← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§422.1-424.5

反驳定义的五种错误与审视歧义词

亚里士多德在《论题篇》第六卷(139a36–139b21)中讨论了关于定义的五种错误,亚历山大解释了前三种错误(不属于、外来的属、不换位)如何通过已阐述的偶性、属和固有属性的论点进行反驳,并进一步探讨了剩余的两种错误(未正确定义、多余与不足)以及‘引导’和‘相称’等同名异义词。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.3

" Εἰ μὲν οὖν μὴ ἀληθεύεται, καθ’ οὗ τοὔνομα, καὶ ὁ λόγος, ἐκ τῶν πρὸς τὸ συμβεβηκὸς τόπων ἐπισκεπτέον." Πέντε οὐσῶν, ἃς ἀπηριθμήσατο, τῶν κατὰ τὰ ὁρικὰ προβλήματα γινομένων ἁμαρτιῶν,1 τὰς μὲν προτέρας τρεῖς ἐκ τῶν κατὰ τὸ συμβεβηκὸς καὶ γένος καὶ ἴδιον παραδοθέντων τόπων ἐπιχειρεῖν δεῖ, φησίν, ἀνασκευάζειν, τὰς δὲ ὑστέρας δύο τόπων δεῖσθαι δύο ἰδίων,2 οὓς καὶ ἐκτίθησι. διό φησιν εἰ μὲν οὖν μὴ ἀληθεύεται, καθ’ οὗ τοὔνομα, καὶ ὁ λόγος, ἤτοι εἰ οὐδαμῶς ὑπάρξει τῷ πράγματι ὁ ἀποδοθεὶς λόγος, δι’ ἐκείνων τῶν τόπων ἀποδείξομεν, δι’ ὧν καὶ ἐν τοῖς κατὰ τὸ συμβεβηκὸς ἀπεδείκνυμεν. οὗτοι γὰρ τοῦ ὑπάρχειν τὸ τιθέμενον ἦσαν δεικτικοί, καὶ τὸ συμβεβηκὸς τῇ ὑπάρξει μόνῃ ἐχαρακτηρίζετο· ἦν γὰρ συμβεβηκὸς τὸ μήτε γένος μήτε ὅρος μήτε ἴδιον 〈ὂν〉 ὑπάρχον δὲ τῷ πράγματι· οἷον ὅτι τὸ λευκὸν οὐχ ὑπάρχει τῷ Σωκράτει· καὶ γὰρ ἐν ἐκείνοις ἡ σκέψις καὶ ἡ ἐξέτασις ἐγίνετο, πότερον ὑπάρχει τῷ Σωκράτει τὸ λευκὸν ἢ οὐχ ὑπάρχει. ὥσπερ γὰρ ἐκεῖ σπουδὴν ἔχομεν δεῖξαι ὅτι τῷ Σωκράτει οὐκ ἔστι τὸ λευκόν, ἐπεὶ οὐδὲ λευκός ἐστι, περαιτέρω δὲ οὐ πολυπραγμονοῦμεν, ἢ πάλιν ὅτι ὑπάρχει, οὕτως ἀρκεῖ ἡμῖν καὶ εἰ δείξομεν ὅτι τὸ ‘οὐσία ἄψυχος ἀναίσθητος’ οὐχ ὑπάρχει [ὁρισμὸς] τῷ ἀνθρώπῳ (οὐδὲ γὰρ ἄψυχός ἐστι καὶ ἀναίσθητος), ὥσπεροῦν πάλιν τὸ ‘ζῷον λογικὸν θνητόν’ ὁρισμός ἐστιν αὐτοῦ, ἐπεὶ καὶ λογικὸς καὶ θνητός. τοὺς δὲ τόπους, δι’ ὧν ὀφείλομεν δεικνύειν ὅτι τὸ ἐν τῷ ὁρισμῷ γένος ἀλλότριόν ἐστι τοῦ ὁριστοῦ ἢ ὅτι οὐκ ἀντιστρέφει ὁ ὁρισμός, ἐπισκέπτεσθαί φησιν ἀπὸ τῶν παραδοθέντων ἐν τοῖς γενικοῖς καὶ ἰδικοῖς προβλήμασι τόπων. δι’ ὧν γὰρ ἐν ἐκείνοις ἀπεδείκνυτο ὅτι οὐκ ἔστι γένος τοῦδε ἢ ἴδιον τὸ ἀποδιδόμενον, διὰ τῶν αὐτῶν καὶ ὅτι οὐδὲ τὸ ἐν τῷ ὁρισμῷ γένος οἰκεῖόν ἐστι τῷ ὁριστῷ ἢ ὁ ὁρισμὸς ἴδιος αὐτοῦ ἐστιν. ὁμοίως δὲ πάλιν καὶ διὰ τῶν ἐν ἐκείνοις τόπων τὰ τοιαῦτα κατασκευάσομεν. ὥστε αἱ μὲν πρῶται ἀνασκευαὶ τῶν ὅρων ἀπὸ τῶν πρὸς τὸ συμβεβηκὸς τόπων γίνοιντ’ ἄν, ἡ δὲ δευτέρα διὰ τῶν πρὸς τὸ γένος τόπων, ἡ δὲ τρίτη διὰ τῶν πρὸς τὸ ἴδιον.

“因此,如果名称所适用的对象,定则也并不真地适用,就必须从关于偶性的论点出发进行考察。” 他说,在他所列举的在定义性问题中发生的五种错误中,前三种必须试图从关于偶性、属和固有属性所传授的论点出发进行反驳,而后两种则需要两个特有的论点,而这些论点他也陈述了出来。因此他说,“因此,如果名称所适用的对象,定则也并不真地适用”,即如果所赋予的定则全然不属于该事物,我们就要通过我们在关于偶性的事例中也据以证明的那些论点来进行证明。因为这些论点是证明所设定的东西属于某物的,而偶性仅仅由“属于”来表征;因为偶性是既不是属、也不是定义、也不是固有属性,却属于该事物的东西;例如白不属于苏格拉底;因为在那些事例中,考察和审验也是关于白究竟属于还是不属于苏格拉底。因为正如在那里我们致力于证明白不属于苏格拉底(因为他甚至不是白的),并且不再做进一步的深究,或者反过来致力于证明它属于;同样,如果我们证明“无灵魂的无感觉的实体”不属于人[作为定义](因为人既不是无灵魂的也不是无感觉的),对我们来说也就足够了,正如反过来“理性的有死的动物”是他的定义,因为他既是理性的也是有死的。而他说,我们据以应当证明定义中的属与被定义者不相干、或者定义不发生换位的论点,则要从在关于属和固有属性的问题中所传授的论点中去考察。因为通过在那些问题中据以证明所赋予的并非这一定义对象的属或固有属性的同一些论点,[也能证明]定义中的属对于被定义者不是特有的,或者定义并不是它所特有的。反过来同样地,通过那些问题中的论点,我们也将确立此类事情。因此,定义的最初几种反驳将来自关于偶性的论点,第二种来自关于属的论点,第三种来自关于固有属性的论点。

§6.4

"Πρῶτον μὲν οὖν ἐπισκεπτέον εἰ μὴ καλῶς ὥρισται· ῥᾷον γὰρ ὁτιοῦν ποιῆσαι ἢ καλῶς." Δύο ὄντων ὑπολελειμμένων, πρὸς ἃ δεῖ τόπους εὑρεῖν, πρῶτον, φησίν, ἐπισκεπτέον εἰ μὴ καλῶς ὥρισται· ῥᾴων γὰρ ἡ πρὸς τοῦτο ἐπιχείρησις ἢ ἡ πρὸς τὸ ἁπλῶς ὡρίσθαι.3 ἐπειδὴ γὰρ ἐργωδέστερον τὸ καλῶς ὁτιοῦν ποιῆσαι τοῦ ἁπλῶς ποιῆσαι, δῆλον ὅτι ἡ ἁμαρτία περὶ τοῦτο πλείων· εὐκολώτερον δὲ πλείους ἁμαρτίας φωρᾶσθαι τῶν ἐλαττόνων, ὥστε εὐκολώτερον δεῖξαί τινα μὴ καλῶς ὡρισμένον ἤπερ μηδὲ ὅλως ὡρισμένον.

“因此首先必须考察是否没有被正确地定义;因为无论做什么事,都比正确地做它更容易。” 他说,在必须为其寻找论点的剩余两项中,首先必须考察是否没有被正确地定义;因为针对这一点的立论比针对单纯是否下了定义的立论更容易。因为既然无论正确地做什么事都比单纯地做它更为艰难,显而易见关于这方面的错误就更多;而发觉更多的错误比起发觉较少的错误更容易,因此证明某人没有正确地定义,要比证明他全然没有定义更为容易。

§6.5

"Δεύτερον δέ, εἰ ἐπὶ πλέον εἴρηκε τὸν λόγον τοῦ δέοντος." Τουτέστιν εἰ περιττὸν προσέθηκε τῷ λόγῳ. ὁ μὲν οὖν περιττόν τι προστιθεὶς τῷ λόγῳ τῷ δηλοῦντι τὸ τί ἦν εἶναι τοῦ προκειμένου ὡς μὴ καλῶς ὁριζόμενος εὐθύνοιτ’ ἄν, ὁ δὲ ἐνδεέστερον ἀποδιδοὺς καὶ ταύτῃ ἁμαρτάνων οὐ τῷ μὴ καλῶς ἀλλὰ τῷ μηδ’ ὅλως ὡρίσθαι. ὁ γὰρ ἐνδεὴς λόγος κατὰ τοῦτο ἐνδεής ἐστιν, ὅτι ἐλλείπει τι αὐτῷ πρὸς τὸ δηλῶσαι τὸ τί ἦν εἶναι· ὁ δὲ μὴ δηλῶν τὸ τί ἦν εἶναι οὐχ ὁρισμός.

“其次,考察他所说的定则是否超出了必要的限度。” 也就是说,他是否在定则中添加了多余的东西。因此,在揭示所讨论对象的本质的定则中添加了多余之物的人,将被作为没有正确下定义而受到查究;而赋予得不足并在这一方面犯错的人,则不是因为没有正确下定义、而是因为全然没有下定义[而受到查究]。因为不足的定则正是在这一方面是不足的,即在揭示本质上缺少了某种东西;而不揭示本质的就不是定义。

§6.6

"Ὁμώνυμος γὰρ ἡ ἀγωγὴ καὶ ἡ συμμετρία." Ὅτι ἡ μὲν ἀγωγὴ σημαίνει τινῶν φοράν, ὃ καὶ παρακομίζειν λέγεται, ὡς λέγεται σίτου ἀγωγὴ ἢ οἴνου· λέγεται καὶ ἡ διὰ τῶν ἠθῶν τοῦ τρόπου κατακόσμησις, ὡς λέγεται παίδων ἀγωγή· λέγεται ἀγωγὴ καὶ ἡ μεταβολή· ἐφ’ οὗ σημαινομένου ὁ ὁριζόμενος οὕτω τὴν γένεσιν κέχρηται τῷ τῆς ἀγωγῆς ὀνόματι.4 ἀλλὰ καὶ ἡ συμμετρία ὁμώνυμον, ὥσπερ καὶ τὸ σύμμετρον· σύμμετρα γὰρ τὰ τῷ αὐτῷ μέτρῳ μετρούμενα καὶ τὰ οἰκεῖα ἑκάστῳ καὶ ἀρκοῦντα, ἢ κατὰ τὸ πλῆθος ἢ κατὰ τὸ μέγεθος ἢ κατὰ τὰς ποιότητας ἢ κατὰ τὰς δυνάμεις ἀνάλογον ἔχοντα.

“因为引导和相称都是同名异义的。” 因为引导表示某些东西的运载,这也称为运输,正如人们谈到谷物的引导[即运送]或酒的[运送];通过习俗对品性的修整也被称为〔引导〕,正如人们谈到儿童的引导[即培育];变化也被称为引导,正是根据这一涵义,如此定义生成的人使用了‘引导’这个名称。但是相称也是同名异义的,正如相称的事物也是同名异义的一样;因为被同一种尺度所度量的事物是相称的,对每一事物特有且充足的事物——无论是在数量上、大小上、性质上还是能力上具有对应关系的事物——也是相称的。

语法注4 条
  1. 6.3Πέντε οὐσῶν, ἃς ἀπηριθμήσατο, τῶν κατὰ τὰ ὁρικὰ προβλήματα γινομένων ἁμαρτιῶν

    Πέντε οὐσῶν... τῶν... ἁμαρτιῶν 为独立属格结构,其中嵌入了关系代词分句 ἃς ἀπηριθμήσατο(即亚里士多德在前文 139a24–35 所列举的)。该结构交代了前提背景,并引出后文 τὰς μὲν προτέρας τρεῖς 与 τὰς δὲ ὑστέρας δύο 的对比。

  2. 6.3τὰς δὲ ὑστέρας δύο τόπων δεῖσθαι δύο ἰδίων

    由 φησί 所支配的“带不定式的对格”间接引语结构。前半句采用非人称结构(τὰς μὲν προτέρας τρεῖς... ἐπιχειρεῖν δεῖ),后半句则转为由 δεῖσθαι(支配属格 τόπων... δύο ἰδίων)构成的对格不定词结构(τὰς δὲ ὑστέρας δύο... δεῖσθαι)。

  3. 6.4ῥᾴων γὰρ ἡ πρὸς τοῦτο ἐπιχείρησις ἢ ἡ πρὸς τὸ ἁπλῶς ὡρίσθαι

    比较句结构。τοῦτο 指代前句的 εἰ μὴ καλῶς ὥρισται(未被正确定义),针对此点的反驳(ἡ πρὸς τοῦτο ἐπιχείρησις)与针对单纯是否下了定义(ἡ πρὸς τὸ ἁπλῶς ὡρίσθαι)的反驳进行了比较。

  4. 6.6ἐφ’ οὗ σημαινομένου ὁ ὁριζόμενος οὕτω τὴν γένεσιν κέχρηται τῷ τῆς ἀγωγῆς ὀνόματι

    介词短语 ἐφ’ οὗ σημαινομένου 中,关系代词 οὗ 与名词 σημαινομένου 保持性数格一致(意为“在这一涵义下”)。它承接前句的 λέγεται ἀγωγὴ καὶ ἡ μεταβολή(变化也被称为引导),指明了被亚里士多德所批评的定义者使用该词时的具体涵义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:422.1-424.5