- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:435.9-437.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《论题篇》141a26–141b22,论证定义必须通过在绝对意义上或在本性上在先且更可知之物(即属和种差)来制定,并阐明为何仅根据对我们而言可知之物给出的说明无法指明本质,因而不能算作严格意义上的定义。
" Πρῶτον μὲν εἰ μὴ διὰ προτέρων." Πρῶτον μέν, φησί, δειχθήσεται μὴ ὡρίσθαι τὸ προκείμενον, εἰ μὴ διὰ προτέρων καὶ γνωριμωτέρων αὐτοῦ πεποίηται τὸν ὁρισμόν. ὁ γὰρ ὁρισμὸς τοῦ γνωρίσαι χάριν ἀποδίδοται· γνωρίζομεν δὲ οὐκ ἐκ τῶν τυχόντων ἀλλ’ ἐκ τῶν προτέρων καὶ γνωριμωτέρων, ὡς ἐν τῇ Ἀποδεικτικῇ εἴρηται. ἔτι εἰ ἔσται διὰ τῶν ὑστέρων καὶ μὴ διὰ γνωριμωτέρων, ὁρισμοὶ πλείους ἔσονται τοῦ αὐτοῦ· δῆλον γὰρ ὅτι καὶ ὁ διὰ τῶν προτέρων καὶ γνωριμωτέρων αὐτοῦ λόγος ἔσται ὅρος καὶ βελτίων. ἀλλ’ εἰ ὁ ὁρισμὸς λόγος ἐστὶν ὁ τὸ τί ἦν εἶναι δηλῶν τοῦ πράγματος, οὐ πλείους ἔσονται ὁρισμοὶ τοῦ αὐτοῦ· πλείω γὰρ καὶ τὰ τί ἦν εἶναι ἔσται· ἀλλὰ μὴν ἑκάστῳ τὸ εἶναι, καθ’ ὃ ἔστι, ταὐτόν ἐστιν· οὐκ ἄρα οἷόν τε πλείους ἑνὸς ὁρισμοὺς εἶναι. Δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τὸ μὴ διὰ γνωριμωτέρων διττόν, ἢ ἁπλῶς ἢ ἡμῖν, ἐπεὶ καὶ τὸ γνωριμώτερον.
“首先,如果不是通过在先者。” 他说,首先,如果某人不是通过在先于且更可知于该事物本身的成分来制定其定义,那么将表明该设题之物并未被定义。因为给出定义是为了使人认识;而我们并非从偶然的事物出发来获得认识,而是从在先且更可知的事物出发,正如在《后分析篇》中所说的那样。此外,如果是通过在后者且不是通过更可知者[来定义],同一事物就会有多个定义;因为显而易见,通过在先于且更可知于它的成分所作的说明也同样是定义,而且是更好的定义。但如果定义是表明事物‘是什么’的说明,那么同一事物就不会有多个定义;因为若是那样,‘是什么’也会变成多个;然而对于每一事物而言,其赖以存在的‘存在’是同一的;因此,一事物不可能有多个定义。还必须知道这一点:不是通过更可知者[来定义]具有双重含义,或者是在绝对意义上,或者是对我们而言,因为‘更可知者’也是具有双重含义的。
"Ἁπλῶς μὲν οὖν βέλτιον τὸ διὰ τῶν προτέρων τὰ ὕστερα πειρᾶσθαι γνωρίζειν· ἐπιστημονικώτερον γὰρ τὸ τοιοῦτόν ἐστιν." Ὅτι βέλτιον μὲν τὸ διὰ τῶν προτέρων τὰ ὕστερα γνωρίζειν (ἐπιστημονικὸν γὰρ τοῦτο), πρὸς δὲ τοὺς ἀδυνατοῦντας διὰ τῶν τοιούτων γνωρίζειν ἀναγκαῖον ἴσως διὰ τῶν ἐκείνοις γνωριμωτέρων ὁρίζεσθαι. 〈οὐκ〉 ἔστι δὲ ταῦτα τὸ τί ἦν εἶναι τοῦ πράγματος δηλοῦν,1 ἂν μὴ ἅμα τὸ αὐτὸ ἡμῖν τε ᾖ γνωριμώτερον καὶ τῇ φύσει, τῷ δεῖν μὲν τὸν ὁρισμὸν ἐκ γένους εἶναι καὶ διαφορῶν, τὸ δὲ γένος καὶ τὰς διαφορὰς τῶν ἁπλῶς τε καὶ τῇ φύσει πρώτων καὶ γνωριμωτέρων τοῦ ὁριστοῦ εἴδους εἶναι· ἕκαστον γὰρ τούτων συναναιρεῖ μὲν τὸ εἶδος τὸ ὁριστόν, οὐ συναναιρεῖται δὲ ὑπ’ αὐτοῦ. ὥστε, εἰ διὰ τούτων μὲν ὁ ὁρισμός, οὐ τοιαῦτα δὲ τὰ πρὸς ἡμᾶς πρῶτα, ὁ διὰ τῶν πρὸς ἡμᾶς πρώτων ἀποδεδομένος λόγος οὐ τοῦ τί ἦν εἶναι δηλωτικὸς ἂν εἴη οὐδ’ ὁρισμός· δεῖ γὰρ ὁρισμὸν τοῦτο δηλοῦν. δείξας δὲ ὅτι πρότερον τὸ γένος καὶ ἡ διαφορὰ τοῦ εἴδους ἐστίν, ὅτι ἕπεται τῷ προτέροις αὐτοῖς εἶναι τὸ καὶ γνωριμωτέροις εἶναι2 (περὶ γὰρ τούτου προέκειτο αὐτῷ λέγειν) δεικνὺς ἐπήνεγκεν ἔστι δὲ καὶ γνωριμώτερα, διότι ὁ μὲν εἰδὼς ὅπερ ἐστὶ τὸ ὁριστὸν καὶ οὗ ὁ ὁρισμὸς εἶδος οἶδε καὶ τὸ γένος αὐτοῦ καὶ τὰς διαφοράς, τουτέστι τὸν ὁρισμόν (τοῦτο γὰρ ἦν τὸ εἰδέναι τὴν οὐσίαν αὐτοῦ ἥτις ἐστίν· ἐν τούτοις γὰρ ἡ οὐσία), οὐκέτι μέντοι ὁ τὸ γένος εἰδὼς ἢ τῶν διαφορῶν ἑκάστην ἤδη καὶ τὸ εἶδος οἶδεν. ὥστε, εἰ μὴ ἀντιστρέφει ἡ γνῶσις, γνωριμώτερα ἂν εἴη, ἃ συγγνωρίζεται πάντως, δύναται μέντοι κατ’ ἰδίαν γνωρίζεσθαι, τῶν χωρὶς ἐκείνων γνωρισθῆναι μὴ δυναμένων· ὡς γὰρ πρότερον τῇ φύσει τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οὕτω καὶ γνωριμώτερον τῇ φύσει οὗ ἡ γνῶσις τῇ τοῦ τινὸς γνώσει συνεισάγεται, ἐκεῖνο δέ, οὗ τῇ γνώσει αὐτὸ γινώσκομεν, οὐ συνεισάγει.
“因此在绝对意义上,尝试通过在先者使在后者被认识是更好的;因为这样的做法更为科学。” [他是说]虽然通过在先者来认识在后者是更好的(因为这是科学的做法),但对于那些无法通过此类事物获得认识的人而言,通过对他们而言更可知的事物来定义或许是必要的。然而,除非同一事物碰巧既对我们而言更可知又在本性上更可知,否则这些[对我们而言更可知者]不可能表明事物的‘是什么’;这是因为定义必须由属和种差构成,而属与种差必须属于在绝对意义上以及在本性上都在先于且更可知于被定义的种的事物;因为这些成分中的每一者固然都随同自身取消被定义的种,却不会被该种随同取消。因此,如果定义是通过这些成分构成的,而对我们而言在先者并不具有这种性质,那么通过对我们而言在先者给出的说明就不会是指明‘是什么’的,也不会是定义;因为定义必须表明这一点。在表明了属与种差在先于种之后,为了展示由于它们是在先的,因而它们也是更可知的这一结论也随之而来(因为摆在他面前的任务正是谈论这一点),他补充道‘而且它们也是更可知的’;因为知道被定义之物本身即作为定义所属之种是什么的人,也知道它的属和种差,也就是知道了定义(因为知道它的实体是什么正是指这一点;因为其实体就在这些成分之中),然而知道属或者知道各别种差的人,却不会因此就已经知道了种。因此,如果认识是不可逆的,那么那些必定总是一同被认识、但却能够独立被认识的事物,比起那些离开它们就无法被认识的事物来,应当是更可知的;因为正如随同自身取消他物却不被他物随同取消之物在本性上是在先的,同样,其认识伴随着对某物的认识而被引入、但却并不伴随引入我们借其认识而认识它的那件事物之物,在本性上也是更可知的。
"Οὐ δεῖ δὲ λανθάνειν ὅτι τοὺς οὕτως ὁριζομένους οὐκ ἐνδέχεται." Ὅτι οἱ ἐκ τῶν ἡμῖν γνωρίμων ὁρισμοὶ οὐ δηλοῦσι τὸ τί ἦν εἶναι τῷ ὁριζομένῳ, ἐὰν μὴ ᾖ ἡμῖν τε καὶ τῇ φύσει ταὐτὸν γνώριμον, εἴπερ οἱ ὁρισμοὶ ἐκ γένους καὶ διαφορῶν, ταῦτα δὲ πρότερα καὶ γνωριμώτερα τῇ φύσει.
“但是不可忽视的是,对于如此定义的人而言是不可能的。” [他是说]依据对我们而言可知之物所作的定义,并不能为被定义之物表明其‘是什么’,除非同一事物既对我们而言又在本性上都是可知的,既然定义是由属和种差构成的,而这些在本性上是在先且更可知的。
- 6.25〈οὐκ〉 ἔστι δὲ ταῦτα τὸ τί ἦν εἶναι τοῦ πράγματος δηλοῦν
此处是在表示可能性的无人称结构 ἔστι + 不定式(δηλοῦν)(意为“可能/能够”)前补充否定词 οὐκ 的形态。代词 ταῦτα(指对我们而言可知的事物)作为不定式 δηλοῦν 的逻辑主语置于宾格,整个主句构成“这些不可能指明事物的‘是什么’”的结构。
- 6.25ὅτι ἕπεται τῷ προτέροις αὐτοῖς εἶναι τὸ καὶ γνωριμωτέροις εἶναι
全句的骨架是:主动词 ἐπήνεγκεν(“他补充道”)由分词 δεικνύς(“展示……”)修饰主语,该分词带有 ὅτι 引导的宾语从句。在 ὅτι 从句内部,动词 ἕπεται(“伴随”)的主语是带冠词的不定式短语 τὸ καὶ γνωριμωτέροις εἶναι,而与格的带冠词不定式短语 τῷ προτέροις αὐτοῖς εἶναι 则是 ἕπεται 的与格补足语。
