- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:426.6-428.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论题篇》第6卷第2章(140a2–140a20),论述了由于不合习俗的词汇、缺乏相似性的非本义表达、无法由此推知对立面的定义、以及不附加被定义项就无法辨明定义对象等导致的“晦涩”诸论点。
" Ἔτι εἰ μὴ κειμένοις ὀνόμασι χρῆται." Καὶ οὗτος ὁ τόπος τοῦ ἄνωθεν κατὰ παράχρησιν ἔχεται. κείμενα οὖν ὀνόματα λέγει τὰς συνήθεις καὶ κατατετριμμένας λέξεις, καὶ μὴ οἵαις ὁ Λυκόφρων χρῆται, σκληραῖς τε καὶ τροπικαῖς, πεφναίαν λέγων τὴν φονικὴν καὶ κύνα τὴν γυναῖκα διὰ τὸ ἀναιδές, καὶ Πλάτων ὀφρυόσκιον τὸν ὀφθαλμόν, καὶ τὰ ἄλλα, ἃ παρέθηκεν αὐτός· ταῦτα γὰρ ἀσυνήθη· πᾶσα δὲ λέξις ἀσυνήθης ἀσάφειαν ἐν τοῖς ὁρισμοῖς ἐμποιεῖ.
“此外,考察他是否没有使用既定的名称。” 这一个论点也连着上面关于滥用[的论点]。因此他所说的“既定的名称”,是指习用的、通行的词句,而不是像吕科弗隆所使用的那种生硬且比喻性的词——比如把凶残的女人称为“行凶者”,由于无耻而把女人称为“狗”——或者像柏拉图把眼睛称为“眉影笼罩之物”,以及他[亚里士多德]自己列举的其他例子;因为这些词是不合习俗的;而定义中一切不合习俗的词句都会造成晦涩。
"Ἔνια δὲ οὔτε καθ’ ὁμωνυμίαν οὔτε κατὰ μεταφοράν." Ἔνια δέ φησιν οὔτε καθ’ ὁμωνυμίαν οὔτε κατὰ μεταφορὰν ἐν τοῖς ὅροις παραλαμβάνεσθαι. καὶ εἰσὶ ταῦτα χείρω καὶ τῶν κατὰ μεταφορὰν λεγομένων· καίτοι καὶ τὰ οὕτως τιθέμενα ἐν τοῖς ὅροις ἀσαφείας ἦν αἴτια. ἃ δὲ οὐ κυρίως λαμβανόμενα ἐκπεπτώκασι, καὶ τῆς δι’ ὁμωνυμίας συνήθως γινομένης πλάνης καὶ τῆς ἐκ μεταφορᾶς ὁμοιότητος πολὺ χεῖρον λέγεται.1 ἡ μὲν γὰρ μεταφορά, εἰ καὶ μὴ κυρίως ἐστὶ τοῦ πράγματος σημαντική, ἀλλ’ ὅμως γνώριμόν πως παρέχει τὸ σημαινόμενον, διότι καθ’ ὁμοιότητά τινα γίνονται αἱ μεταφοραί· καὶ ὁ τῇ ὁμωνυμίᾳ χρώμενος ἔχει καὶ αὐτὸ τὸ προκείμενον ὑπὸ τοῦ ὀνόματος σημαινόμενον κυρίως, εἰ καὶ μὴ μόνον. τὰ δὲ τοιαῦτα οὐδαμόθεν παρέχονται τὴν γνῶσιν τῷ μήτε κύρια εἶναι μήτε καθ’ ὁμοιότητα γίνεσθαι, ἀσαφείας δὲ αἴτιά τινος πλείονος. οὔτε γὰρ ἡ ὁμοιότης ὑπάρχει, καθ’ ἣν μέτρον ἢ εἰκὼν ὁ νόμος ἐστίν, οὔτε εἴωθε κυρίως λέγεσθαι, ἀλλ’ [ὡς] οὐδέτερον κυρίως ὁ νόμος· τὸ μὲν γὰρ μέτρον ποσόν, ὁ δὲ νόμος οὐ ποσόν· καὶ ἡ εἰκὼν μίμησίς ἐστι ζῴου ἐκ τοιῶνδε χρωμάτων σχηματιζομένη, ὁ δὲ νόμος οὐκ ἔστι μίμησις ζῴου.
“还有一些既非由于同名异义,也非由于隐喻[而言的]。” 他说,有些东西在定义中被采纳,既非出于同名异义,也非出于隐喻。这些东西甚至比出于隐喻而说的那些还要糟糕;尽管在定义中被这样安放的东西本身也曾是晦涩的原因。然而,那些没有按本义采纳而脱逸[于真实含义]的东西,比起通常因同名异义而产生的误导以及源于隐喻的相似性,要低劣得多。因为隐喻即使不是严格本义地表明该事物,但由于隐喻是按照某种相似性产生的,它无论如何以某种方式使所表示的事物变得为人所知;而使用同名异义的人,尽管并非唯一地,但也拥有该被提出的事物本身作为该名称本义所表示的对象。但此类表达由于既非本义,亦非出于相似性产生,因而绝不提供认识,反倒造成某种更大的晦涩。因为既不存在法律据以成为尺度或画像的相似性,也没有本义上如此称呼的习惯,但在本义上法律两者都不是;因为尺度是一种量,而法律不是量;画像是由特定色彩塑造成的动物的摹仿,而法律并不是动物的摹仿。
"Εἰ δὲ μὴ κυρίως, δῆλον ὅτι ἀσαφῶς εἴρηκεν." Ὅτι τοῦ μὴ καλῶς ὡρίσθαι μέρη δύο, ἀσάφεια καὶ περιττολογία· ἡ δὲ ἀσάφεια ἤτοι δι’ ὁμωνυμίαν, ἢ ἐν τῷ ὅρῳ ἢ ἐν τῷ ὁριστῷ, ἢ διὰ μεταφορὰν ἢ διὰ κατάχρησιν.
“如果不是本义的,显然他言说得晦涩。” [显然]未能正确下定义包括两部分:晦涩与繁赘;而晦涩要么是由于同名异义(要么在定义中,要么在被定义项中),要么是由于隐喻,要么是由于滥用。
"Ἔτι εἰ μὴ δῆλος ὁ τοῦ ἐναντίου λόγος ἐκ τοῦ λεχθέντος." Ἔτι τοῦ ἀσαφῶς εἰρῆσθαι δεικτικὸν τὸ ἐκ τοῦ ἀποδεδομένου ὅρου μὴ εἶναι γνώριμον τὸν τοῦ ἐναντίου τῷ οὗ ὁ ὁρισμὸς ἀποδέδοται λόγον τε καὶ ὅρον,2 δηλονότι ἐὰν ᾖ τι αὐτῷ ἐναντίον. δοκεῖ γὰρ ὁ τοῦ ἑτέρου τῶν ἐναντίων ὁρισμὸς γνώριμον ποιεῖν καὶ τὸν τοῦ ἑτέρου· διὰ γὰρ τοῦ ἐναντίου τῷ ἐν τῷ τοῦ ἑτέρου τῶν ἐναντίων ὁρισμῷ τὸ ἐναντίον αὐτῷ ὁρίζεται. [Ἔτι, φησίν, εἰ μὴ ὁ λόγος καὶ ὁ ὁρισμὸς τοῦ ἐναντίου δῆλός ἐστιν ἐκ τοῦ ῥηθέντος ὁρισμοῦ· οἱ γὰρ καλῶς ἀποδιδόμενοι ὅροι σημαίνουσι καὶ τοὺς τῶν ἐναντίων ὅρους.] οἷον εἴ τις εἴποι ‘ἀδικία ἐστὶ κακία ψυχῆς’, εὐθὺς καὶ τὸν τοῦ ἐναντίου ὁρισμόν, τῆς δικαιοσύνης, ἐδήλωσεν· ἔστι δ’ οὗτος ‘ἀρετὴ ψυχῆς’. καὶ εἰ τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως, δῆλον ὅτι τὸ ἐναντίον τῷ λευκῷ, τουτέστι τὸ μέλαν, ἔσται χρῶμα συγκριτικὸν ὄψεως. εἰ οὖν ἐκ τοῦ ῥηθέντος ὅρου οὐ γίνεται δῆλος καὶ ὁ τοῦ ἐναντίου τῷ ὁριστῷ ὁρισμός, ἀμφίβολος γίνεται τίνος ἂν εἴη ὁρισμός.
“此外,考察对立面的定则是否无法从所说的话中弄清楚。” 此外,从所赋予的定义中无法弄清与被赋予定义之物相对立者的定则即定义,也表明了言说的晦涩——显然,如果它有某种对立面的话。因为对立的一方的定义,似乎也使另一方的定义为人所知;因为通过与对立双方之一的定义中所包含之物相对立者,与它相对立之物便被定义了。[他说,此外,如果对立面的定则与定义从所陈述的定义中不清楚;因为正确赋予的定义也表明其对立面的定义。]例如,如果有人说“不义是灵魂的恶习”,他就立刻也表明了对立面即正义的定义;而这就是“灵魂的美德”。又如,如果白是分散视线的颜色,显然与白对立的黑就将是凝聚视线的颜色。因此,如果从所陈述的定义中,与被定义项对立者的定义也未能变得清楚,那么它究竟是何物的定义就会变得成疑。
"Ἢ εἰ καθ’ αὑτὸν λεχθεὶς μὴ φανερὸς εἴη τίνος ἐστὶν ὁρισμός." Δεῖ, φησί, τὸν σαφῶς ἀποδοθέντα ὁρισμόν, κἂν μὴ προσκείμενον ᾖ αὐτῷ τὸ τίνος ἐστὶν ὁρισμός, εὐθὺς εἶναι γνώριμον, τοῖς δηλονότι περὶ ταῦτα ἔχουσιν (οὐ γὰρ δὴ καὶ τοῖς ἰδιώταις) καὶ μὴ δεῖσθαι τὸν ὁρισμὸν προσθήκης τίνος ἐστὶν ὁρισμός· ἄτεχνον γὰρ τοῦτο καὶ ἀμαθές· ὅπερ οἱ παλαιοὶ ζωγράφοι ἐποίουν, μὴ ἀκριβεῖς τὰς εἰκόνας ἀπεργαζόμενοι δι’ ἐπιγραφῆς ἐδήλουν τίνος ἐστὶν ἑκάστη ζῴου. ὅταν οὖν ὁ ἀποδοθείς τινος ὁρισμὸς μὴ γνώριμος αὐτόθεν ᾖ τίνος ἐστὶν ὁρισμός, ἀλλὰ δέηται προσκειμένου τοῦ ὁριστοῦ, δῆλον ὅτι ἀσαφῶς ἀποδέδοται.
“或者,如果单独说出时,不清楚它是何物的定义。” 他说,清晰赋予的定义,即使未曾附加上它是何物的定义,也必须立即是为人所知的——显然是对从事这些事务的人而言,因为决不是对门外汉而言——并且定义不应需要添加它是何物的定义;因为这是缺乏技巧和无知的。这正是古代画家们所做的事,他们由于未能精确完成画像,便通过题记来标明每一幅画是何种动物。因此,当为某物所赋予的定义本身无法清楚知道它是何物的定义,而是需要附加上被定义项时,显然它被赋予得晦涩。
- 6.11ἃ δὲ οὐ κυρίως λαμβανόμενα ἐκπεπτώκασι, καὶ τῆς δι’ ὁμωνυμίας συνήθως γινομένης πλάνης καὶ τῆς ἐκ μεταφορᾶς ὁμοιότητος πολὺ χεῖρον λέγεται.
这是一个由关系代名词 ἃ 引导的分句置于句首的破格句式(anakolouthon),后文主句省略了与之对应的指示代词主语(如 ταῦτα)。句子的核心结构为:“那些(ἃ)未按本义理解而脱逸的事物……比起同名异义和隐喻,被说得要低劣得多(πολὺ χεῖρον λέγεται)”。
- 6.13τὸν τοῦ ἐναντίου τῷ οὗ ὁ ὁρισμὸς ἀποδέδοται λόγον τε καὶ ὅρον
与格冠词 τῷ 由形容词 ἐναντίου 支配(表示“与……相对立”),其后跟由 οὗ 引导的关系分句(省略了先行词 ἐκείνῳ,“其定义被赋予之物”)。整项短语构成多重限定,意为“与被赋予定义之物相对立者的定则及定义”。
