← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§410.18-412.18

基于词形变化、类似关系与相同关系的论题

对亚里士多德《论题篇》卷五第七章(136b15–137a18)的注解。亚历山大梳理了基于词形变化(广义同列词)、类似关系(类比)以及相同关系的特有属性的反驳与确立论题,并阐明了相同关系论题何以不能用于确立而仅能用于反驳的理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.77

" Ἔπειτ’ ἐκ τῶν πτώσεων, ἀνασκευάζοντα μέν." Πτώσεις ἰδίως αὐτῷ λέγειν ἔθος τὸ μὲν δικαίως τοῦ δίκαιος τὸ δὲ ἀνδρείως τοῦ ἀνδρεῖος, νῦν δὲ πτώσεις ἑκάτερα ἑκατέρων λέγει. ἔθος δὲ αὐτῷ καὶ τὰ σύστοιχα πάντα πτώσεις λέγειν. σύστοιχα δὲ ἀλλήλοις τὸ δικαίως καὶ τὸ δίκαιον καὶ ἡ δικαιοσύνη· ταῦτα γὰρ ὅμοια ἀλλήλοις. ἐὰν οὖν ἡ πτῶσις τῆς πτώσεως μὴ ᾖ ἴδιον,1 οὐδ’ ἂν αὐτό, οὗ ἡ πτῶσις οὐκ ἦν ἴδιον, τοῦ λοιποῦ εἴη ἴδιον. εἰ δὲ ἡ πτῶσις τῆς πτώσεώς ἐστιν ἴδιον, καὶ τὸ οὗ ἡ πτῶσις ἴδιον 〈ἦν, ἔσται ἴδιον〉 ἐκείνου οὗ τῆς πτώσεως ἦν ἡ πτῶσις ἴδιον. οὐ μόνον δέ, φησίν, ἐπὶ τοῦ εἰρημένου 〈τῷ〉 κατὰ τὰς πτώσεις δεῖ χρῆσθαι ἀλλὰ καὶ ἐπὶ τῶν ἀντικειμένων τούτῳ, καθάπερ καὶ ἐπὶ τῶν πρότερον τόπων εἴρηται τῶν πρὸς τὸ συμβεβηκός. ἰστέον δὲ καὶ τοῦτο, ὅτι φανερῶς ἐπὶ τῶν παραδειγμάτων δείκνυσιν ὅτι τῷ τῆς πτώσεως ὀνόματι κοινότερον νῦν ἐπὶ τῶν συστοίχων κέχρηται· οὐ γὰρ μόνον ἐπὶ τῶν πτώσεων ἀλλ’ ἁπλῶς ἐπὶ τῶν συστοίχων ὁ τόπος ἀνασκευαστικὸς καὶ κατασκευαστικός ἐστιν.

“其次,根据词形变化,在用于反驳时。” 按照他固有的习惯,把“正义地”称为“正义的”的词形变化,把“勇敢地”称为“勇敢的”的词形变化,但现在他将两者彼此称为词形变化。并且他也有把所有同列词都称为词形变化的习惯。而“正义地”、“正义的事物”与“正义”彼此同列;因为这些彼此相似。因此,如果词形变化不是词形变化的特有属性,那么其词形变化并非特有属性的那个事物本身,也不会是其余者的特有属性。但如果词形变化是词形变化的特有属性,那么其词形变化是特有属性的那个事物,也将是前述词形变化是其词形变化之特有属性的那个事物的特有属性。而且他说,不仅在所述情况下必须使用依据词形变化的[论题],而且在此事的对立面上也必须使用,正如在先前关于偶性的论题中所说的那样。还必须知道这一点:他在例子中清楚地表明,他现在是在更宽泛的意义上把词形变化这一名称用于同列词的;因为不仅在词形变化上,而且简言之在同列词上,该论题都是用于反驳和确立的。

§5.78

"Ἔπειτα ἐκ τῶν ὁμοίως ἐχόντων." Εἴη δ’ ἂν ὁ τόπος οὗτος ἐφαρμόζων καὶ τοῖς κατὰ ἀναλογίαν· ὡς γὰρ ἐν θαλάττῃ γαλήνη, οὕτως καὶ ἐν ἀέρι νηνεμία. ἡ γὰρ ἀναλογία ὁμοιότης· ὥστε, εἰ μὴ θάτερον θατέρου ἴδιον, οὐδ’ ἂν θάτερον εἴη τοῦ λοιποῦ· ἢ εἰ τὸ ἕτερον τοῦ ἑτέρου ἴδιον, καὶ τὸ λοιπὸν τοῦ λοιποῦ.

“其次,根据处于类似关系的事物[来进行考察]。” 这一论题也适用于类比的事物;因为正如平静之于大海,无风之于空气也是如此。因为类比就是相似性;因此,如果一者不是另一者的特有属性,那么另一者也不会是其余者的特有属性;或者如果一者是另一者的特有属性,其余者也就是其余者的特有属性。

§5.79

"Ἔπειτα ἐκ τῶν ὡσαύτως ἐχόντων." Τίνα μέν ἐστι τὰ ὡσαύτως ἔχοντα καὶ τίς διαφορὰ τῶν ὁμοίως ἐχόντων, αὐτὸς μετ’ ὀλίγον λέγει· τὸ γὰρ ὡσαύτως ἔχον ἓν πρὸς πλείω συγκρίνεται, τὰ δὲ ὁμοίως ἔχοντα ἐδείχθη ὅτι δύο πρὸς δύο τὴν σύγκρισιν ἔλαβεν· εἰ γὰρ μὴ ἴδιον τὸ ὁμοίως πρός τι ἔχον ἐκείνου, οὐδὲ τὸ ὁμοίως ἐκείνῳ πρός τι ἔχον ἄλλο ἴδιον ἐκείνου ἐγίνετο. ἐπὶ δὲ τῶν ὡσαύτως ἐχόντων ἕν τι λαμβάνεται πρὸς δύο ὁμοίως ἔχον ἢ δύο πρὸς ἕν· ὧν δύο εἰ μὲν τὸ ἕτερον μὴ εἴη ἴδιον τοῦ πρὸς ἄμφω ὁμοίως ἔχοντος,2 οὐδ’ ἂν τὸ ἕτερον αὐτοῦ ἴδιον εἴη· ἐὰν δὲ ἓν πρὸς δύο διαφέροντα ἀλλήλων ὁμοίως δοκοῦν ἔχειν τοῦ ἑτέρου αὐτῶν ᾖ ἴδιον, οὐκ ἔσται καὶ τοῦ λοιποῦ ἴδιον τῷ μὴ δύνασθαι τὸ αὐτὸ πλειόνων ἴδιον εἶναι, εἴ γε ἔστιν ἴδιον ὃ μόνῳ τινὶ ὑπάρχει. εἰ γὰρ ἡ φρόνησις ὁμοίως ἔχειν δοκοῦσα πρός τε τὸ καλὸν καὶ τὸ αἰσχρὸν τῷ ἀμφοτέρων αὐτῶν ἐπιστήμην δοκεῖν εἶναι, εἰ μὴ τοῦ ἑτέρου αὐτῶν εἴη ἴδιον, καὶ τοῦ λοιποῦ οὐκ ἂν εἴη ἴδιον. αὐτὸς δὲ ἀνάπαλιν λαμβάνει, εἰ τῆς φρονήσεως ἴδιον τὸ ἐπιστήμην εἶναι καλοῦ, μηκέτι αὐτῆς ἴδιον ἔσεσθαι τὸ ἐπιστήμην εἶναι αἰσχροῦ· εἶτα ἐπενεγκὼν τὸ ἀδύνατον γὰρ εἶναι τὸ αὐτὸ πλειόνων ἴδιον ἤλεγξε τὸ ἁμάρτημα. ἐπιζητήσειε δ’ ἄν τις πῶς ἔτι δύναται τὸ αὐτὸ πρὸς ἄμφω ὁμοίως ἔχειν, εἰ ἔστι μόνου τοῦ ἑτέρου αὐτῶν ἴδιον. ἢ καὶ τοῦτο συναποδείκνυσι τὸ δοκοῦν ὁμοίως ἔχειν μὴ ἔχειν ὁμοίως.3

“其次,根据处于相同关系的事物[来进行考察]。” 处于相同关系的事物是什么,它们与处于类似关系的事物有何区别,他自己在稍后作了说明:因为处于相同关系的事物是一个对多个进行比较,而处于类似关系的事物已被表明是二对二接受比较;因为如果与某物处于类似关系的事物不是那一事物的特有属性,与那一事物类似地与某物相关的另一事物也就不会成为那一事物的特有属性。但在处于相同关系的事物上,取一个事物与二者处于类似关系,或者两个事物与一个事物处于类似关系;这二者中,如果一者不是与两者都处于类似关系之物的特有属性,另一者也不会是它的特有属性;但如果一个看似与彼此不同的两事物处于类似关系的事物,是一者的特有属性,那么由于同一事物不可能成为多数事物的特有属性(如果特有属性确实是唯独属于某一事物的话),它也就绝不会同时也是其余者的特有属性。因为,明智看似对美与丑两者处于类似关系(由于看似是这两者的知识),如果它不是它们之一的特有属性,也就不会是其余者的特有属性。但他自己是反过来取的:如果明智的特有属性是“作为美的知识”,那么“作为丑的知识”就不再会是它的特有属性;随后他补充说“因为同一事物不可能成为多数事物的特有属性”,从而反驳了这一错误。然而有人可能会追问:如果它仅仅是它们中一者的特有属性,同一事物怎么还能对两者处于类似关系呢?难道这不也附带证明了“看似处于类似关系的事物实际上并不处于类似关系”吗?

§5.80

"Κατασκευάζοντι δὲ οὐδὲν οὗτος ὁ τόπος χρήσιμος." Πρὸς κατασκευὴν οὐδέν φησι χρήσιμον εἶναι τὸν τόπον. τὴν δὲ αἰτίαν οὐ προστίθησιν ἀλλ’ ἢ μόνον τὸ γὰρ ὡσαύτως ἔχον ἓν πρὸς πλείω συγκρίνεται. καὶ ἔοικε διὰ τούτου δυνάμει λέγων· οὐ γὰρ τὸ εἶναι τοῦ ἑτέρου αὐτῶν ἴδιον τὸ πρὸς ἄμφω ὡσαύτως ἔχον κατασκευαστικόν ἐστι τοῦ καὶ τοῦ ἑτέρου αὐτῶν ἔσεσθαι ἴδιον, ἀλλ’ ἀνασκευαστικόν. οὐ γάρ, ἂν δειχθῇ τοῦ ἑτέρου ἴδιον ὄν, κατασκευάζεται ὅτι καὶ τοῦ λοιποῦ· τοὐναντίον γὰρ ἀνασκευάζεται· ἓν γὰρ πρὸς δύο συγκρίνεται, καὶ τὸ ἴδιον πλειόνων εἶναι ἴδιον οὐ δύναται.

“但对于确立者而言,这一论题毫无用处。” 他说这一论题对于确立毫无用处。他并未补充原因,而仅仅补充了“因为处于相同关系的事物是一个对多个进行比较”。通过这句话,他似乎潜在地在说:因为对两者处于相同关系之物成为它们中一者的特有属性,并不是确立它也将成为它们中另一者的特有属性,而是用于反驳。因为并不是若表明它是一者的特有属性,就会确立它也是其余者的特有属性;相反,这会被反驳;因为是一个与两个相比较,而特有属性是不可能成为多数事物的特有属性的。

语法注3 条
  1. 5.77καὶ τὸ οὗ ἡ πτῶσις ἴδιον 〈ἦν, ἔσται ἴδιον〉 ἐκείνου οὗ τῆς πτώσεως ἦν ἡ πτῶσις ἴδιον

    带有并列关系从句的复杂倒置句结构。主句核心框架为 καὶ τὸ [...] ἔσται ἴδιον ἐκείνου [...],其中主语先行词 τὸ 由关系从句 οὗ ἡ πτῶσις ἴδιον ἦν(其词形变化是特有属性的那个事物)所修饰,代词 ἐκείνου 由关系从句 οὗ τῆς πτώσεως ἦν ἡ πτῶσις ἴδιον(其词形变化的特有属性是前述词形变化的那个事物)所修饰。

  2. 5.79ὧν δύο εἰ μὲν τὸ ἕτερον μὴ εἴη ἴδιον τοῦ πρὸς ἄμφω ὁμοίως ἔχοντος

    关系代词 ὧν 是指代前文提到的两项(πρὸς δύο 或 δύο πρὸς ἕν)的部分属格(partitive genitive),置于句首为后接的条件句设定范围:“在这二者之中,若其一不是……的特有属性”。

  3. 5.79ἢ καὶ τοῦτο συναποδείκνυσι τὸ δοκοῦν ὁμοίως ἔχειν μὴ ἔχειν ὁμοίως

    连词 ἤ 在此用于修辞性转折,引入注解者自身对前述疑难(“同一事物怎能仍对两者处于类似关系”)的解答。动词 συναποδείκνυσι 支配宾格加不定式结构,即以 τὸ δοκοῦν ὁμοίως ἔχειν 为逻辑主语,μὴ ἔχειν 为不定式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:410.18-412.18