遍者作为所设题之物的属来采取,其下的成分也不是种差,而是普遍者的某一个种。

语法注2 条
  1. 6.22ἄλλο γάρ ἐστιν εἰπεῖν τοῦ κατὰ φύσιν καὶ ἄλλο τὸ κατὰ φύσιν

    通过 ἄλλο ... καὶ ἄλλο 句式对比了两种表达。属格 τοῦ κατὰ φύσιν 作为被省略的 στέρησις 的宾格性属格起作用(“对本性所属之物的缺乏”),而中性宾格(或主格)的 τὸ κατὰ φύσιν 则作形容词性/状态性成分修饰缺乏本身(“合乎本性的缺乏”),以此澄清术语层面的混淆。

  2. 6.23ἐπ’ ἐκείνων μὲν γὰρ τῷ τὸ καθόλου ἴδιον εἶναι τοῦ πράγματος, τούτῳ ἐγίνετο ἡ τοῦ ὑπ’ αὐτὸ προσθήκη περιττή

    带冠词不定式短语 τῷ τὸ καθόλου ἴδιον εἶναι τοῦ πράγματος 作为表示原因的与格,与指示代词 τούτῳ 构成呼应同格,形成“由于普遍者属于该事物所固有,正因如此……添加才成为多余”的因果句式骨架。主句动词为 ἐγίνετο,主语为 ἡ ... προσθήκη。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:433.20-435.8