← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§41.20-43.8

关于定义的界定与本质表达式的论证

注疏者探讨了亚里士多德关于定义的规定(101b39),解释了其词源、“原先所是的存在”一语中“曾是”的时态用法以及添加“存在”的必然性,并驳斥了将定义仅视为恰当契合之言论的异说(指出其无法将定义与固有属性区分开来)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17

" Ἔστι δὲ ὅρος μὲν λόγος ὁ τὸ τί ἦν εἶναι σημαίνων." Πρῶτον περὶ τοῦ ὁρισμοῦ τὸν λόγον ποιεῖται· τελειότερον γὰρ ὁ ὁρισμὸς καὶ πάντα τὰ ἄλλα ἐν ἑαυτῷ ἔχων· καὶ γὰρ τὸ γένος ἐν τῷ ὅρῳ καὶ τὸ ἴδιον καὶ τὸ ὑπάρχον, τοῦτ’ ἔστι τὸ συμβεβηκός. κἄπειτα ὁρίζεται καὶ ταῦτα. καὶ τί ποτε σημαίνει τὸ ὄνομα τοῦ ὁρισμοῦ, ἀποδίδωσι. μετενήνεκται δὲ τὸ τοῦ ὅρου καὶ τοῦ ὁρισμοῦ ὄνομα ἀπὸ τῶν ὅρων τῶν ἐπὶ τῶν χωρίων, οἷς περιγράφουσιν αὐτὰ καὶ τῶν ἄλλων χωρίζουσιν. οὐκ εἰ ὁρισμοῦ δὲ ὁρισμὸν ἀποδίδωσι, διὰ τοῦτο εἰς ἄπειρον προελεύσεται·1 παντὸς γὰρ ὁρισμοῦ, καθ’ ὃ ἔστιν ὁρισμός, οὗτος ἔσται λόγος, καὶ οὐκ ἄλλος ἄλλου. λόγον δέ φησιν εἶναι τὸν ὁρισμὸν τὸν τὸ τί ἦν εἶναι σημαίνοντα, ὃ μόνῳ τῷ λόγῳ ὑπάρχει τούτῳ. τὸ δὲ τί ἦν εἶναι ὡς ὀνοματικὸν μὲν συλλαβὼν ἐξενήνοχε,2 σημαίνει δὲ ‘ὁ τὸ τί ἐστι τὸ εἶναι σημαίνων τῷ ὁριστῷ’, τοῦτ’ ἔστι λόγος δηλωτικὸς τοῦ τί ποτέ ἐστι τὸ εἶναι ἐκείνῳ οὗ ἐστιν ὅρος. τῷ γὰρ ἦν οὐχ ὡς τοῦ παρεληλυθότος χρόνου δηλωτικῷ κέχρηται νῦν, ἀλλ’ ἀντὶ τοῦ ‘ἔστιν’. συνήθης δὲ ἡ τοιαύτη χρῆσις· ὁ γὰρ λέγων ‘τοῦτο ἦν’ ἴσον λέγει τῷ ‘τοῦτο ἔστι’, τῷ ‘ἦν’ ἀντὶ τοῦ ‘ἔστι’ χρώμενος, καὶ ὁ λέγων ‘τίς ἦν ὁ κόπτων τὴν θύραν;’ ἀντὶ τοῦ ‘τίς ἔστιν ὁ κόπτων τὴν θύραν;’ λέγει. ὁ γὰρ ὅρος τὴν οὐσίαν καὶ ἐν ᾧ ἐστιν ἑκάστῳ τὸ εἶναι, τοῦτο δηλοῖ, οὐ συμβεβηκός τι οὐδὲ παρεπόμενον ἄλλως. πλειόνων γὰρ ὄντων τῶν ὑπαρχόντων ἑκάστῳ ὁ ὅρος ἀποκρίνων τὰ ἄλλα μόνα δηλοῖ ταῦτα τῶν ὑπαρχόντων οἷς ὁρίζεται, καὶ ἐν οἷς ἐστιν αὐτῷ τὸ εἶναι, καὶ καθ’ ἃ διαφέρον τῶν ἄλλων ἐστὶ τοῦτο ὃ εἶναι λέγεται. οὐ μάτην δὲ οὐδὲ ἐκ περιττοῦ τῷ ἦν τὸ εἶναι πρόσκειται ἀλλ’ ἀναγκαίως. εἰ γὰρ τὸ ἦν τὸ ‘ἔστι’ σημαίνει, εἴη ἂν ὁ λόγος ὁ τὸ τί ἦν σημαίνων ὁ αὐτὸς τῷ ‘λόγος ὁ τὸ τί ἐστι σημαίνων’, δῆλον ὅτι τὸ προκείμενον πρᾶγμα οὗ ἀποδίδοται. ἀλλ’ εἰ τοῦτο, πᾶς ὁ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ προκειμένου ἔχων τι λόγος ὁρισμὸς αὐτοῦ ἔσται· ἐν τῷ τί ἐστι δὲ κατηγορεῖται τῶν εἰδῶν τὰ γένη, συνωνύμως γάρ· ὁ ἐν τῷ γένει ἄρα τὸ εἶδος τιθεὶς λόγος εἴη ἂν ὁρισμὸς τοῦ εἴδους, δηλῶν τὸ τί ἐστιν, ὅπερ οὐκ ἀληθές. οὐκ ἄρα αὔταρκες τὸ ἦν, ὡς τινες ἡγοῦνται, ὧν δοκεῖ πρῶτος μὲν Ἀντισθένης εἶναι, εἶτα δὲ καὶ τῶν ἀπὸ τῆς Στοᾶς τινες, ἀλλὰ εὐλόγως τὸ εἶναι πρόσκειται. ὁ γὰρ τί ἐστι τὸ εἶναι αὐτῷ δηλῶν λόγος οὐκ ἔστιν ὁ τὸ γένος ἢ ἄλλο τι τῶν ἐν τῷ τί ἐστι κατηγορῶν αὐτοῦ· οὐ γὰρ τοῦτ’ ἔστι τὸ εἶναι τῷ εἴδει τὸ τὸ γένος αὐτοῦ κατηγορεῖσθαι, ὅτι μὴ ταὐτόν ἐστι τὸ εἶδος τῷ γένει τῷ αὑτοῦ. καὶ ἔστιν ἴσον τὸ εἰρημένον τῷ ‘λόγος ὁ τῆς τοῦ πράγματος οὐσίας δηλωτικὸς καὶ καθ’ ὃ ἐστιν αὐτῷ τὸ εἶναι’. οἱ δὲ λέγοντες ὅρον εἶναι λόγον κατὰ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενον, ἀνάλυσιν μὲν λέγοντες τὴν ἐξάπλωσιν τοῦ ὁριστοῦ καὶ κεφαλαιωδῶς, ἀπαρτιζόντως δὲ τὸ μήτε ὑπερβάλλειν μήτε ἐνδεῖν, οὐδὲν ἂν λέγοιεν3 τὸν ὅρον διαφέρειν τῆς τοῦ ἰδίου ἀποδόσεως. λόγος γὰρ καὶ τὸ ‘ζῷον γελαστικόν’, καὶ ἀπερίττως τε καὶ ἀνελλιπῶς σημαίνει τὸν ἄνθρωπον· οὔτε γὰρ ἐπὶ πλέον οὔτε ἐπ’ ἔλαττόν ἐστι τοῦ ἀνθρώπου. ἀλλὰ πλεῖστον ὁρισμοῦ ὁ διὰ τοῦ ἰδίου λόγος ἀποδιδόμενος διαφέρει, ὅτι μὴ σημαίνει ἐν τίνι ἐστὶ τὸ εἶναι τῷ ἀνθρώπῳ. ὅτι γὰρ μὴ ἐν τῷ γελαστικῷ τῷ ἀνθρώπῳ τὸ εἶναι, δῆλον ἐκ τοῦ τὰς καθ’ ὅ ἐστιν ἕκαστον ἐνεργείας ταύτας τελειοῦν αὐτό· οὐκ ἔστι δὲ τελειότης ἀνθρώπου τὸ γελᾶν.

“定义是表示本质的言论。” 首先他论述了定义;因为定义更为完满,并将所有其他各项都包含在自身之内。因为属在定义之中,固有属性也在其中,属于主体者即偶性亦在其中。随后这些也都被定义了。他还指明了定义这一名称究竟意味着什么。界线与定义这一名称是从田地的界石转喻而来的,人们用界石来划定田地并将它们与其他田地分隔开来。并不是因为他给出了定义的定义,就会因此走向无穷;因为对于每一个定义而言,只要它是定义,这就会是它的言说,而不是这一个定义有这一种言说,另一个定义又有另一种言说。他说,定义是表示本质的言论,而这仅仅属于这种言论。他把“原先所是的存在”这一短语作为一个名词性短语合在一起来表达,但它的意思是“表示对被定义者而言存在是什么的言论”,也就是说,是指明对定义所从属的那个事物而言存在究竟是什么的言论。因为他现在使用“曾是”,并非用作过去时间的指示,而是用以代替“是”。这样的用法是习见的;因为说“曾是这个”的人,与说“是这个”说的是同样的事,是把“曾是”用以代替“是”;而说“敲门的曾是谁?”的人,说的也是用以代替“敲门的是谁?”。因为定义所指明的,乃是实体以及对每一个事物而言存在所居于其中的东西,而不是某种偶性或以其他方式相随的事物。尽管属于每一个事物的东西有多种,但定义在把其他东西分离出去之后,只指明属于它的那些事物中〔该事物〕据以被定义、其存在居于其中、并且据此区别于其他事物而成为被称作所是的那个东西的那些要素。而且,“存在”被附加在“曾是”之后,既非徒劳也非多余,而是出于必然。因为如果“曾是”意味着“是”,那么“表示原先是什么的言论”就会与“表示是什么的言论”成为相同的言论,显然即〔表示〕对其给出〔该言论〕的那个所讨论的事物〔是什么〕。但如果真是这样,凡是包含着被讨论事物在“是什么”中被述说之谓项的言论,都会是它的定义;而在“是什么”中述说种的乃是属,因为它们是同名同义地被述说的;因此,把种置于属之中的言论就会是种的定义,因为它指明了是什么,而这并不是真实的。因此,“曾是”并不像某些人所认为的那样是自足的——在这些人中安提斯泰尼似乎是第一个,随后斯多亚派中的一些人也是如此——而是合乎情理地补上了“存在”。因为指明存在对于它究竟是什么的言论,并不是把属或在“是什么”中被述说的其他某物述说为它的言论;因为对于种而言,它的存在并不是属被述说为属于它,因为种并不等同于它自身的属。所说的内容就等同于“指明事物之实体以及事物据以拥有存在的言论”。至于那些主张定义是依照分析而恰当契合地被陈述之言论的人——他们称分析乃是对被定义者的概括性展开,称恰当契合乃是既不过度亦不匮乏——他们所说的定义就会与固有属性的陈述毫无区别。因为“能发笑的动物”也是一种言论,并且不多不少地表示了人;因为它既不广于人也不狭于人。然而,通过固有属性而给出的言论与定义有着极大的差别,因为它并不表示对于人而言存在居于何处。因为对于人而言存在并不居于能发笑之中,从以下事实可以明显看出:凡是根据各个事物之所是而展开的活动,这些活动使该事物得以完满;但发笑并不是人的完满性。

语法注3 条
  1. 1.17οὐκ εἰ ὁρισμοῦ δὲ ὁρισμὸν ἀποδίδωσι, διὰ τοῦτο εἰς ἄπειρον προελεύσεται

    否定词 οὐκ 修饰整句,尤其是后承句 διὰ τοῦτο εἰς ἄπειρον προελεύσεται(“并不是由于给出定义的定义,就会因此走向无穷”),而非否定条件从句 εἰ... ἀποδίδωσι 本身。

  2. 1.17τὸ δὲ τί ἦν εἶναι ὡς ὀνοματικὸν μὲν συλλαβὼν ἐξενήνοχε

    分词 συλλαβών(“合在一起/归纳”)与 ὡς ὀνοματικόν(“作为一个名词性成分”)相配合,说明了将 τὸ τί ἦν εἶναι 整个短语作为一个单一的名词性表达加以陈述(ἐξενήνοχε)的句法结构。

  3. 1.17οἱ δὲ λέγοντες ὅρον εἶναι λόγον κατὰ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενον... οὐδὲν ἂν λέγοιεν

    句首的分词短语 οἱ δὲ λέγοντες 跨越插入成分(ἀνάλυσιν μὲν λέγοντες... ἀπαρτιζόντως δὲ...)作为主句的主语,直接支配主动词 οὐδὲν ἂν λέγοιεν(“他们所说的……就会毫无区别”)。带有 ἄν 的潜能祈愿语气突出了对立学说必然导致的荒谬后果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:41.20-43.8