← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§408.13-410.17

基于矛盾主词与同属对等种的论题

注视亚里士多德《论题篇》卷五(136a29–136b3),解释了基于两个矛盾对立的主词和一个述词的第三个论题及其仅能反驳而不可用于确立的原因,继而探讨了基于同属对等划分项的论题及其反驳与确立的运用实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.75

" Τρίτον δὲ ἐξ αὐτῶν τῶν ὑποκειμένων." Παραδοὺς πρῶτον τόπον ἀπὸ τῶν ἀντικειμένων κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀνασκευαστικόν, ἐν ᾧ ἓν μὲν ἦν τὸ ὑποκείμενον, τούτου δὲ κατηγορούμενον τὸ αὐτὸ ποτὲ μὲν καταφατικῶς λαμβανόμενον ποτὲ δὲ ἀποφατικῶς, ὅ ἐστι κυρίως ἀντίφασις, δεύτερον δὲ ἐν ᾧ καὶ τὰ ὑποκείμενα δύο καὶ τὰ κατηγορούμενα δύο ἐλαμβάνετο, ἐν μὲν τῷ ἑτέρῳ αὐτῶν καταφατικῶς εἰλημμένα ἐν δὲ τῷ ἑτέρῳ ἀποφατικῶς, καὶ δείξας τοῦτον καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευὴν χρήσιμον, τρίτης μνημονεύει ἀντιθέσεως,1 ἐν ᾗ τὸ κατηγορούμενον ἓν λαμβάνει δύο δὲ τὰ ὑποκείμενα αὐτῷ τούτῳ, ἀνὰ μέρος αὐτῷ ποτὲ μὲν καταφατικῶς ὑποκείμενα ποτὲ δὲ 〈ἀποφατικῶς, ἐναντίως〉 ἀντιφατικῶς ἀντικείμενα ἢ ὡς εἶχεν ἐπὶ τοῦ πρώτου ῥηθέντος τόπου. τῶν δὲ εἰρημένων τριῶν τόπων μόνος ὁ πρῶτος τόπος ἀντίφασιν εἴληφε καὶ ἐπὶ ἀντιφάσεως τὴν δεῖξιν ποιεῖται. Ὁρμᾶται οὖν οὗτος ἀπ’ αὐτῶν τῶν ὑποκειμένων καὶ φησίν, εἰ ἀποδοθείη τῆς φάσεως ἴδιον, ἤγουν τοῦ καταφατικῶς λεγομένου ὑποκειμένου, οἷον τοῦ ζῴου τὸ ἔμψυχον, οὐκ ἂν εἴη τὸ αὐτὸ τῆς ἀποφάσεως, ἤγουν τοῦ ἀποφατικῶς λεγομένου ὑποκειμένου, ἴδιον, οἷον τοῦ μὴ ζῴου τὸ ἔμψυχον· εἴη γὰρ ἂν ἴδιον ἓν πολλῶν ὑποκειμένων καὶ ἀντιφατικῶς ἀντικειμένων. ὁμοίως καὶ τὸ ἀνάπαλιν· εἰ γὰρ τοῦ μὴ ζῴου ἴδιον τὸ ἀναίσθητον, τοῦ ζῴου τοῦτο οὐκ ἔσται ἴδιον. τὸν δὲ κατασκευάζοντα τόπον ἐν τοῖς τοιούτοις ψευδῆ εἶναί φησι. καὶ τίθησι καὶ τὴν αἰτίαν λέγων ὅτι οὔτε ἡ φάσις τῆς ἀποφάσεως οὔτε ἡ ἀπόφασις τῆς φάσεώς ἐστιν ἴδιον. τὴν μὲν γὰρ φάσιν ὡς θέσιν ἀδύνατον ὑπάρχειν ἴδιον τῆς ἀποφάσεως, ἥτις ἀναίρεσίς ἐστι καὶ ἀνυπαρξία· τὴν δὲ ἀπόφασιν τῇ καταφάσει ἐνδέχεται μὲν ὑπάρχειν, ἀλλ’ οὐχ ὡς ἴδιον. οἷον τὸ μὴ ὂν δοξαστόν ἐστιν οὐχ ὡς τὸ λευκὸν ἀνθρώπῳ, ἀλλ’ ὡς μὴ ὄν· δόξα γὰρ αὐτοῦ ἐστιν οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι οὐκ ἔστιν. ἀλλ’ οὐκ ἔστιν ἴδιον τοῦ μὴ ὄντος τὸ δοξαστόν· ἔστι γὰρ καὶ τοῦ ὄντος.

“第三,根据主词自身[来进行考察]。” 在传授了根据肯定与否定的对立用于反驳的第一论题——其中主词是一个,对它述说的同一事物有时被肯定性地取用,有时被否定性地取用,这正是严格意义上的矛盾——并传授了第二论题——其中所取的主词是两个,述说的事物也是两个,在它们之一中被肯定性地取用,而在另一者中被否定性地取用——且表明它对于反驳和确立都是有用的之后,他提到了第三种对立;在其中,他将述说的事物取为一个,而对应于这同一事物的主词取为两个,它们交替地对应于它,有时肯定性地作为主词,有时否定性地、与最初所述论题的情况相反地矛盾对立。在所说的三个论题中,唯有第一论题取了矛盾,并且是在矛盾的基础上进行证明的。于是,他从主词自身出发并指出:如果断言即肯定性言说的主词的特有属性被指定(例如动物的“有灵魂的”),那么同一事物就不会是否定即否定性言说的主词的特有属性(例如非动物的“有灵魂的”);因为这样一来,同一个特有属性就会属于多个且相互矛盾对立的主词。反过来同样如此;因为如果非动物的特有属性是“无感觉的”,那么这绝不会是动物的特有属性。但他指出,在此类事物中用于确立的论题是虚假的。并且他也列出了原因,指出断言既不是否定的特有属性,否定也不是断言的特有属性。因为断言作为立论,不可能作为特有属性属有于作为取消和非存在的否定;而否定固然能够属有于肯定,却非作为特有属性。例如,非存在是可被意见的对象,但并非像白属有于人那样,而是作为非存在;因为关于它的意见并不是说它是,而是说它不是。但“可被意见的对象”并非非存在的特有属性;因为这也属于存在之物。

§5.76

"Ἔπειτα δὲ ἐκ τῶν ἀντιδιῃρημένων." Ἀντιδιῃρημένα ἀλλήλοις λέγεται ὅσα ἐκ τοῦ αὐτοῦ γένους κατὰ τὴν αὐτὴν διαίρεσιν κεχώρισται ἀλλήλων. ἐὰν οὖν τις τῶν ἀντιδιῃρημένων ἀλλήλοις τι ἀποδῷ ἴδιον ἄλλου τινὸς2 τῶν καὶ αὐτῶν ἀντιδιῃρημένων ἀλλήλοις κατ’ ἄλλην διαίρεσιν ἐκ τοῦ αὐτοῦ γένους ἢ κατ’ ἄλλην ἐπιβολὴν ἐξ ἄλλου γένους, ἐπιβλεπτέον, φησίν, ἐν ἄλλῳ τῶν κατὰ τὴν αὐτὴν διαίρεσιν τῷ ἀποδιδομένῳ ἰδίῳ, εἰ ἄλλου τινός ἐστιν ἴδιον τῶν ἀντιδιῃρημένων τούτῳ οὗ ἐκεῖνο ἴδιον ἀπεδόθη· ἂν γὰρ μηδὲν τῶν ἐκείνῳ ἀντιδιῃρημένων, οὐδ’ ἂν τὸ ἀποδιδόμενον ἴδιον εἴη τοῦ οὗ ἀποδίδοται. ἐὰν δὲ τὸ ἕτερον τοῦ ἑτέρου ἴδιον ᾖ ἢ τἆλλα τῶν ἄλλων, εἰ πλείω εἴη τὰ ἀντιδιῃρημένα, εἴη ἂν διὰ τούτου δεικνύμενον ὅτι καὶ τὸ ζητούμενον ἴδιόν ἐστιν οὗ ἀπεδόθη. οἷον ἀντιδιῃρημένα ὡς ἴδια τό τε ζῷον αἰσθητὸν καὶ τὸ ζῷον νοητόν, καὶ ἀντιδιῃρημένα ὡς ὑποκείμενα τά τε θνητὰ ζῷα καὶ ὁ ἀθάνατος θεός· φησὶν οὖν, εἰ τὸ ζῷον αἰσθητὸν οὐκ [ἂν] εἴη ἴδιον τῶν θνητῶν ζῴων, οὐδὲ τὸ ζῷον νοητὸν εἴη ἂν ἴδιον τοῦ ἀθανάτου θεοῦ. ἐπὶ δὲ τοῦ κατασκευαστικοῦ τόπου κέχρηται παραδείγματι τοιούτῳ. λαβὼν ὡς ὅλου τῆς ψυχῆς ἀντιδιῃρημένα μέρη ἀλλήλοις τό τε λογιστικὸν καὶ τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν, λαβὼν δὲ καὶ τῆς ἀρετῆς, ἥτις ἐν ψυχῇ γίνεται, τὰς ἀντιδιῃρημένας ἀλλήλαις ἀρετάς, φρόνησιν, ἀνδρείαν, σωφροσύνην, δείκνυσιν, ὅτι ἐπεὶ τῆς φρονήσεως ἴδιόν ἐστι τὸ καθ’ αὑτὸ πεφυκέναι τοῦ λογιστικοῦ ἀρετὴν εἶναι καὶ τῆς ἀνδρείας τοῦ θυμικοῦ, εἴη ἂν καὶ τῆς σωφροσύνης τὸ τοῦ ἐπιθυμητικοῦ καθ’ αὑτὸ ἀρετὴν εἶναι.

“其次,根据对等划分的事物[来进行考察]。” 相互对等划分的事物,是指凡是从同一个属出发、根据同一种划分而彼此区分开的事物。因此,如果有人将相互对等划分的事物中的某一个,指定为从同一属出发依据另一种划分、或者从另一属出发依据另一种视角的、彼此也相互对等划分的事物中的另一个的特有属性,他说,就必须在与所指定的特有属性处于同一种划分下的另一个事物中考察:它是否是与前述特有属性所指定给的对象相对等划分之物中的另一个的特有属性;因为如果与那者对等划分之物中没有一个是〔特有属性〕,那么所指定的特有属性也就不会是它所被指定之对象的特有属性。但如果一者是另一者的特有属性,或者如果对等划分的事物较多,其余者是其余者的特有属性,那么通过这一点就会表明,所探究的事物也是它所被指定之对象的特有属性。例如,作为特有属性而对等划分的是感觉动物与理智动物,作为主词而对等划分的是有死的动物们与不死的神;因此他说,如果感觉动物不是有死的动物们的特有属性,那么理智动物也不会是不死的神之特有属性。而在用于确立的论题上,他使用了如下的例子:取整个灵魂的彼此对等划分的部分,即理知部分、激情部分和欲望部分,又取灵魂中生成的德性的彼此对等划分的德性,即明智、勇敢、节制,他表明:既然明智的特有属性是依其自身按本性作为理知部分的德性,勇敢作为激情部分的德性,那么节制的特有属性也将是依其自身作为欲望部分的德性。

语法注2 条
  1. 5.75Παραδοὺς πρῶτον τόπον ... τρίτης μνημονεύει ἀντιθέσεως

    全句结构以分词 Παραδοὺς(支配 πρῶτον τόπον ... 和 δεύτερον δὲ ...)与 δείξας 依附于主要动词 μνημονεύει 为骨干,在概括前两个论题后引出“第三种对立”。其核心在于对三者在主词和述词数量及性质上的差异(第一种为主词1、述词1;第二种为主词2、述词2;第三种为主词2、述词1)进行对照。

  2. 5.76ἐὰν οὖν τις τῶν ἀντιδιῃρημένων ἀλλήλοις τι ἀποδῷ ἴδιον ἄλλου τινὸς

    不定代词 τι 是 ἀποδῷ 的直接宾语(宾格),ἴδιον 用作宾语补足语(宾格,“作为特有属性”)。ἄλλου τινός 是由 ἴδιον 所支配的对象属格,整体构成“如果有人将相互对等划分之物中的某物,指定为另一某物的特有属性”的嵌套结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:408.13-410.17