- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:417.5-419.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者注释了亚里士多德《论题篇》卷五中关于按能力(潜能)赋予特有属性的反驳与确立(138b31–139a8),以及对以过度(最高级)设定特有属性的反驳(139a9起),讨论了能力的归属及事物消灭时名称与定义的脱节。
" Τὸ γὰρ τοιοῦτον ἴδιον οἷον ἀναπνεῖσθαι ἀναπνευστόν ἔστι." 〈Ἐπεὶ ἀναπνευστόν ἐστι〉 τὸ οἷόν τε ἀναπνέεσθαι, καὶ ἐπεὶ τὸ ἀναπνέεσθαι πεφυκὸς ὑπό τινος ἀναπνέεται, πᾶν δὲ τὸ ἀναπνέον ζῷον, πρὸς ζῷον ἂν εἴη τὸ ἀναπνευστὸν λεγόμενον ἴδιον, ὃ ἀπεδόθη τοῦ ἀέρος. εἰ δὲ τὸ ἀναπνευστὸν πρὸς τὸ ἀναπνέον λέγεται, εἰ μὴ εἴη τὸ ἀναπνέον, οὐδ’ ἂν τὸ ἀναπνευστὸν ἔτι εἴη. εἰ οὖν μὴ ὄντος τοῦ ζῴου ἀέρα μὲν ἐνδέχεται εἶναι, τὸ δὲ ἀναπνευστὸν οὐκέτι μὴ ὄντος τοῦ ἀναπνέοντος αὐτό,1 οὐκ ἂν εἴη τοῦ ἀέρος ἴδιον τὸ ἀποδεδομένον, εἴ γε δεῖ μὲν τὸ ἴδιον ἀχώριστον εἶναι καὶ ἀεὶ ὑπάρχειν τῷ οὗ ἐστιν ἴδιον.
“因为诸如被呼吸这样的特有属性是可呼吸的。” 因为可呼吸的是能够被呼吸的,并且因为天生适于被呼吸的事物是被某种东西所呼吸,而一切呼吸着的事物都是动物,所以作为空气的特有属性而被赋予的被称作可呼吸的属性,就会是相对于动物而言的。但是,如果可呼吸的是相对于呼吸者而言的,那么如果呼吸者不存在,可呼吸的也就不会再存在了。因此,如果在动物不存在时,空气却可能存在,而当呼吸它的东西不存在时,可呼吸的便不再存在,那么既然特有属性必须不可分离且始终属于它是其特有属性的对象,被赋予的属性就不会是空气的特有属性。
"Κατασκευάζοντα δὲ εἰ τῇ δυνάμει ἀποδιδοὺς τὸ ἴδιον." Ὅταν μὴ ὄντος τούτου, πρὸς ὃ ἡ δύναμις ἀποδέδοται, μηδὲ ἡ δύναμις ἔτι σῴζηται τοῦ πράγματος οὗ τὸ ἴδιον ἀποδέδοται, οὐ καλῶς τὸ ἀποδοθέν. ἂν δὲ καὶ μὴ ὄντος τοῦ πρὸς ὃ λέγεται ἡ δύναμις, ἔτι μένῃ τὸ πρᾶγμα ἐν τῇ δυνάμει, τότε καλῶς ἂν εἴη τὸ κατὰ δύναμιν ἴδιον ἀποδεδομένον. τοῦ μὲν γὰρ ἀναπνευστὸν εἶναι τὸν ἀέρα ἡ δύναμις ἐν ἄλλῳ ἐστί, τῷ ζῴῳ, ὃ ἔστι καὶ μὴ εἶναι· τοῦ δὲ τὸ ὂν οἷόν τε παθεῖν ἢ ποιῆσαι ἡ δύναμις ἐν αὐτῷ καὶ μὴ ὄντος τοῦ πάσχοντος ἢ ποιοῦντος· τὴν γὰρ ἐνέργειαν ἐμπεπόδισται μὴ ὄντων ἐκείνων, τὴν δὲ δύναμιν ἐν ἑαυτῷ φυλάσσει. τοῦ μὲν 〈οὖν〉 πρὸς ὂν κατὰ δύναμιν ἀποδιδομένου ἰδίου παράδειγμα παρέθετο, οὐκέτι δὲ καὶ τοῦ πρὸς μὴ ὂν ἐνδεχομένου μέντοι καὶ μὴ ὄντι αὐτῷ ὑπάρχειν. εἴη δ’ ἂν τοῦτο, εἴ τις ὕλης λέγοι ἴδιον τὸ τῶν ἐναντίων δεκτικόν· κἂν γὰρ μὴ ἐνεργείᾳ ὕλη λαμβάνηται, ἀλλὰ δυνάμει ὑπάρχει αὐτῇ τὸ κατὰ δύναμιν ἀποδεδομένον ἴδιον. [Κατασκευάζοντα δέ, φησί, δεῖ σκοπεῖν, εἰ τὸ δυνάμει ἴδιον ἀπέδωκεν ἢ πρὸς ὂν ἢ πρὸς μὴ ὄν, ἤτοι τὴν ὕλην, ἐνδεχομένης τῆς δυνάμεως, ἤγουν τοῦ δυνάμει, καὶ τῷ μὴ ὄντι ὑπάρχειν, ὅπερ ἐστὶν ἡ ὕλη· ἡ γὰρ ὕλη μὴ ὂν διὰ τὸ εἶναι πάντα δυνάμει καὶ μηδέν τι εἶναι ἐνεργείᾳ. εἰ οὖν ἀποδοίη τις τῇ ὕλῃ ἴδιον τὸ δεκτικὴν εἶναι πάντων (δυνάμει γὰρ δεκτική ἐστι πάντων, εἴπερ τινὸς τῶν ὄντων οὐκ ἔστιν), ἢ εἰ ἀποδοίη τοῦ ὄντος ἴδιον τὸ δυνατὸν παθεῖν ἢ ποιῆσαι (πᾶν γὰρ τὸ ὂν δυνατὸν ἢ παθεῖν ἢ ποιῆσαι), καλῶς ἀποδέδωκε τὸ ἴδιον ἑκατέρου.] " Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ ὑπερβολῇ τέθεικε τὸ ἴδιον." Τουτέστιν ὑπερθετικῶς. εἰ γὰρ δεῖ τὸ ἴδιον μόνῳ τε ὑπάρχειν καὶ συναναιρεῖσθαι αὐτῷ ἀναιρουμένῳ, τὸ δὲ καθ’ ὑπερβολὴν λεγόμενον οὐ συναναιρεῖται ἀναιρουμένῳ τῷ τὴν ὑπερβολὴν ἔχοντι διὰ τὸ τούτου ἀναιρεθέντος ἄλλο γίνεσθαι ἐν τῇ ὑπερβολῇ τὸ μετ’ ἐκεῖνο ὄν, εἰ δὲ τοῦτο, οὐ καθ’ οὗ ὁ λόγος [ἤτοι τὸ ἴδιον], καὶ τὸ ὄνομα,2 καὶ οὐκ ἔσται ἴδιον τὸ οὕτως ἀποδοθέν. Φθαρέντος γὰρ τοῦ πυρὸς ἔσται τι ἄλλο γινόμενον ἐν ὑπερβολῇ, τὸ μετ’ ἐκεῖνο· ἔστω δὴ τοῦτο καθ’ ὑπόθεσιν ὁ ἀήρ· εἰ δὲ τοῦτο, συμβαίνει ὅτι οὐ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα· τὸ μὲν γὰρ κουφότατον λέγεται κατὰ τοῦ ἀέρος, τὸ δὲ πῦρ, οὗ πρὸ τῆς φθορᾶς ἦν ἴδιον τὸ κουφότατον, οὐ λέγεται κατὰ τοῦ ἀέρος. ὥστε συμβαίνει τι ἄτοπον ἐκ τοῦ ὑπερθετικῶς ἀποδίδοσθαι τὸ ἴδιον, τὸ μὴ καθ’ οὗ τὸν λόγον, λέγεσθαι καὶ τοὔνομα.
“在用于确立时,如果是依能力赋予特有属性。” 每当能力所关联的对象不存在时,被赋予特有属性的事物的能力也不复保存,那么被赋予的属性就不是正确的。但是,如果即使能力所关涉的对象不存在,事物仍处于潜能之中,那么依能力而定的特有属性就会是被正确赋予的。因为空气之可呼吸的能力存在于另一事物(即动物)之中,而动物是可能不存在的;然而存在者之能够承受或作用的能力,则即使承受者或作用者不存在,也存在于自身之中;因为在那些事物不存在时,它的现实活动虽受阻碍,但它把能力保持在自身之中。于是,他给出了依能力相对于存在者赋予特有属性的例子,但没有再给出相对于非存在者、然而却可能属于本身是非存在者的那类特有属性的例子。而如果有人把“能够接受对立者”说成是质料的特有属性,情形就会是这样;因为即使质料不是现实地被取用,依能力赋予的特有属性也是潜在地属于它的。[他说,在确立时,必须考察他赋予潜在的特有属性是相对于存在者还是相对于非存在者即质料,因为能力——也就是“潜在地”——能够甚至属于非存在物,即质料;因为质料是非存在者,乃由于它潜在地是一切事物而在现实中并非任何一物。因此,如果有人将“能接受一切事物”作为质料的特有属性赋予(因为既然它并非存在者中的任何一物,它就潜在地能接受一切事物),或者如果有人将“能够承受或作用”赋予为存在者的特有属性(因为一切存在者要么能够承受要么能够作用),那么他就正确地赋予了各自的特有属性。]“其次,在用于反驳时,如果他在过度中设定了特有属性。” 即以最高级[设定]。因为特有属性必须唯独属于它,并在它被消灭时一同消灭,但依过度而言的事物,在拥有过度者被消灭时却并不一同消灭,这是因为当后者被消灭时,另一事物——即次于它的事物——便处于过度之中;而若是这样,就不会是定则[即特有属性]所适用的对象其名称也适用,如此赋予的事物也就不会是特有属性。因为在火被消灭之后,会有另一事物即次于它的事物处于过度之中;假定这就是空气;但若是这样,就导致并非定则所适用的对象其名称也适用;因为“最轻的”被述及空气,但是火——在消灭之前“最轻的”曾是其特有属性——却并不被述及空气。因此,由于以最高级赋予特有属性,便导致了一个荒谬的结果,即名称并不被述及定则所适用的对象。
- 5.91εἰ οὖν μὴ ὄντος τοῦ ζῴου ἀέρα μὲν ἐνδέχεται εἶναι, τὸ δὲ ἀναπνευστὸν οὐκέτι μὴ ὄντος τοῦ ἀναπνέοντος αὐτό
μὴ ὄντος τοῦ ζῴου 与 μὴ ὄντος τοῦ ἀναπνέοντος αὐτό 均为表示条件的属格独立结构。εἰ 条件分句通过 μέν...δέ 对比了即使动物不存在空气仍可能存在(ἀέρα μὲν ἐνδέχεται εἶναι),与呼吸它的主体不存在时“可呼吸的”便不复存在(οὐκέτι 之后省略了 ἐνδέχεται εἶναι)之间的不对称性。
- 5.93οὐ καθ’ οὗ ὁ λόγος [ἤτοι τὸ ἴδιον], καὶ τὸ ὄνομα
此处是指亚里士多德特有属性理论中的原则“凡定则(定义/特有属性)所适用的对象,名称亦必适用”出现了反例。在 καθ’ οὗ ὁ λόγος 之后省略了主句动词(λέγεται)和先行词,结构上表示“并非定则适用的对象,名称也[适用]”。
