- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:412.19-414.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《论题篇》第5卷第7章(137a21–138a4),讨论了依存在、生成与毁灭考察特有属性、借助相进行检验,以及基于较多与较少的论题及其四种分类和程度比较的相关论点。
" Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τὸ κατὰ τὸ εἶναι λεγόμενον μή ἐστι τοῦ κατὰ τὸ εἶναι λεγομένου ἴδιον." Ἐπεὶ τὸ ἴδιόν τινος ἀναγκαῖον ὄντος εἶναι καὶ γινομένου γίνεσθαι καὶ φθειρομένου φθείρεσθαι,1 εἰ ἐπί τινος τούτων διαφωνεῖ, οὐδ’ ἐπὶ τῶν ἄλλων ἂν εἴη ἴδιον. εἰ δ’ ἐπί τινος ἴδιον τούτων τὸ ἀποδοθέν, ἔσται καὶ ἐπὶ τῶν λοιπῶν.
“其次,在用于反驳时,如果依存在而说的东西不是依存在而说的东西的特有属性。” 因为某物的特有属性,在该物存在时必然存在,在该物生成时必然生成,在该物毁灭时必然毁灭,所以如果它在这些情况中的任何一种上不相符,在其余情况中也就不会是特有属性。但如果所赋予的在这些情况中的某一种上是特有属性,那么在其余情况中也将是特有属性。
"Ἔπειτα ἐπιβλέπειν ἐπὶ τὴν ἰδέαν τοῦ κειμένου." Ὅτι ἐὰν τὸ ἀποδιδόμενον ἴδιόν τινος μὴ ὑπάρχῃ τῇ ἰδέᾳ τοῦ πράγματος οὗ τὸ ἴδιον ἀπεδόθη, ἢ ὑπάρχῃ μὲν αὐτῇ, μὴ καθὸ δὲ ἰδέα αὐτοῦ ἐστιν οὗ λέγεται,2 οὐκ ἔστιν ἴδιον τὸ ἀποδοθὲν ἴδιον. οἷον ἐπεὶ τῷ αὐτοανθρώπῳ, ὅ ἐστιν ἰδέα ἀνθρώπου, οὐχ ὑπάρχει τὸ ἠρεμεῖν, ὅτι ἰδέα ἀνθρώπου ἐστὶ καὶ ἄνθρωπος, ἀλλὰ καθὸ ἰδέα (πάσαις γὰρ ταῖς ἰδέαις τοῦτο ὑπάρχει), οὐκ ἂν εἴη ἀνθρώπου ἴδιον τὸ ἠρεμεῖν. πάλιν δὲ ἐπεὶ ὑπάρχει τῷ αὐτοζῴῳ τὸ ἐκ ψυχῆς καὶ σώματος συγκείσθαι, ὑπάρχει δὲ τούτῳ καθὸ 〈ζῷον, οὐ καθὸ〉 ἰδέα, εἴη ἂν καὶ ζῴου ἴδιον τὸ ἐκ ψυχῆς καὶ σώματος συγκεῖσθαι. κοινότερον δὲ ὡς ἐν τοῖς πλείστοις καὶ νῦν τῷ παραδείγματι κέχρηται τῷ αὐτοζῷον συγκεῖσθαι ἐκ ψυχῆς καὶ σώματος· ἕπεται μὲν γὰρ ἴσως τοῦτο, οὐ μὴν συγχωρεῖται ὑπὸ τῶν τὰς ἰδέας τιθέντων.
“其次,应当注视设定对象的相。” 这就是说,如果赋予某物的特有属性不属于该被赋予特有属性的事物的相,或者属于它,却不是就其作为所言之物本身的相而言属于它,那么所赋予的特有属性就不是特有属性。例如,既然处于静止对于“人本身”(即人的相)而言,并不是由于它是人的相且是人而属于它,而是就其作为相而言属于它(因为这属于所有的相),所以处于静止不会是人的特有属性。反之,既然由灵魂与身体组成属于“动物本身”,并且就其作为[动物,而非就其作为]相而言属于它,那么由灵魂与身体组成也会是动物的特有属性。但正如在多数情形中一样,他在此也是以更通俗的方式使用了“动物本身由灵魂与身体组成”这一例子;因为这或许是可以得出的结论,但并未被主张相论的人所承认。
"Ἔπειτα ἐκ τοῦ μᾶλλον καὶ ἧττον." Ἐκ τοῦ μᾶλλον καὶ ἧττον καὶ τῶν τοιούτων ὑπερθέσεων, τοῦ μάλιστα καὶ ἥκιστα καὶ ἐλάχιστα, ὅτι ὡς ἔχει ἐπὶ τοῦ ἑνός, 〈οὕτως〉 καὶ 〈ἐπὶ〉 τῶν λοιπῶν ἢ τῶν πλείστων, καὶ ὡς ἐπὶ τῶν ἁπλῶς, οὕτως καὶ ἐπὶ τῶν συγκριτικῶν. τέσσαρες δέ εἰσι τόποι οἱ ἀπὸ τοῦ μᾶλλον, ἓν περὶ ἑνός, δύο περὶ δύο, ἓν περὶ δύο, δύο περὶ ἑνός. καὶ ἔστιν ὁ μὲν πρῶτος κατασκευαστικὸς καὶ ἀνασκευαστικὸς ὁποτέρωθεν, ὁ δὲ δεύτερος καὶ ὁ τέταρτος ἀπὸ μὲν τοῦ μᾶλλον ἀνασκευαστικοί, ἀπὸ δὲ τοῦ ἧττον κατασκευαστικοί, ὁ δὲ τρίτος μόνον ἀνασκευαστικός. ἐπιζητήσειε δ’ ἄν τις εἰ πάντως ἕπεσθαι δεῖ τοῖς συγκριτικοῖς τὰ ἁπλᾶ· δοκεῖ γὰρ ἐπί τινων μὴ ἕπεσθαι· μᾶλλον γὰρ καὶ ἧττον ἀὴρ βαρύς, οὐ μὴν καὶ ἁπλῶς βαρύς, καὶ γῆ μᾶλλον καὶ ἧττον κούφη 〈, οὐ μὴν καὶ ἁπλῶς κούφη〉. ἢ ἐπὶ τούτων οὐχ ἕπεται τῷ κατὰ σύγκρισιν τὸ ἁπλῶς, ὅτι μὴ κυρίως ἐπ’ αὐτῶν λαμβάνεται τὰ κατὰ σύγκρισιν λεγόμενα, τὸ βαρὺ καὶ τὸ κοῦφον, ἀλλ’ ὁμωνύμως· ὡς γὰρ ἐν τούτοις μᾶλλον, ἁπλῶς δ’ οὔ. τοῖς δὲ παραδείγμασι [τούτοις] καὶ ἐπὶ τῶν τόπων τούτων κοινότερον κέχρηται· ἐπὶ γὰρ οὐσιῶν, αἳ οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, πεποίηται τὸν λόγον. εἴη δ’ ἂν οἰκειότερον ἐπὶ ἡδονῆς καὶ ἀγαθοῦ τὸν λόγον πεποιῆσθαι· εἰ γὰρ ἡ μᾶλλον ἡδονὴ μή ἐστιν μᾶλλον ἀγαθόν, οὐδὲ αἱ ἄλλαι. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων τῶν τε ἀνασκευαστικῶν καὶ τῶν κατασκευαστικῶν.
“其次,根据较多与较少。” 根据较多与较少以及诸如此类的程度差异,即最多、最少与极少,一者身上的情况如何,其余者或多数身上的情况也[如何],并且在单纯者身上的情况如何,在比较者身上的情况也如此。而基于“较多”的论题有四个:一对一,二对二,一对二,二对一。其中第一种论题从双方来看既可确立又可反驳;第二和第四种论题从“较多”出发是可反驳的,从“较少”出发是可确立的;第三种论题则仅仅是可反驳的。然而有人可能会追问,单纯者是否必须必然随行于比较者;因为在某些事物上似乎并非随行:因为空气在较大和较小程度上是重的,但决不是单纯地重;大地在较大和较小程度上是轻的,[但决不是单纯地轻]。难道在这些事物上单纯者不随行于比较者,是因为按比较而说的东西(即“重”与“轻”)在它们身上并不是按本义取得的,而是同名异义地取得的吗?因为只是在这类事物之中比较而言更多是如此,并非单纯如此。而且在这些论题上,他也以更通俗的方式使用了例子;因为他是就不能容纳较多与较少的事体来进行论述的。其实就快乐与善来进行论述本会更为恰切;因为如果较大的快乐并非较大的善,其余的[快乐]也就不是。在其余无论用于反驳还是用于确立的情况中,也同样如此。
"Δεύτερον ἀνασκευάζοντα μὲν εἰ τὸ μᾶλλον τοῦ μᾶλλον." Ὅσον μὲν ἐπὶ τῇ ἐκθέσει τοῦ τόπου τὸ αὐτὸ οὗτος δόξει λέγειν τῷ φθάνοντι εἰρῆσθαι· οὐ μὴν οὕτως ἔχει, ὡς διὰ τῶν παραδειγμάτων ἔδειξε. τότε μὲν γὰρ ἡ σύγκρισις ἡ κατὰ τὸ μᾶλλον ἦν αὐτῶν πρὸς αὐτὰ συγκρινομένων τῶν λαμβανομένων ἰδίων τε καὶ ὧν ἴδια·3 ζητουμένου γὰρ τοῦ εἰ τὸ κεχρῶσθαι ἴδιον σώματος, ἑκάτερον αὐτῶν κατὰ τὸ μᾶλλον λαμβάνοντες, εἰ μὴ τὸ ἕτερον τοῦ ἑτέρου ἴδιον ἦν, ἀνῃροῦμεν καὶ τὸ ἁπλῶς τοῦ ἁπλῶς ἴδιον εἶναι. νῦν δὲ οὐκ αὐτῶν τὴν ἐπίτασιν πρὸς αὐτὰ λαμβάνει κατὰ τὸ μᾶλλον, ἀλλὰ τῶν ὑπαρχόντων αὐτοῖς· εἰ γὰρ τὸ μᾶλλόν τινι ὑπάρχον μή ἐστιν ἴδιον ἐκείνου, οὐδ’ ὃ ἧττον ὑπάρχει. καὶ εἰσὶν οὗτοι οἱ τόποι οἱ αὐτοὶ τοῖς ἀπὸ τοῦ μᾶλλόν τε καὶ ἧττον κυρίως, ὧν οἱ μὲν ἀπὸ τοῦ μᾶλλόν εἰσιν ἀνασκευαστικοί, οἱ δὲ ἀπὸ τοῦ ἧττον κατασκευαστικοί. πρῶτον δὲ δύο τινὰ πρὸς δύο σχέσιν ἔχοντα κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον διαφέρουσαν λαμβάνει.
“第二,在用于反驳时,如果较多者[不是]较多者的[特有属性]。” 仅就该论题的表述而言,它似乎与先前所说的相同;然而实际情况并非如此,正如他通过例子所表明的那样。因为先前依“较多”而作的比较,是在所取得的特有属性以及它们所属于的事物本身相互比较时进行的;因为当探究“有颜色”是否为“身体”的特有属性时,我们若依“较多”来取它们各自,如果一者不是另一者的特有属性,我们也就否定了单纯者是单纯者的特有属性。但现在他所取的,并非它们自身相对于自身依“较多”而具有的增强,而是属于它们之物的增强;因为如果较大程度上属于某物的东西不是那一事物的特有属性,较小程度上属于它的东西也就不是。而这些论题与按本义基于较多与较少的论题是相同的,其中基于较多的是可反驳的,基于较少的是可确立的。首先,他取了两个依较多和较少而与另两个事物具有不同关系的事物。
- 5.81ἀναγκαῖον ὄντος εἶναι καὶ γινομένου γίνεσθαι καὶ φθειρομένου φθείρεσθαι
在无人称谓语 ἀναγκαῖον[ἐστι]之后,三个不定式 εἶναι、γίνεσθαι、φθείρεσθαι 作主语。置于各不定式之前的属格分词(ὄντος、γινομένου、φθειρομένου)以句首的 τινος 为其逻辑主语,表示时间或条件关系(“当某物存在、生成、毁灭时”),构成严格的平行结构。
- 5.82μὴ καθὸ δὲ ἰδέα αὐτοῦ ἐστιν οὗ λέγεται
关系代词 οὗ 指向前文的先行词(即前句 οὗ τὸ ἴδιον ἀπεδόθη 中特有属性所赋予的对象),并在 λέγεται[ἴδιον εἶναι]中作成分。整句 ἰδέα αὐτοῦ ἐστιν οὗ λέγεται 构成一个嵌套结构,意为“它是其被承认为[特有属性]的当事事物的相”。
- 5.84αὐτῶν πρὸς αὐτὰ συγκρινομένων τῶν λαμβανομένων ἰδίων τε καὶ ὧν ἴδια
这是一个独立属格结构,其中 αὐτῶν 与 τῶν λαμβανομένων ἰδίων τε καὶ ὧν ἴδια 为同位语关系。通过修辞性倒装(hyperbaton),代词短语 αὐτῶν πρὸς αὐτὰ(“它们自身与自身相比”)被前置,而其实质所指“所取得的特有属性以及它们所属于的事物”则后置于分词 συγκρινομένων 之后。
