← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§432.8-433.19

定义中双重谓述与同义反复的辨析

亚历山大基于亚里士多德《论题篇》140b35,通过“人”和“欲望”的定义阐明了定义项中出现相同语词或概念为何不构成双重谓述的谬误,并以色诺克拉底对明智的定义作为真正同义反复的例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.21

" Οὐ γὰρ κατὰ ζῴου πεζοῦ τὸ δίπουν κατηγορεῖται." Ὅτι ὡς τοῦ ἀνθρώπου τὸ δίπουν κατηγορεῖται, οὕτως καὶ τοῦ ὁρισμοῦ αὐτοῦ, τοῦ ζῴου πεζοῦ δίποδος, καὶ οὐ δὶς τὸ δίπουν κατηγορεῖται, ἐπεὶ οὐδὲ τοῦ ἀνθρώπου, ᾧ ταὐτόν ἐστιν ὁ τούτου ὁρισμός, δὶς τὸ δίπουν κατηγορεῖται ἀλλ’ ἅπαξ· οὐ γὰρ μόνου τοῦ ζῴου πεζοῦ κατηγορεῖται τὸ δίπουν ἀλλ’ ὅλου τοῦ ζῴου πεζοῦ δίποδος. [Καὶ ὁ εἰπὼν τὴν ἐπιθυμίαν ὄρεξιν ἡδέος εἶναι δὶς τὸ ‘ἡδέος’ ἔθηκεν ἐν τῷ ὅρῳ· καὶ ἡ ἐπιθυμία γὰρ ἡδέος ἐστίν. ἀλλ’ ἴσως μέν, φησίν, οὐδὲν ἄτοπον τοῦτο· καὶ γὰρ τὸ δίπουν ταὐτόν ἐστι τῷ ἀνθρώπῳ καὶ κατηγορεῖται κατ’ αὐτοῦ· ἔστι δὲ καὶ τὸ ζῷον πεζὸν δίπουν ταὐτὸν τῷ ἀνθρώπῳ, ὥστε ἔτι τοῦ ἀνθρώπου τὸ δίπουν κατηγορεῖται, ὃ ἦν τοῦ ζῴου πεζοῦ δίποδος. ἀλλ’ οὐκ ἔσται ὁ ἄνθρωπος ζῷον πεζὸν δίπουν δίπουν· διὸ οὐδὲν ἄτοπον ἐκ τούτου συμβαίνει. οὐ γὰρ κατὰ τοῦ πεζοῦ ζῴου τὸ δίπουν λέγεται· οὕτω γὰρ ἂν διττὴ ἡ κατηγορία ἐγίνετο, κατὰ τοῦ ἀνθρώπου καὶ τοῦ ζῴου πεζοῦ, καὶ ἐν τῷ ὁρισμῷ δὶς ἐλαμβάνετο τὸ δίπουν· ἀλλὰ κατὰ τοῦ ζῴου πεζοῦ δίποδος τὸ δίπουν λέγεται· τὸ δὲ ζῷον πεζὸν δίπουν ὁ ἄνθρωπός ἐστι, καὶ ἐν τούτῳ ἔχει ὁ ἄνθρωπος τὸ εἶναι, ὥστε ὁ εἰπὼν ζῷον πεζὸν δίπουν ἄνθρωπον εἶπε. ταὐτὰ δ’ ὁμοίως καὶ ἐπὶ τῆς ἐπιθυμίας δεῖ ἐκλαβεῖν. Ἔστι δὲ σαφέστερον εἰπεῖν περὶ τούτου, ὅτι ὡς τοῦ ἀνθρώπου τὸ δίπουν κατηγορεῖται, οὕτω καὶ τοῦ ὁρισμοῦ αὐτοῦ, τοῦ ζῴου πεζοῦ δίποδος, καὶ οὐ δὶς τὸ δίπουν κατηγορεῖται ἀλλ’ ἅπαξ· οὐ γὰρ μόνου τοῦ ζῴου πεζοῦ κατηγορεῖται τὸ δίπουν, ὡς ἐξ ἀνάγκης, ὅταν ἀκούσωμεν ζῷον πεζόν, νοῶμεν αὐτὸ καὶ δίπουν εἶναι, ἀλλ’ ὅλου τοῦ ζῴου πεζοῦ δίποδος, ὅπερ ἐστὶν ὁ ἄνθρωπος. ἐπεὶ οὖν ἐν τῷ ἀνθρώπῳ τὸ δίπουν οὐ δὶς κατηγορεῖται, οὐδὲ ἐν τῷ ὁρισμῷ αὐτοῦ, ὃς ταὐτόν ἐστιν αὐτῷ, δὶς τὸ δίπουν παραληφθήσεται, εἴπερ ἀνθρώπου ὁρισμὸς ἀποδοθείη τὸ ζῷον πεζὸν δίπουν.] Ὁμοίως καὶ ἐπὶ τῆς ἐπιθυμίας· ὡς γὰρ αὐτὴ τοῦ ἡδέος ἐστίν, οὕτω καὶ ὁ ταύτης ὁρισμός, ἡ ὄρεξις τοῦ ἡδέος, ἡδέος ἐστίν. καὶ ἅπαξ μόνον κατηγορεῖται· οὐ γὰρ κατὰ τῆς ὀρέξεως μόνης τὸ ἡδέος εἶναι κατηγορεῖται ἀλλὰ κατὰ τῆς ὀρέξεως τοῦ ἡδέος· οὐκ ἔστι δὲ τῶν ἀτόπων, φησί, τὸ δὶς φθέγξασθαι ταὐτὸ ὄνομα, ἀλλὰ τὸ πλεονάκις ταὐτὸ περί τινος κατηγορεῖν.1 ὥσπερ οὖν τοῦ ἀνθρώπου ἔχοντος ἐν ἑαυτῷ τὸ δίπουν οὐδὲν ἄτοπον κατηγορεῖσθαι κατ’ αὐτοῦ τὸ δίπουν (ἀληθὲς γὰρ καὶ ὑγιὲς τὸν ἄνθρωπον δίπουν εἰπεῖν· οὐδὲν γὰρ ἄτοπον τὸ ὑπάρχον τινὶ κατηγορεῖσθαι αὐτοῦ), οὕτως οὐδὲν ἄτοπον οὐδὲ τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου, καίτοι ἔχοντος ἐν ἑαυτῷ τὸ δίπουν, κατηγορεῖσθαι αὐτό. οὐ γάρ, ὅταν λέγω τυχὸν ὅτι ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστι, καὶ δύνωμαι συνεπινοεῖν ὅτι ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστι, καὶ οἱονεὶ φθέγγωμαι τοῦτο καὶ κατὰ τὴν διάνοιαν, ἄτοπόν τι ποιῶ καὶ διὰ τοῦτο εὐθυνθήσομαι δὶς λέγων αὐτό, ἀλλ’ ὅταν τοῦ αὐτοῦ ὑποκειμένου τὸ αὐτὸ δὶς κατηγορήσω.2 καὶ τίθησι τούτου παράδειγμα τὸν ὑπὸ Ξενοκράτους ἀποδοθέντα ὁρισμὸν τῆς φρονήσεως λέγοντος ‘φρόνησίς ἐστιν ὁριστικὴ καὶ θεωρητικὴ τῶν ὄντων’· τὸ γὰρ θεωρητικὸν ταὐτὸν ὂν τῷ ὁριστικῷ δὶς ἐν τῷ τοιούτῳ παραλαμβάνεται ὁρισμῷ. ὁμοίως καὶ διὰ τῶν λοιπῶν ὑποδειγμάτων σαφῆ πεποίηκε τὰ λεγόμενα· διὸ οὐ δέον ἡμᾶς πολυλογεῖν.

“因为双足的并不是对陆生动物被谓述的。” 因为正如双足的是对人被谓述的,它同样也是对人的定义“陆生双足动物”被谓述的,并且双足的并不是被谓述了两次;既然连对与自己的定义相同的人,双足的也不是被谓述两次,而只是一次;因为双足的并不是单对陆生动物被谓述,而是对整个“陆生双足动物”被谓述的。[说欲望是对快适之物的渴望的人,也是在定义中两次放置了“对快适之物的”;因为欲望也是对快适之物的。但是他说,也许这毫不荒谬;因为双足的与人相同,并对人被谓述;而陆生双足动物也与人相同,以至于双足的——它曾属于陆生双足动物——依然对人被谓述。但人并不会成为陆生双足双足动物;因此由此并未产生任何荒谬之事。因为双足的并不是对陆生动物说的;因为那样的话谓述就会变成双重的,即对人也对陆生动物,而且在定义中双足的就会被采取两次;相反,双足的是对陆生双足动物说的;而陆生双足动物就是人,人正是在此之中具有其存在,以至于说陆生双足动物的人就说了人。关于欲望同样也必须照此理解。关于此事更明晰的说法是:正如双足的是对人被谓述的,它同样也是对人的定义即陆生双足动物被谓述的,并且双足的并不是被谓述两次,而只是一次;因为双足的并不是单对陆生动物被谓述——仿佛当我们听到“陆生动物”时,由于必然性也同时设想它是双足的——而是对整个陆生双足动物,即人本身被谓述的。因此,既然在人身上双足的并没有被谓述两次,那么即使把陆生双足动物作为人的定义给出,在与人相同的定义中双足的也不会被引入两次。]关于欲望也是同样;因为正如欲望本身是对快适之物的,其定义“对快适之物的渴望”也是对快适之物的。而且它只被谓述了一次;因为“对快适之物的”并不是单对渴望被谓述,而是对对快适之物的渴望被谓述的;他说,把同一个名称口吐两次并不属于荒谬之列,把同一事物对某物多次谓述才是荒谬的。因此,正如人在自身中包含双足的时,双足的对人被谓述绝非荒谬(因为说人是双足的是真实且健全的;属于某物的东西对该物被谓述绝非荒谬),同样,对人的定义——尽管它在自身中包含双足的——它〔双足的〕被谓述也绝非荒谬。因为并不是当我恰巧说“人是有理性的会死的动物”,并且能够在心中同时构想“人是有理性的会死的动物”,在思想上也仿佛口吐此言时,我做了某种荒谬之事并会因此因说了两次而受到问责,而是只有当我对同一个底层两次谓述了同一事物时,才会受责。他举出了色诺克拉底所给出的明智的定义作为例证,后者说“明智是关于存在者的规定性的和观照性的”;因为“观照性的”与“规定性的”相同,在这样的定义中被引入了两次。同样,通过其余的例证他也使所说的内容变得明晰;因此我们无需多费口舌。

语法注2 条
  1. 6.21οὐκ ἔστι δὲ τῶν ἀτόπων, φησί, τὸ δὶς φθέγξασθαι ταὐτὸ ὄνομα, ἀλλὰ τὸ πλεονάκις ταὐτὸ περί τινος κατηγορεῖν.

    τῶν ἀτόπων 是部分格(属格),用作连系动词 ἔστι 的表语,表示“口吐同一名称两次并不属于荒谬事物的范畴”。主语是带有中性单数冠词的不定词短语 τὸ δὶς φθέγξασθαι ταὐτὸ ὄνομα。

  2. 6.21οὐ γάρ, ὅταν λέγω τυχὸν ὅτι ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστι, καὶ δύνωμαι συνεπινοεῖν ὅτι ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστι, καὶ οἱονεὶ φθέγγωμαι τοῦτο καὶ κατὰ τὴν διάνοιαν, ἄτοπόν τι ποιῶ καὶ διὰ τοῦτο εὐθυνθήσομαι δὶς λέγων αὐτό, ἀλλ’ ὅταν τοῦ αὐτοῦ ὑποκειμένου τὸ αὐτὸ δὶς κατηγορήσω.

    整句的骨架是对比结构 οὐ γὰρ [...] ἄτοπόν τι ποιῶ καὶ διὰ τοῦτο εὐθυνθήσομαι [...], ἀλλ’ ὅταν [...]。否定词 οὐ 统摄主句动词 ἄτοπόν τι ποιῶ 与 εὐθυνθήσομαι,否定了在几个由 ὅταν 引导的并列从句(ὅταν λέγω ..., καὶ δύνωμαι ..., καὶ ... φθέγγωμαι)下会犯下荒谬或受到谴责,真正的错误条件由相反的 ἀλλ' ὅταν(“而是当……时才[受责]”)引出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:432.8-433.19