← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§414.24-417.4

基于程度比较、同等关系及潜能的固有属性论题

亚历山大注释亚里士多德《论题篇》卷五第5章(138a13–138b27),在梳理基于“较多”的第三和第四种论题之后,进而阐释基于“同样属于”的三种论题(二对二、二对一、一对二),以及依能力/潜能赋予特有属性的论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.85

" Τρίτον ἀνασκευάζοντα μὲν εἰ οὗ μᾶλλόν ἐστιν ἴδιον." Ὁ μὲν πρῶτος τόπος ἑνὸς πρὸς ἓν ἐποιεῖτο τὴν σύγκρισιν, ὁ δὲ δεύτερος δυοῖν πρὸς δύο· οὗτος δὲ ἑνὸς πρὸς δύο, καὶ ἔστιν ἀνασκευαστικὸς μόνον. εἴτε γὰρ οὗ μᾶλλόν ἐστιν ἴδιον,1 μή ἔστιν ἴδιον, εἴτε ἐστίν, οὐκ ἔσται ἴδιον οὗ 〈ἧττον〉 ἐστιν ἴδιον· ὁ γὰρ ἀπὸ τοῦ μᾶλλον τόπος ἀνασκευαστικός ἐστιν, οὐ κατασκευαστικός. καὶ ἔστιν ἀδύνατον τὸ αὐτὸ πλειόνων ἴδιον εἶναι· διὸ οὐδ’ ἀπὸ τοῦ ἧττόν ἐστι κατασκευαστικός.

“第三,在用于反驳时,如果它更是其特有属性的对象。” 第一种论题进行的是一对一的比较,第二种论题进行的是二对二的比较;而这种论题进行的是一对二的比较,且仅仅是可反驳的。因为无论对于它更是其特有属性的对象而言它并非特有属性,还是它是特有属性,对于它[较少]是其特有属性的对象而言,它都不会是特有属性;因为基于“较多”的论题是可反驳的,而不是可确立的。并且同一事物不可能属于多数事物的特有属性;因此基于“较少”它也不是可确立的。

§5.86

"Τέταρτον ἀνασκευάζοντα μέν." Τέταρτον τόπον ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον παραδίδωσι καὶ ἀνασκευαστικὸν καὶ κατασκευαστικὸν δύο τινῶν πρὸς ἓν ἐχόντων τὴν κατὰ τὸ μᾶλλον σύγκρισιν.

“第四,在用于反驳时。” 作为基于“较多与较少”的第四种论题,他传授了一种既可反驳又可确立的论题,关涉两事物相对于一事物具有依“较多”而作的比较。

§5.87

"Ἔπειτα ἐκ τῶν ὁμοίως ὑπαρχόντων." Παραδοὺς τοὺς ἀπὸ τοῦ μᾶλλόν τε καὶ ἧττον τόπους μέτεισιν ἐπὶ τοὺς ἀπὸ τῶν ὁμοίως ὑπαρχόντων. οὐκ εἰσὶ δὲ οὗτοι οἱ αὐτοὶ οἷς ἤδη ἀπὸ τῶν ὁμοίως ἐχόντων παρέδωκεν· ἐκεῖνοι μὲν γὰρ ἦσαν ἀπὸ τῶν ὁμοίως ἐχόντων πρός τινα ἄλλα κατ’ ἀναλογίαν λαμβανόμενοι, οὗτοι δὲ ἀπὸ τῶν ὁμοίως ὑπαρχόντων τισίν· ἐρεῖ δὲ καὶ αὐτὸς αὐτῶν τὴν διαφοράν. οἱ μὲν οὖν ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον τέσσαρες ἦσαν, οἱ δὲ ἀπὸ τῶν ὁμοίως ὑπαρχόντων τρεῖς, οὓς ἐκθήσεται· ὧν καὶ ἐν τοῖς πρὸς τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα τόποις ἐμνημόνευσεν. εἶπε δὲ ὅτι ἡ μὲν κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον σύγκρισις καὶ αὐτῶν πρὸς αὐτὰ γίνεται, οὐ μόνον πρὸς ἄλληλα, ἡ δ’ ὁμοιότης ἐν πλείοσι μόνον. πρῶτον μὲν οὖν λαμβάνει τόπον ἀπὸ τῶν ὁμοίων ἀνασκευαστικὸν καὶ κατασκευαστικόν, εἰ δύο τινὰ δύο τισὶν ὁμοίως ὑπάρχει, δεύτερον δὲ ὁμοίως πρὸς ἄμφω χρήσιμον, εἰ δύο τινὰ ἑνί τινι ὁμοίως ὑπάρχει, τρίτον δὲ ἀνασκευαστικὸν μόνον, εἰ ἓν δύο τισὶν ὁμοίως ὑπάρχει.

“其次,根据同样属于的事物。” 在传授了基于较多与较少的论题之后,他进而探讨基于同样属于的事物的论题。而这些论题与他先前基于处于同样关系的事物所传授的论题并不相同;因为那些论题是依比例取自相对于某些其他事物处于同样关系的事物,而这些论题则是取自同样属于某些事物的事物;并且他自己也将说明它们的区别。基于较多与较少的论题有四个,而基于同样属于的事物的论题有三个,他将把它们列举出来;并且在针对偶性问题的论题中他也曾提及它们。而且他说,依较多与较少的比较不仅发生在彼此之间,也发生在事物自身相对于自身之间,但“同样”仅发生在多数事物之间。因此,首先他从同样者中取了一种既可反驳又可确立的论题,即如果有两件事物同样属于两件事物;其次取了一种对双方同样有用的论题,即如果有两件事物同样属于一件事物;第三取了一种仅仅可反驳的论题,即如果有一件事物同样属于两件事物。

§5.88

"Δεύτερον δὲ ἀνασκευάζοντα μὲν εἰ τὸ ὁμοίως ὂν ἴδιον αὐτοῦ μή ἐστιν ἴδιον." Ἐν τούτῳ θεωρεῖ, εἰ δύο ἴδια ὁμοίως ἑνὶ ὑπάρχει ἢ μὴ ὑπάρχει. καὶ ἐπὶ μὲν τοῦ μὴ ὑπάρχειν τίθησι παράδειγμα σαφές, τὸ ὁρᾶν καὶ τὸ ἀκούειν τοῦ ἀνθρώπου, ἐπὶ δὲ τοῦ ὑπάρχειν ἀσαφές. ἔστι δ’ ὃ λέγει τοιοῦτον· εἰ ὁμοίως ἐστὶ ψυχῆς ἴδιον τὸ μέρους αὐτῆς ἐπιθυμητικὸν εἶναι πρώτου2 καὶ λογιστικὸν ὡσαύτως μέρους πρώτου, εἴη ἂν ἴδιον αὐτῆς τὸ λογιστικὸν μέρους πρώτου, ὥσπερ καὶ τὸ ἐπιθυμητικὸν μέρους πρώτου ἴδιον αὐτῆς. τὸ δὲ τῆς ψυχῆς πρώτου μέρους εἶναι καὶ τὸ ἐπιθυμητικὸν καὶ τὸ λογιστικὸν ἐν τοῖς παραδείγμασιν ἔλαβεν, ὅτι καὶ ἀνθρώπου ἴδιον ἔστιν ὅτε τις λέγει τὸν μὲν θυμικὸν εἶναι τὸν δὲ ἐπιθυμητικόν, ἀλλ’ οὐ πρώτου.

“第二,在用于反驳时,如果同样作为特有属性的事物不是它的特有属性。” 在这一论题中,他考察两个特有属性是否同样属于或不属于一件事物。在不属于的情形中,他给出了一个明白的例子,即人的“看”和“听”,但在属于的情形中则给出了一个不明白的例子。而他所说的是这样的:如果灵魂就其主要部分而言具有欲求能力与同样就其主要部分而言具有理性能力作为灵魂的特有属性是同样的,那么就其主要部分而言具有理性能力就会是它的特有属性,正如就其主要部分而言具有欲求能力是它的特有属性一样。而在例子中他之所以把具有欲求能力和具有理性能力取为属于灵魂的主要部分,是因为有时人们也会把一个人是具气魄的而另一个人是具欲求的作为人的特有属性来说,但并不是就其主要部分而言。

§5.89

"Τρίτον δὲ ἀνασκευάζοντα μὲν εἰ οὗ ὁμοίως ἐστὶν ἴδιον." Εἰ ἓν δύο τισὶν ὁμοίως ὑπάρχει, οἷον ἐπεὶ ὁμοίως ἐστὶν ἴδιον τὸ καίειν φλογὸς καὶ ἄνθρακος * * * * *, ὅτι μὴ οἷόν τε τὸ αὐτὸ πλειόνων ἴδιον εἶναι, ἀλλ’ ἐν ᾧ τοῦ ἑτέρου αὐτῶν δείκνυσιν ἴδιον ὄν, ἅμα ἂν δεικνύοιτο ὅτι μηδὲ ὁμοίως ἀμφοτέροις ὑπάρχει.

“第三,在用于反驳时,如果它同样是其特有属性的对象。” 如果一件事物同样属于两件事物——例如既然燃烧同样是火焰与木炭的特有属性……因为同一事物不可能属于多数事物的特有属性,而是在表明它是其中一者的特有属性的过程中,同时也就可以表明它甚至并非同样属于两者。

§5.90

"Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ δυνάμει τὸ ἴδιον ἀποδιδούς." Εἴ τις ἴδιόν τινος ἀποδιδοὺς πρὸς δύναμιν, τουτέστι κατὰ δύναμιν αὐτοῦ ἀποδιδούς (κατὰ δύναμιν δέ ἐστι τὸ ἐπιστήμης φέρε εἰπεῖν δεκτικόν, τὸ γελαστικόν, καὶ ὅσα οὐ κατ’ ἐνέργειαν πάρεστι τῷ πράγματι, ἀλλὰ λέγεται αὐτοῦ ἴδια τῷ δύνασθαι ἐν αὐτῷ γίνεσθαι), εἰ δή τις ἴδιόν τινος ἀποδιδοὺς πρὸς δύναμιν ἀποδίδωσι τὴν δύναμιν ταύτην πρός τι, ὃ δύναται καὶ μὴ εἶναι ὄντος αὐτοῦ οὗ ἴδιον ἀπεδόθη, μὴ ἐνδεχομένης τῆς δυνάμεως ταύτης ὑπάρχειν τῷ μὴ ὄντι οὐχ ὑγιῶς ἔσται τὸ ἴδιον ἀποδεδωκώς.3

“其次,在用于反驳时,如果是按潜能赋予特有属性。” 如果有人就能力来赋予某物的特有属性,即按其能力来赋予(按能力的,例如说是能接受知识的、能笑的,以及所有那些并非现实地呈现于事物、而是由于能够生成于其中而被称作该事物的特有属性的东西)——如果有人就能力来赋予某物的特有属性,把这种能力关联于某种在该物(即被赋予特有属性的对象)存在时甚至可能不存在的东西,而这种能力又不可能属于不存在者,那么他就没有正确地赋予特有属性。

语法注3 条
  1. 5.85εἴτε γὰρ οὗ μᾶλλόν ἐστιν ἴδιον, μή ἔστιν ἴδιον, εἴτε ἐστίν, οὐκ ἔσται ἴδιον οὗ 〈ἧττον〉 ἐστιν ἴδιον

    由 εἴτε... εἴτε...(“无论……还是……”)构成的双重条件从句结构。第一个从句中的 οὗ μᾶλλόν ἐστιν ἴδιον 是包含先行词的关系从句,意为“它更是其特有属性的对象”。主句 οὐκ ἔσται ἴδιον οὗ ἧττον ἐστιν ἴδιον 中的 οὗ ἧττον ἐστιν ἴδιον 结构相同:如果它在前一个对象上不是特有属性,则后一个对象上更不是;如果它在前一个对象上是特有属性,由于特有属性只能属于单一事物,它也不可能是后者的特有属性。

  2. 5.88τὸ μέρους αὐτῆς ἐπιθυμητικὸν εἶναι πρώτου

    由冠词 τὸ 引导的带不定式短语。谓语部分由属格短语 μέρους αὐτῆς ... πρώτου(“它的主要部分的”)与形容词 ἐπιθυμητικόν(“欲求的”)结合,表示“就其主要部分而言具有欲求能力”或“欲求能力属于灵魂的主要部分”。

  3. 5.90εἰ δή τις ἴδιόν τινος ἀποδιδοὺς πρὸς δύναμιν ἀποδίδωσι τὴν δύναμιν ταύτην πρός τι, ὃ δύναται καὶ μὴ εἶναι ὄντος αὐτοῦ οὗ ἴδιον ἀπεδόθη, μὴ ἐνδεχομένης τῆς δυνάμεως ταύτης ὑπάρχειν τῷ μὴ ὄντι οὐχ ὑγιῶς ἔσται τὸ ἴδιον ἀποδεδωκώς

    长篇条件句的句法骨架。在开头的 Εἴ τις ἴδιόν τινος ἀποδιδοὺς πρὸς δύναμιν 及括号性说明之后,由 εἰ δή τις 重述条件,接直陈式动词 ἀποδίδωσι。在关系从句 ὃ δύναται καὶ μὴ εἶναι 之后紧接着表让步的独立属格 ὄντος αὐτοῦ οὗ ἴδιον ἀπεδόθη(“在该物存在时”),随后插入表原因/条件的独立属格 μὴ ἐνδεχομένης τῆς δυνάμεως ταύτης ὑπάρχειν τῷ μὴ ὄντι(“而此种能力又不可能属于不存在者”),最终落实到由分词与 ἔσται 构成的迂说法未来完成式主句 οὐχ ὑγιῶς ἔσται τὸ ἴδιον ἀποδεδωκώς。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:414.24-417.4