- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:420.3-421.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了亚里士多德在《论题篇》第六卷中探讨定义问题的意图,并根据139a24–25概述了用于确立或反驳定义的五个考察途径。
Διδάξας ὁ Ἀριστοτέλης περὶ τῶν γενικῶν καὶ ἰδικῶν προβλημάτων, καὶ πρὸ αὐτῶν δ’ ὁμοίως περὶ τῶν ἀπὸ τοῦ συμβεβηκότος, καὶ τοὺς τόπους τούς τε κατασκευάζοντας ὅτι τόδε γένος ἐστὶ τοῦδε ἢ ἴδιον ἢ συμβέβηκε τῷδε καὶ αὖθις ἀνασκευάζοντας καὶ δεικνύντας ὅτι οὐκ ἔστι παραδούς, νῦν διδάσκει καὶ περὶ τῶν ὁρικῶν, οὐχ ὅτι τί ἐστιν ἡ φύσις τοῦ ὅρου, καὶ εἰ ἄρα πλείω γένη δεῖ ἐν τῷ ὁρισμῷ παραλαμβάνεσθαι μίαν δὲ διαφορὰν ἢ τοὐναντίον, καὶ τίνων ἔστιν ὁρισμός, ὅτι τῶν οὐσιωδῶν κυρίως, κατὰ δεύτερον δὲ λόγον καὶ τῶν συμβαινόντων (περὶ γὰρ πάντων τούτων ἐδίδαξεν ἐν τοῖς Μετὰ τὰ φυσικά, καὶ ἐν τῷ δευτέρῳ τῆς Ἀποδεικτικῆς περὶ τοῦ εἰ δεῖ τῶν ὁρισμῶν ἀπόδειξιν γίνεσθαι), ἀλλ’ εἰ ὁ ἀποδιδόμενός τινι ὅρος ὅρος ἐστὶν αὐτοῦ ἢ οὐκ ἔστι·1 περὶ τούτου γάρ ἐστιν ἡ πρόθεσις αὐτῷ ἐν τῷ παρόντι τῶν Τοπικῶν βιβλίῳ.
亚里士多德在讲授了关于属的问题和固有属性的问题,并且同样在此之前讲授了关于偶性的问题,传授了既用于确立某物是某物的属或固有属性或偶性、又反过来用于反驳并证明其不是的论点之后,现在也讲授关于定义的问题;这不是教导定义的本性是什么,以及在定义中究竟应当采用多个属和一个种差还是相反,以及定义是对何者的定义,即正当地说属于本质的事物,而在第二种意义上也属于相伴随的事物(因为关于这一切,他在《形而上学》中已作过教导,并在《后分析篇》第二卷中关于是否必须有定义的证明作过教导),而是考察赋予给某物的定义究竟是否是它的定义;因为他在《论题篇》现存这一卷中的意图正是在于此。
"Τῆς δὲ περὶ τοὺς ὅρους πραγματείας." Τῆς πραγματείας, φησί, τῆς περὶ τοὺς ὅρους, ἤτοι τῆς περὶ τὰ ὁρικὰ προβλήματα, μέρη εἰσὶ πέντε· πέντε γάρ εἰσι, δι’ ὧν ἐπιχειροῦμεν κατασκευάζειν ὅτι τόδε ἐστὶν ὁρισμὸς τοῦδε, καὶ αὖ τοὐναντίον ἀνασκευάζειν ὅτι ὁ ἀποδοθεὶς ὁρισμὸς οὐ καλῶς ἀποδέδοται.
“关于定义的探讨。” 他说,关于定义的探讨,即关于定义性问题的探讨,有五个部分;因为我们据以试图确立某物是某物的定义,以及反过来反驳所赋予的定义并未被正确赋予的途径,共有五种。
"Ἢ γὰρ ὅλως οὐκ ἀληθὲς εἰπεῖν, καθ’ οὗ τοὔνομα, καὶ καὶ τὸν λόγον.2" Ἢ γὰρ δεῖ ἐπιχειρεῖν καὶ δεικνύναι ὅτι οὐδ’ ὅλως ὁ ἀποδοθεὶς ὁρισμὸς τὴν φύσιν τοῦ ὁριστοῦ σημαίνει, ἀλλ’ ἄλλο τί ἐστιν (εἰ3 γὰρ τὸ ζῷον λογικὸν θνητὸν ὁρισμὸς τοῦ ἀνθρώπου ἐστίν, ὀφείλει καὶ κατὰ παντὸς ἀνθρώπου κατηγορεῖσθαι καὶ καθ’ οὗ τὸ ὄνομα κατηγορεῖται, ἤγουν τὸ ὑπὸ τοῦ ὀνόματος δηλούμενον, ὁ ἄνθρωπος, καὶ κατὰ τοῦ Σωκράτους κατηγορεῖσθαι, καὶ διὰ τοῦτο καὶ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου οἰκεῖον τῷ Σωκράτει καταφαίνεσθαι), ἢ ὄντος γένους τοῦ ὁριστοῦ οὐκ ἔθηκεν εἰς τὸ γένος τὸν ὁρισμόν, ἤτοι οὐκ ἔλαβε τὸ γένος τοῦ ὁριστοῦ εἰς τὸν ὁρισμὸν αὐτοῦ (οἷον εἴ τις τὴν ἐπιστήμην ὁριζόμενος εἴποι ‘ἐπιστήμη ἐστὶν ἀμετάπειστος ὑπὸ λόγου’, ἁμαρτάνων ἐλέγχεται· οὐ γὰρ ἔλαβεν ἐν τῷ ὁρισμῷ τὸ γένος αὐτῆς· μάλιστα γάρ, φησί, τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων τὸ γένος δοκεῖ τὴν τοῦ ὁριζομένου οὐσίαν σημαίνειν· ἐν γὰρ τῷ τί ἐστι κατηγορεῖται τὸ γένος, αἱ δὲ διαφοραὶ ὡς ποιότητες μᾶλλον. καὶ ὅτι πρῶτον τὸ γένος τὴν ἑκάστου οὐσίαν δείκνυσιν, χωρίζον αὐτὸ ἀπὸ πάντων τῶν διαφόρων· ἀρχὴ γὰρ τοῦ ὅρου τὸ γένος, ἐξεργασίᾳ δὲ αἱ διαφοραὶ ἐοίκασιν. καὶ αἱ μὲν διαφοραὶ τῶν ὁμοίων καὶ συγγενῶν χωρίζουσι τὸ ὁριστόν, ὧν οὐχ οἷόν τε χωρίσαι αὐτό, εἰ μὴ πρότερον χωρισθείη τῶν ἀνομοίων καὶ ἐκτὸς τῆς φύσεως τοῦ ὁριστοῦ, ὃ ποιεῖ τὸ γένος), ἢ ὅταν οὐκ ἴδιον τοῦ ὁριστοῦ ἀποδιδῷ τις τὸν λόγον, ὡς εἴ τις θείη ὁρισμὸν εἶναι τοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν· (οὗτος γὰρ ὁ ὅρος οὐκ ἴδιος τοῦ ἀνθρώπου ἐστίν, ἐπεὶ οὐκ ἀντιστρέφει· δεῖ δὲ τὸν ὁρισμὸν ἴδιον εἶναι τοῦ ὁριστοῦ καὶ ἀντιστρέφειν ὥσπερ καὶ τὸ ἴδιον), ἢ 〈εἰ〉 πάντα τὰ εἰρημένα πεποιηκώς, ἤγουν καὶ γένος οἰκεῖον λαβὼν καὶ διαφορὰς προσθεὶς καὶ ἀντιστρέφοντα πρὸς τὸ ὁριστὸν τὸν ὁρισμὸν ἀποδούς, μὴ ὥρισται, τουτέστι μὴ κυρίως ἀπέδωκεν ὁρισμὸν ἀλλ’ ὑπογραφήν, μηδ’ εἴρηκε τὸ τί ἦν εἶναι, ἤγουν ἐδήλωσε τὴν φύσιν τοῦ ὁριστοῦ (ὁ γὰρ εἰπὼν ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον φαλακρὸν προγαστρικὸν τὸν Σωκράτην πάντα μὲν ἐφύλαξεν ἃ εἴπομεν, ὁρισμὸν δὲ οὐκ ἐποίησεν ἀλλ’ ὑπογραφὴν λαβὼν τὰ συμβεβηκότα· διὸ οὐκ ἐδήλωσε τὴν φύσιν τοῦ ὁριστοῦ), καὶ τελευταῖον, εἰ ὥρισται μέν, μὴ καλῶς δὲ ὥρισται, τουτέστιν εἰ ὁρισμὸς μέν ἐστιν ὁ ἀποδιδόμενος, μὴ οἰκεῖος δὲ ὢν τῷ πράγματι.
“因为要么全然不真去说,名称所适用的对象,定则定则也同样适用。” 因为要么必须试图证明所赋予的定义全然没有表示被定义者的本性,而是某种别的东西(因为如果‘理性的有死的动物’是人的定义,它就应当述及每一个人,并且名称所适用的对象——即名称所指示的‘人’——也述及苏格拉底,因此人的定义也必须显明为苏格拉底所特有);要么在被定义者的属存在的情况下,他没有将定义置于属中,即没有将被定义者的属纳入其定义中(正如若有人在定义知识时说‘知识是不可被言论所说服的’,他便被揭示为犯了错误;因为他在定义中没有采用它的属;他说,因为在定义中所采用的要素中,属似乎最能表示被定义者的实体;因为属是在‘是什么’中被述及的,而种差则更像是作为性质被述及;并且首先属表明了每一事物的实体,将它与所有不同的事物区分开来;因为属是定义的开端,而种差类似于精细加工;种差将被定义者与同类的和相近的事物区分开来,但若不预先将被定义者与相异的且处于被定义者本性之外的事物区分开来——这正是属所做的工作——就无法将它与前者区分开来);要么当有人赋予的定则并不是被定义者的固有属性时,正如若有人设定人的定义是‘两足步行动物’(因为这一定义并不是人所特有的,因为它并不换位;但定义必须是被定义者的固有属性,并且必须像固有属性一样进行换位);要么若在做到了上述所有事情之后——即既采用了特有的属又添加了种差并赋予了与被定义者相互换位的定义——却并没有下定义,即没有正当地赋予定义而是赋予了描述,也没有说明其本质,即没有揭示被定义者的本性(因为说苏格拉底是‘直立行走、扁甲、秃顶、大肚的动物’的人,虽然遵循了我们所说的一切,但并没有做出定义,而是采用了偶性做出了描述;因此他没有揭示被定义者的本性);最后,若是虽然下了定义,但并没有正确地下定义,也就是所赋予的虽然是定义,但却不是该事物所特有的。
- 6.0οὐχ ὅτι τί ἐστιν ἡ φύσις τοῦ ὅρου... ἀλλ’ εἰ ὁ ἀποδιδόμενός τινι ὅρος ὅρος ἐστὶν αὐτοῦ ἢ οὐκ ἔστι
由主动词 διδάσκει 所支配的从句结构。它将亚里士多德在此处不探讨的内容——在形而上学与后分析篇中探讨的定义本性及构成条件(οὐχ ὅτι...)——与辩证术的目标相对比,即赋予某物的定义究竟是否为其真正的定义(ἀλλ' εἰ...)。οὐχ ὅτι 构成“并非教导说……”的否定性补充从句。
- 6.2καὶ καὶ τὸν λόγον
引文(lemma)中重复的连词 καὶ 是传抄文本中保留的叠字错误(dittography)。它对应于亚里士多德原文139a25处的 καθ' οὗ τοὔνομα, καὶ τὸν λόγον(“名称所适用的对象,定则也同样适用”),此处依原文如实译出。
- 6.2Ἢ γὰρ δεῖ... ἢ ὄντος γένους... ἢ ὅταν... ἢ 〈εἰ〉... καὶ τελευταῖον, εἰ...
注解者对亚里士多德提出的考察定义的五个途径的列举。虽然通过连词 ἤ 构成分离并列关系,但在句法形式上出现了破格变化(anacoluthon):第1项为 δεῖ+不定词;第2项为直陈式过去时(οὐκ ἔθηκεν);第3项为 ὅταν+虚拟式;第4项为条件句 〈εἰ〉+完成时直陈式;第5项为 εἰ ὥρισται μέν。理解时需理顺整体的五分法选择关系。
