← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§429.24-432.7

定义中的繁冗与同义反复考察

亚里士多德《论题篇》卷六关于定义中繁冗论点(140b5–140b27)的注解,考察了附加属或特有属性、混入仅属于物种一部分的规定,以及在现实态和潜在态上的同义反复等缺陷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.17

" Ὁποτέρως μὲν οὖν ἔχει, χαλεπὸν διασαφῆσαι." Τουτέστι πότερον γένος ψυχῆς ὁ ἀριθμὸς ἢ οὔ, καὶ πότερον ἀφαιρεθέντος τοῦ ἀριθμοῦ τὸ καταλειπόμενον ὁρισμός ἐστι ψυχῆς ἢ ἴδιον ἢ οὔ, χαλεπὸν εὑρεῖν· μείζονος γὰρ σκέψεως ἡ περὶ τούτου ζήτησις ἢ τῆς διαλεκτικῆς.1 χρηστέον δὲ τῷ ὁρισμῷ ἐν τῷ παρόντι παραδείγματι, ὡς ἡμῖν ἐστι χρήσιμον· χρησιμεύει δέ, εἰ λάβοιμεν νῦν τὸν ἀριθμὸν ὡς γένος τῆς ψυχῆς. [Καὶ τοῦτο δὲ δεῖ γινώσκειν, ὅτι τοῦ μὴ καλῶς ὡρίσθαι μέρη δύο, ἀσάφεια καὶ περιττολογία. εἴρηκε δὲ κατὰ πόσους τρόπους γίνεται ἡ ἀσάφεια. νῦν δέ φησι περὶ τῆς περιττολογίας ‘περιττόν ἐστιν ἐν ὁρισμῷ ἅπαν οὗ ἀφαιρεθέντος τὸ λοιπὸν δηλοῖ τί ἐστι τὸ ὁριζόμενον’· τοῦτο δὲ “ἢ πᾶσιν ὑπάρχει, ἢ ὅλως τοῖς οὖσιν ἢ τοῖς ὑπὸ τὸ αὐτὸ γένος τῷ ὁριζομένῳ,” ἢ ἴδιόν ἐστι τὸ προσκείμενον, ἢ οὐ πᾶσιν ὑπάρχει τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος, ἢ πλεονάκις εἴρηται, ἢ “εἰ καθόλου εἰρημένου προστεθείη καὶ ἐπὶ μέρους”.] Προσέθηκε δὲ τῷ προτέρῳ παραδείγματι καὶ ἕτερον ὅμοιον, λέγων εἴ τις θείη ὅρον τοῦ φλέγματος εἶναι τὸ ὑγρὸν πρῶτον ἀπὸ τροφῆς ἄπεπτον· τὸ γὰρ ἄπεπτον περιττῶς κεῖται, ἐπειδὴ ἓν τὸ πρῶτον. εἶτα προσαπορεῖ τῷ εἰρημένῳ ὡς οὐχ ὑγιῶς εἰρημένῳ. ἔστι γὰρ ὑγρὸν πρῶτον καὶ ὑγρὸν πρῶτον ἄπεπτον· δύναται γὰρ τὸ ἀπὸ τροφῆς ὑγρὸν πρῶτον εἶναι καὶ πρὸ τοῦ φλέγματος οὐκ ἄπεπτον, ὡς τὸ ἐξυγρανθείσης αὐτῆς ἐν τῇ πέψει γινόμενον αἷμα, ὃ ἀναδίδοται. ὡς μέντοι ἄπεπτον ὑγρὸν πρῶτον τὸ φλέγμα, ἐπεὶ δύναται καὶ ἄλλα ἀπὸ τροφῆς ὑγρὰ ἄπεπτα εἶναι· ἀπὸ γοῦν τοῦ φλέγματος μεταβάλλοντος ὀξὺς χυμὸς γίνεται τις περὶ τὸν στόμαχον, ποτὲ δὲ χολώδης. διὸ οὐ παρέλκοι ἂν τὸ ἄπεπτον προσκείμενον ἐν τῷ τοῦ φλέγματος λόγῳ, εἴ γε μή ἐστιν ἁπλῶς πρῶτον, ἀλλὰ τῶν ἀπέπτων πρῶτον.

“因此,无论究竟是哪一种情形,都是难以弄清的。” 这就是说,数究竟是不是灵魂的类,以及去除了数之后留下的部分究竟是灵魂的定义、特有属性,还是两者皆非,这是难以探明的;因为关于此事的探求属于比辩证术更大的考察。但在当前的例子中,我们应当按照对我们有用的方式来使用这一定义;而如果我们现在将数作为灵魂的类来接受,它就是有用的。[还应当知道这一点,即不妥当地下定义包含两部分:晦涩与繁冗。他已经说明了晦涩通过多少种方式产生。而现在他谈论繁冗:“在定义中,凡是去除之后剩余部分仍表明被定义项是什么的东西,全都是多余的”;而这“要么属于一切事物,要么单纯属于存在者,要么属于与被定义项同属一个类的事物”,要么附加项是特有属性,要么不属于同一物种下的所有事物,要么被多次言说,要么是“如果普遍地言说之后,又在部分上被附加”。]他在前一个例子之外又附加了另一个相似的例子,说如果有人将粘液的定义定为“来自养料的原初的未消化的湿体”;因为“未消化的”被多余地放置了,既然原初的事物只有一个。随后他又针对所说的话提出了疑难,认为它说得并不稳妥。因为既有“原初的湿体”,也有“原初的未消化的湿体”;因为来自养料的湿体在粘液之前也有可能是原初的且并非未消化的,比如在消化中养料液化时产生并被输送的血液。然而作为未消化的湿体,粘液则是原初的,因为来自养料的其他湿体也可能是未消化的;至少从粘液转化而来,在胃附近会产生某种酸性体液,有时则是胆汁质的体液。因此,如果它并非单纯是原初的,而是未消化物中原初的,那么在粘液的表述中附加“未消化的”便不是徒劳累赘的。

§6.18

"Ἔτι εἴ τι τῶν ἐν τῷ λόγῳ μὴ πᾶσιν ὑπάρχει τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος." Ἔτι ἐὰν ἐν τῷ ἀποδεδομένῳ τινὸς λόγῳ τοιοῦτόν τι προσκείμενον ᾖ, ὃ μὴ πᾶσι τοῖς ἐν τῷ αὐτῷ εἴδει, οὗ τὸν ὁρισμὸν ἀποδίδωσιν, ὑπάρχει, παρέλκον τε καὶ μάτην προσκείμενον τὸ τοιοῦτον ἔσται. καὶ μᾶλλόν γε τοῦτον ἢ τὸν ἔχοντά τι προσκείμενον, ὃ πᾶσιν ὑπάρχει, διαβλητέον. ἐπὶ μὲν γὰρ ἐκείνου, εἰ ὁ λόγος χωρὶς τοῦ προσκειμένου, ὃ πᾶσιν ὑπάρχει, [καὶ] ἴδιός ἐστιν ὑποκειμένου τινὸς τὴν οὐσίαν αὐτοῦ δηλῶν, καὶ μετὰ τοῦ τοιούτου προσκειμένου ἔτι ἴδιος ἔσται αὐτοῦ· καθόλου γάρ, πρὸς τὸν ἴδιόν τινος λόγον ἂν προστεθῇ τι παντὶ ὑπάρχον τῷ ὁριστῷ, καὶ ὅλος ὁ λόγος μετὰ τοῦ προσκειμένου ἔτι ἴδιος γίνεται τοῦ πράγματος2 καὶ ἀντικατηγορηθήσεται τοῦ πράγματος· οὐδενὶ γὰρ ἄλλῳ παρὰ τὸ προκείμενον ὁ τοιοῦτος ἐφαρμόζει λόγος. ἐὰν δὲ προστεθῇ τι ὃ μὴ παντὶ ὑπάρχει τῷ ὁριστῷ, ἀδύνατον ὅλον τὸν λόγον εἶναι ἴδιον· οὐ γὰρ ἀντικατηγορεῖται.

“此外,如果在表述中的某项不属于同一物种下的所有事物。” 此外,如果在给出的某物的表述中附加了这样的项,它并不属于提供定义的同一物种中的所有事物,那么这样的项将是累赘且徒劳附加的。而且比起包含属于一切事物的附加项的表述,这种表述更应当受到谴责。因为在前一种情形中,如果表述在没有属于一切事物的附加项时,是表明某底层本质的特有属性,那么连同这样的附加项一起,它依然是其特有属性;因为普遍而言,如果在某物的特有表述上附加了属于被定义项全体的某物,那么整个表述连同附加项一起依然成为该事物的特有属性,并能与该事物互为换位谓述;因为这样的表述不适用于所提出的对象之外的任何事物。但如果附加了不属于被定义项全体的某物,整个表述就不可能是特有属性;因为它是不能互为换位谓述的。

§6.19

"Διὰ τὸ μὴ πᾶσιν ὑπάρχειν τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος τὸ τετράπηχυ." Εἴη ἂν οὐ τοῦ μὴ ὡρίσθαι ἀλλὰ τοῦ μὴ καλῶς ὡρίσθαι τῷ ἔχειν ἐκ περισσοῦ προσκείμενον καὶ οὗτος ὁ τόπος, ὅτι ἀφαιρεθέντος τούτου, ὃ μὴ πᾶσιν ὑπάρχει, ὁ καταλειπόμενος λόγος ὁρισμός ἐστι τοῦ προκειμένου.

“由于四肘并不属于同一物种下的所有事物。” 这一论点也将不属于未能下定义,而属于因包含多余附加项而未能妥当地下定义,因为去除了这并不属于一切事物的项之后,留下的表述就是所提出对象的定义。

§6.20

"Πάλιν εἰ τὸ αὐτὸ πλεονάκις εἴρηκεν." Ἐπὶ πλέον, φησίν, ἁμαρτάνει ὁ πλεονάκις τὸ αὐτὸ τιθεὶς ἐν τῷ ὅρῳ. ἐνεργείᾳ μέντοι τὸ αὐτὸ οὐκ ἄν τις ῥᾳδίως ὁριζόμενος πλεονάκις θείη· φανερὸν γὰρ καὶ πρόδηλον τὸ ἁμάρτημα· δυνάμει δὲ πολλάκις ποιοῦσί τινες τοῦτο, προστιθέντες ὃ φθάνει ταὐτὸν εἶναί τινι τῶν κειμένων.3 οἷον ὁ ἀποδιδοὺς τοῦ ἀνθρώπου ζῷον αἰσθητικὸν πεζὸν δίπουν ἐνεργείᾳ μὲν οὐκ ἔχει πλεονάκις κείμενον τὸ αἰσθητικόν, δυνάμει δέ· ἐν γὰρ τῷ ζῴῳ τὸ αἰσθητικόν ἐστιν, εἴ γε ζῷόν ἐστιν οὐσία ἔμψυχος αἰσθητική. διὸ παρέλκων ὁ τοιοῦτος λόγος τῷ ἐκ περισσοῦ τι ἔχειν προσκείμενον, ἐν ᾧ πλεονάκις ἢ ἐνεργείᾳ ἢ δυνάμει ταὐτὸν παρείληπται. καὶ ὁ εἰπὼν δὲ ‘ἀρετή ἐστιν ἕξις ἐν μεσότητι ὑπερβολῆς καὶ ἐλλείψεως βελτίστη’ δὶς εἶπε τὸ ‘βελτίστη’· πᾶν γὰρ τὸ μέσον καὶ βέλτιστον· ὥστε περιττὸν τὸ ‘βελτίστη’. ὁμοίως δὲ καὶ τὸ ‘ἐλλείψεως καὶ ὑπερβολῆς’ περιττόν· εἰπὼν γὰρ μέσην ἐδήλωσεν ὅτι οὔτε ὑπερβάλλει οὔτε ἐλλείπει.

“再次,如果他多次言说了同一事物。” 他说,在定义中多次放置同一事物的人,犯下了更大的错误。不过在现实态上,下定义的人不会轻易多次放置同一事物;因为这一错误是显然且昭彰的;但在潜在态上,有些人常常这样做,附加了预先已与所放置的某项相同的东西。例如给出人的定义为“有感觉的、陆生的双足动物”的人,在现实态上并没有多次放置“有感觉的”,但在潜在态上却放了;因为“有感觉的”存在于“动物”之中,如果动物确是有灵魂的、有感觉的实体的话。因此,包含多余附加项的这种表述是累赘的,在其中现实态上或潜在态上多次引入了同一事物。而说“德性是在过度与不足的中道中的最善品质”的人,也把“最善的”说了两次;因为一切居中的事物也是最善的;以至于“最善的”是多余的。同样,“不足与过度的”也是多余的;因为说了“居中的”,他就已经表明它既不过度也不足。

语法注3 条
  1. 6.17μείζονος γὰρ σκέψεως ἡ περὶ τούτου ζήτησις ἢ τῆς διαλεκτικῆς

    属格短语 μείζονος σκέψεως 与省略的系动词 ἐστί 一同作表语属格(属性或归属),意为“属于更大的考察”。在比较连词 ἤ 之后,τῆς διαλεκτικῆς 顺承承前省略的 σκέψεως,表示“比辩证术[的考察]”。

  2. 6.18καθόλου γάρ, πρὸς τὸν ἴδιόν τινος λόγον ἂν προστεθῇ τι παντὶ ὑπάρχον τῷ ὁριστῷ, καὶ ὅλος ὁ λόγος μετὰ τοῦ προσκειμένου ἔτι ἴδιος γίνεται τοῦ πράγματος καὶ ἀντικατηγορηθήσεται τοῦ πράγματος

    在以 ἄν + 虚拟式(προστεθῇ)构成的条件句的主句中,主要动词由现在时(γίνεται)与将来时(ἀντικατηγορηθήσεται)并列连接。句法结构从一般事实的表述推进到必然的逻辑结果。

  3. 6.20προστιθέντες ὃ φθάνει ταὐτὸν εἶναί τινι τῶν κειμένων

    动词 φθάνω 搭配不定式(ταὐτὸν εἶναι)构成惯用句式,表示先行或已然的状态(“预先/已经是相同的”)。由关系代词 ὅ 引导的整个关系从句作分词 προστιθέντες 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:429.24-432.7