- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:424.6-426.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《论题篇》139b25–32,探讨了针对含同名异义词的定义如何利用多义性进行诡辩式反驳,如何通过枚举全部含义以确立有效反驳,并分析了隐喻性定义为何导致晦涩以及在属上造成性质与关系的混淆。
" Ἐνδέχεται δὲ συκοφαντεῖν ὡς οὐκ ἐφαρμόττοντος τοῦ λόγου." Ἐνδέχεται, φησί, συκοφαντεῖν τὸν οὕτως ἀποδοθέντα ὁρισμόν, ὅτι μηδὲ τὴν ἀρχὴν ὅρος ἐστίν, εἴ τις ὡς πάντων τῶν ὑπ’ αὐτοῦ τοῦ ὀνόματος σημαινομένων ἀποδεδωκότος αὐτοῦ τὸν ὁρισμὸν προχειριζόμενος ἐκεῖνα τῶν σημαινομένων, οἷς οὐκ ἐφαρμόζει ὁ ἀποδοθεὶς λόγος, δεικνύοι ὅτι οὐχ ὁρισμός· ἐπεὶ τόν τινων ὁρισμὸν ἐπὶ πάντων δεῖ ἀληθεύεσθαι, ἐφ’ ὧν καὶ τοὔνομα οὗ ὁ ὁρισμός. εὐλόγως δὲ προσέθηκε τὸ συκοφαντεῖν ἐπὶ τοῦ τοιούτου ἐλέγχου· ὁ γὰρ τὸν ἀποδιδόμενον τοῦ κυνὸς λόγον ἀξιῶν πᾶσι τοῖς ὑπὸ τοῦ ὀνόματος τοῦ κυνὸς σημαινομένοις ἁρμόζειν, ὡς ὄντος τοῦ κυνὸς μιᾶς τινος φύσεως, συκοφαντεῖ· ὁρισμὸς μὲν γάρ τινος κυνὸς τὸ ζῷον πεζὸν ὑλακτικόν, ἂν οὕτω τύχῃ, ἀσαφὴς δὲ τῷ μὴ προσδιωρίσθαι ποίου κυνός. τὴν μέντοι ἀφορμὴν τῆς τοιαύτης κακουργίας παρέχει μὴ διαιρεθέντος τοῦ πολλαχῶς λεγομένου ἀλλ’ ὡς μίαν φύσιν δηλοῦντος ἀποδιδοὺς τὸν ὁρισμόν.1
“也可以借口该定则不相符合而进行诡辩。” 他说,如果有人把某人赋予定义当作他是针对该名称本身所表示的所有事物赋予的一样,提出那些所表示的事物中赋予的定则并不符合的事物,并指明它不是定义,那么就可以对这样赋予的定义进行诡辩,说它从根本上就不是定义;因为某些事物的定义,必须对于定义所属的那个名称也适用的所有事物都是真实的。他在谈到此类反驳时加上“进行诡辩”是十分合理的;因为要求为狗所赋予的定则必须符合“狗”这一名称所表示的所有事物(仿佛狗是某种单一的自然本性一样)的人,就是在进行诡辩;因为“吠叫的陆生动物”固然是某种狗的定义(假定如此),但由于没有进一步指明是哪一种狗而显得晦涩。然而,提供这种恶劣行径的由头的,正是那个在多义表达未被区分的情况下、仿佛表明单一自然本性那样赋予定义的人。
"Μάλιστα δ’ ἐνδέχεται τὸ τοιοῦτον ποιεῖν λανθανούσης τῆς ὁμωνυμίας." Μάλιστα δ’ ἐνδέχεται ἀπελέγχειν τὸν ὁριζόμενον, ὅταν ἀγνοῇ τις ὅτι πολλὰ σημαίνει τὸ ἐν τῷ ὁρισμῷ πολλαχῶς λεγόμενον· τότε γὰρ δυνατὸν ὡς μίαν φύσιν σημαίνοντος τοῦ ὀνόματος ἕν τι λαμβάνοντα δεικνύναι ὅτι μὴ ὁρισμός, διὰ τὸ μὴ πᾶσι τοῖς ὑπὸ τὸ ὄνομα ἐφαρμόζειν. εἰ δὲ γινώσκει ὁ προσδιαλεγόμενος, φέρε εἰπεῖν ὅτι τὸ κύων πολλὰ σημαίνει, καὶ διαιρήσει αὐτὸ εἰς τὰ σημαινόμενα καὶ εἴποι ὅτι τοῦδε τοῦ κυνὸς τὸν ὁρισμὸν ἀποδέδωκεν, ἀνεύθυνος ἔσται. ἐνδέχεται δέ, φησίν, αὐτὸν τὸν προσδιαλεγόμενον διελόμενον καὶ διορίσαντα πόσα σημαίνει τὸ ἀποδοθέν, ἤγουν τὸ ὁρισθέν, ἐν τῷ ὁρισμῷ, συλλογισμὸν ποιῆσαι, ἤτοι συλλογὴν καὶ ἀπαρίθμησιν τῶν σημαινομένων.2 εἰ γὰρ μηδενὶ τῶν σημαινομένων ἁρμόσει τὸ ἀποδοθὲν ἐν τῷ ὁρισμῷ, οὐχ ὡρίσατο καλῶς· ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν κατὰ τρόπον, ἤγουν κατά τινα τῶν ἀπηριθμημένων τῆς σημασίας τρόπον. δεῖ δὲ ποιεῖν τὴν συλλογὴν οὕτως· ἐπεὶ φέρε εἰπεῖν ὁ ἀποδοθεὶς ὑπὸ σοῦ ὁρισμὸς τοῦ κυνὸς οὔτε τῷ ἀστρῴῳ ἁρμόζει οὔτε τῷ χερσαίῳ οὔτε τῷ θαλασσίῳ, οὐχ ὡρίσω καλῶς.
“当同名异义未被察觉时,尤其可以做此类事情。” 当有人不知道定义中多义表达的事物表示多种含义时,最能够驳倒下定义的人;因为那时有可能把该名称当作表示单一自然本性,选取其中一项,并通过它不符合该名称下的所有事物,来证明它不是定义。但如果对话者知晓,比方说“狗”表示多种含义,并将其区分为所表示的各项,且声明他赋予的是这特定某种狗的定义,他就不会受到非难。然而他说,对话者自己也可以在定义中区分并明确所赋予之物(即所定义之物)表示多少种含义之后,进行推论,即对所表示的事物进行汇总和枚举。因为如果定义中所赋予的定则不符合所表示的任何一项,他就没有正确地下定义;这一点他通过说“以某种方式”(即按照所枚举的意义方式之一)表明了。而应当这样进行汇总:“既然比方说,你所赋予的狗的定义既不符合天上的[狗=天狼星],也不符合陆生的,也不符合海里的,你就没有正确地下定义。”
"Ἄλλος, εἰ κατὰ μεταφορὰν εἴρηκεν, οἷον εἰ τὴν ἐπιστήμην ἀμετάπτωτον." Μεταφορὰ μέν ἐστιν, ὅταν τὸ κυρίως ἐπί τινος λεγόμενον ἐφ’ ἕτερον μὴ κυρίως ὑπ’ αὐτοῦ σημαινόμενον μετάγωμεν [τὴν φωνήν], ὃ καλεῖται παρὰ τοῖς γραμματικοῖς καὶ παράχρησις. εἰ οὖν τις ὁρισάμενος τὴν ἐπιστήμην ἀμετάπτωτον φήσειεν, ἐπεὶ τὸ ἀμετάπτωτον ἐπὶ σωμάτων κυρίως λέγεται τῶν δι’ ἰσχὺν μὴ τρεπομένων ἢ δι’ ἰδιότητα μὴ μεταβαλλόντων, ἀσαφὲς ἐποίησε τὸ λεγόμενον. ὡσαύτως καὶ ὁ τιθήνην τὴν γῆν ὁρισάμενος· ἡ γὰρ τιθήνη κυρίως ἐπὶ τῆς γυναικὸς τῆς τιθηνούσης καὶ ἀνατρεφούσης λέγεται. ἐνδέχεται οὖν, φησί, καὶ τὸν μεταφορικῶς ὁρισάμενον συκοφαντεῖν, ἤγουν ἐλέγχειν, ὡς μὴ ἀποδιδόντα ὅρον ἐφαρμόζοντα τῷ ὑποκειμένῳ. οἷον εἴ τις τὴν σωφροσύνην ὁρίσαιτο συμφωνίαν· ἡ γὰρ συμφωνία οὐχ ἁρμόζει τῇ σωφροσύνῃ· κυρίως γὰρ ἐπὶ φθόγγων λέγεται ἡ συμφωνία· εἰ οὖν καὶ ἡ σωφροσύνη συμφωνία κατὰ τὸν ὁρισάμενον, ἦν ἂν καὶ ἡ σωφροσύνη φθόγγος. ἀλλ’ οὐδὲ γένος ἔσται τῆς σωφροσύνης ἡ συμφωνία· εἰ γὰρ κατὰ τὸν ὁρισάμενον γένος ἐστὶ τῆς σωφροσύνης ἡ συμφωνία (οὕτω γὰρ παρ’ ἐκείνου εἴληπται ἐν τῷ ὅρῳ), ἔστι δὲ καὶ γένος ὁμολογουμένως τῆς σωφροσύνης ἡ ἀρετή, εὑρεθήσεται τὸ αὐτὸ καὶ ἓν εἶδος, ἡ σωφροσύνη, ὑπὸ δύο γένη ἀναγομένη μήτε περιέγοντα ἄλληλα μήτε ὑπὸ τὸ αὐτὸ καὶ ἓν γένος ἀναγόμενα.3 εἰ γὰρ ὑπὸ τὸ αὐτὸ καὶ ἓν γένος ἀνήγοντο ἥ τε [ἡ] ἀρετὴ καὶ ἡ συμφωνία, ἢ ἡ συμφωνία περιεῖχεν ἂν τὴν ἀρετὴν ἢ ἡ ἀρετὴ τὴν συμφωνίαν· ἀλλ’ οὐκ εἰσὶν ὑπὸ τὸ αὐτὸ γένος· τῆς μὲν γὰρ ἀρετῆς γενικώτατόν ἐστιν ἡ ποιότης, τῆς δὲ συμφωνίας τὸ πρός τι.
“另一个论点是,考察他是否通过隐喻而言,例如把知识说成不可动摇的。” 隐喻就是当我们把对某物本义所说的词,转移到由它非本义地表示的另一物上,这在文法学家那里也被称为滥用。因此,如果有人在定义知识时称其为“不可动摇的”,既然“不可动摇的”本义是用于由于力量而不倾倒、或由于固有特性而不改变的物体,他就把所说的内容弄得晦涩了。把大地定义为“乳母”的人也是如此;因为“乳母”本义是用于哺乳和抚育的妇女。因此他说,也可以对隐喻地下定义的人进行诡辩(即反驳),指责他没有赋予适合于底层的定义。例如,如果有人把节制定义为“和谐”;因为和谐并不适合于节制;因为和谐本义是用于声音的;因此,如果按照下定义的人节制也是和谐,那么节制也将是一种声音。但不仅如此,和谐甚至也不会是节制的属;因为如果按照下定义的人和谐是节制的属(因为在定义中它被他这样理解了),而公认的美德也是节制的属,那么同一个单一的种即节制,就将被发现归属于既不互相包容、也不归属于同一个单一属的两个属之下。因为如果美德和和谐归属于同一个单一属之下,那么要么和谐包含美德,要么美德包含和谐;但它们不在同一个属之下;因为美德的最上位之属是性质,而和谐的最上位之属是关系。
- 6.7τὴν μέντοι ἀφορμὴν τῆς τοιαύτης κακουργίας παρέχει μὴ διαιρεθέντος τοῦ πολλαχῶς λεγομένου ἀλλ’ ὡς μίαν φύσιν δηλοῦντος ἀποδιδοὺς τὸν ὁρισμόν
主格阳性单数分词 ἀποδιδοὺς(赋予者)充当动词 παρέχει(提供)的名词性主语。分词短语内部的 μὴ διαιρεθέντος τοῦ πολλαχῶς λεγομένου 是表示条件的属格绝对结构,而 ἀλλ’ ὡς μίαν φύσιν δηλοῦντος 则修饰所赋予的名词或概念,表示仿佛它在揭示单一自然本性一样。
- 6.8συλλογισμὸν ποιῆσαι, ἤτοι συλλογὴν καὶ ἀπαρίθμησιν τῶν σημαινομένων
针对亚里士多德本文中的动词 συλλογίσασθαι,亚历山大用 ἤτοι(即)将短语 συλλογισμὸν ποιῆσαι 解释为字面词源学意义上的“对所表示内容的汇总(συλλογή)和枚举(ἀπαρίθμησις)”,而非构造形式上的三段论,指逐一穷尽同名异义词所有涵义的检验程序。
- 6.9ὑπὸ δύο γένη ἀναγομένη μήτε περιέγοντα ἄλληλα μήτε ὑπὸ τὸ αὐτὸ καὶ ἓν γένος ἀναγόμενα
分词 ἀναγομένη(主格阴性单数)与主语种 ἡ σωφροσύνη(节制)一致。而带有否定词 μήτε 的两个现在分词 περιέγοντα 与 ἀναγόμενα(宾格中性复数)则修饰介词 ὑπό 所管辖的宾语 δύο γένη(两个属),表述这两个属“既不互相包容、也不归于同一个属之下”的结构。
