← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§428.7-429.23

定义中的赘语与冗余属性考察

亚历山大注解了亚里士多德从晦涩转向定义中多余(繁赘)论点的过渡,区分了整个定义外延过宽与单字冗余的缺陷,并讨论了附加普遍属性或去除后仍保留特有属性的项(如灵魂定义中的“数”)的徒劳与繁杂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.15

" Εἰ μὲν οὖν μὴ σαφῶς, ἐκ τῶν τοιούτων ἐστὶν ἐπισκεπτέον." Τὸ μὲν οὖν ἀσαφές, φησίν, ἐκ τῶν εἰρημένων κριτέον. καὶ σχεδὸν ἅπαν εὑρίσκεται ἐν τοῖς τῆς λέξεως πάθεσι· πάθος γὰρ λέξεως καὶ ἡ ὁμωνυμία καὶ ἡ μεταφορὰ καὶ ἡ κατάχρησις. τὸ δὲ περίεργον καὶ περιττὸν ἐν μὲν τῇ πρώτῃ τῶν ἐφόδων δόξειεν ἂν ὁ Ἀριστοτέλης μετάγειν εἰς τὰς πραγματικὰς ἐξετάσεις· ἄντικρυς γὰρ τὴν ἐκ τοῦ πλεονάζειν κακίαν καὶ πλείω τὰ πράγματα περιλαμβάνειν ὁ τόπος ἐλέγχειν [γὰρ] φαίνεται, οὐ μὴν ἀληθῶς, ἀλλ’ ὅταν μὲν ὅλῳ τῷ ὅρῳ ἅμα συμβῇ τὸ λέγεσθαι ἐπὶ πλέον τοῦ πράγματος,1 οὐ πρὸς τὸν τρόπον ἡ ἐπιτίμησις οὐδὲ πρὸς τὸ καλῶς, οἷον ἄνθρωπός ἐστι ζῷον δίπουν, ὅταν δὲ ἐν μιᾷ λέξει τὸ περιττόν, ἧς καὶ ἀφαιρεθείσης ὁ λοιπὸς ὅρος τέλειός τε καὶ ἀκριβής, τοῦτο αἶσχος ἤδη, καθάπερ ἐπὶ σώματος εὐειδοῦς ἀκροχορδόνες. καὶ τοῦτον τὸν τρόπον αἰτιᾶται νῦν ὁ Ἀριστοτέλης, καὶ φησὶ μάταιον εἶναι καὶ παρέλκον τῷ ὁρισμῷ προσκείμενον τὸ πᾶσιν ὑπάρχον, ἢ ἁπλῶς τοῖς οὖσιν ἢ τοῖς ὑπὸ τὸ αὐτὸ γένος τῷ ὁριζομένῳ, τὸ ὑπάρχον μὲν τοῖς οὖσιν, ὡς ὅταν τις εἴπῃ ζῷον λογικὸν θνητὸν ἓν ὄν (πρόσκειται γὰρ ἐν τούτῳ τὸ ἓν ὄν, ὃ περιττόν ἐστιν ὡς πᾶσιν ὑπάρχον, καὶ τοῖς ὁμογενέσι καὶ ἀνομογενέσι), τὸ τοῖς ὑπὸ τὸ αὐτὸ δὲ γένος ὑπάρχον, ὡς ὅταν εἴπῃ ζῷον λογικὸν αἰσθητικόν· τὸ γὰρ αἰσθητικὸν πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ γένος εἴδεσιν ὑπάρχει, καὶ ἵππῳ καὶ βοῒ καὶ τοῖς ἄλλοις. δεῖ γάρ, φησίν, ἐν τῷ ὅρῳ τὸ μὲν γένος ἀπὸ τῶν μὴ ὁμογενῶν χωρίζειν, τὴν δὲ διαφορὰν ἀπὸ τῶν ὁμογενῶν· τὸ δὲ πᾶσιν ἁπλῶς ὑπάρχον οὐδενὸς χωρίζει, τὸ δὲ τοῖς ὁμογενέσιν πᾶσιν ὑπάρχον οὐ χωρίζει ἀπὸ τῶν ἐν τῷ αὐτῷ γένει.

“因此,如果言说得不清晰,就应当从诸如此类的事情来考察。” 他说,是否晦涩,必须从已经说过的那些事情来判定。而几乎这一切都存在于词句的变态之中;因为同名异义、隐喻以及滥用都是词句的变态。然而至于繁冗与多余,在最初着手时,亚里士多德似乎正将[探究]引向关涉事实的考察;因为这一论点似乎在直接驳斥由于过甚并涵盖更多事物而产生的缺陷。然而事实并非真正如此;相反,当整个定义同时碰巧被说成多于事物本身时,责难并非针对方式或是否妥当——例如“人是双足动物”——而当多余之处在于单个词句,去掉该词句后剩余的定义依然完满且精确时,这便已是一种瑕疵,正如匀称身体上的疣子一样。亚里士多德现在所指责的正属于这种方式,并且他说,对于定义而言,附加上属于一切事物的东西——无论是单纯属于存在者,还是属于与被定义项同属一个类的事物——都是徒劳且累赘的。属于存在者的情形,例如有人说“能死的、有理性的、作为一的存在者的动物”(因为在其中附加了“作为一的存在者”,这作为属于一切事物——无论是同类还是异类——的东西是多余的);而属于同一类下事物的情形,例如有人说“有理性的、有感觉的动物”;因为有感觉属于同一类下的所有物种——无论是马、牛还是其他物种。因为他说,在定义中,类必须将[被定义项]与不同类的事物区分开,而种差必须将其与同类的事物区分开;然而单纯属于一切事物的东西不与任何事物区分,属于一切同类事物的东西也不与同一类中的事物区分。

§6.16

"Ἢ εἰ ἔστι μὲν ἴδιον τὸ προσκείμενον." Εἰ τὸ προσκείμενον, φησίν, ἴδιον μέν ἐστι τοῦ ὁριστοῦ, ἀφαιρεθέντος δὲ τούτου καὶ ὁ λοιπὸς λόγος ἴδιός ἐστι καὶ δηλοῖ τὴν οὐσίαν αὐτοῦ, περίεργον τὸ προσκείμενον· καθόλου γὰρ ἅπαν περιττὸν οὗ ἀφαιρεθέντος ὑπὸ τοῦ καταλειπομένου δηλοῦται ἡ οὐσία τοῦ προκειμένου. καθόλου δὲ ἐπήνεγκε τοῦτο δεικτικὸν ὂν τοῦ καὶ τὰ κοινὰ ὑποπίπτειν τούτῳ, 〈τῷ〉 καὶ ἐκείνων ἀφαιρουμένων δείκνυσθαι ὑπὸ τοῦ λοιποῦ λόγου2 † ἢ ὅτι μὴ τοῦ προκειμένου ὡς εἰ γένει μὴ εἴη δηλούμενον, οὐκέτι ἂν εἴη λόγος. ὥσπερ ψυχῆς ὁρισμὸς τὸ ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν· τὸ γὰρ ‘ἀριθμός’ ἐκ περιττοῦ κεῖται· καὶ γὰρ τὸ αὐτὸ ἑαυτὸ κινοῦν χωρὶς τοῦ ἀριθμοῦ τὴν ψυχὴν δηλοῖ, καθάπερ Πλάτων ἐν τῷ Φαίδρῳ φησὶ λέγων “ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφ’ ἑαυτοῦ κινουμένου, ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτό τις λέγων οὐκ αἰσχυνεῖται”. ἄλλως τε καὶ ὁ ἀριθμὸς οὐκ ἔστι γένος τῆς ψυχῆς. ὥσπερ δή τινος ἐνισταμένου καὶ λέγοντος ‘πῶς φὴς ὅτι3 ἀφαιρεθέντος τοῦ ἀριθμοῦ οὐ λυμαίνεται ὁ ὁρισμός; γένος γάρ ἐστι τῆς ψυχῆς ὁ ἀριθμὸς κατὰ Ξενοκράτην καὶ Πλάτωνα, καὶ δεῖ τῆς προσθήκης τοῦ ἀριθμοῦ ὡς γένους ἐν τῷ ὁρισμῷ’, φησίν, ὅτι εἰ δώσομεν ὅτι ὁ ἀριθμὸς γένος ἐστὶ τῆς ψυχῆς, ἀφαιρεθέντος τούτου τὸ καταλειφθὲν οὐκ ἔσται ὅρος ἀλλ’ ἴδιον. οὐ μὴν δὲ καὶ τὴν οὐσίαν δηλώσει τοῦ πράγματος· πᾶς μὲν γὰρ ὅρος ἴδιον, οὐ μὴν καὶ τὸ ἀνάπαλιν.

“或者,如果附加项固然是特有属性。” 他说,如果附加项固然是被定义项的特有属性,但将其去除后,剩余的表述也是特有属性并且表明其本质,那么该附加项就是繁冗的;因为普遍而言,凡是去除之后、被提出的对象的本质仍由剩余部分表明的东西,全都是多余的。他普遍地加上这一点,乃是表明共同的特征也属于这一情形,这是因为即使那些特征被去除,通过剩余的表述仍能表明[本质]——除非由于未在类的层面上表明,它便不再是被提出对象的表述。例如灵魂的定义是“自身运动的数”;因为“数”是多余地被放置的;因为即使没有“数”,“自身运动者”也表明了灵魂,正如柏拉图在《斐德罗篇》中所说的那样:“既然由自身运动者已被证明是不朽的,那么有人称此为灵魂的本质与表述,便不会感到羞愧。”况且,数甚至不是灵魂的类。正仿佛有人提出异议并说道:“你怎么能说去除了数之后定义没有受到破坏呢?因为按照克塞诺克拉底和柏拉图的说法,数是灵魂的类,而在定义中作为类的数的添加是必需的”,他说,如果我们承认数是灵魂的类,那么一旦将其去除,留下的部分就将不是定义而是特有属性。但它也决不会表明事物的本质;因为每一个定义都是特有属性,但反之则不然。

语法注3 条
  1. 6.15ὅταν μὲν ὅλῳ τῷ ὅρῳ ἅμα συμβῇ τὸ λέγεσθαι ἐπὶ πλέον τοῦ πράγματος

    对比句式 ὅταν μέν ... ὅταν δέ 的前半部分。带冠词不定式短语 τὸ λέγεσθαι ἐπὶ πλέον τοῦ πράγματος(“被述及于多于该事物之上”,即外延过宽)作 συμβῇ 的主语。主句 οὐ πρὸς τὸν τρόπον ἡ ἐπιτίμησις 省略了系动词 ἐστίν,指出此时的批评不是针对表达方式的缺陷,而是指向定义未能成立的根本问题。

  2. 6.16〈τῷ〉 καὶ ἐκείνων ἀφαιρουμένων δείκνυσθαι ὑπὸ τοῦ λοιποῦ λόγου

    校订者补充的与格冠词 〈τῷ〉 使不定式 δείκνυσθαι 名词化,作表原因或方式的与格,用以具体说明前文的 δεικτικὸν ὂν τοῦ...。短语 καὶ ἐκείνων ἀφαιρουμένων 作为独立属格插入(“即使那些被去除”),而 ὑπὸ τοῦ λοιποῦ λόγου 则充当被动动词 δείκνυσθαι 的施事/手段补足语。

  3. 6.16ὥσπερ δή τινος ἐνισταμένου καὶ λέγοντος ... φησίν, ὅτι

    从 ὥσπερ 到 λέγοντος 构成引导假想反对者的独立属格结构。在直接引语(πῶς φὴς ... ἐν τῷ ὁρισμῷ)的插话之后,句子通过注解者的主述动词 φησίν 以及紧随其后的 ὅτι 从句(“即使我们承认数是灵魂的类……”)恢复主干。这种插入长句导致的句法跳跃需要理清骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:428.7-429.23