- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:40.12-41.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论题篇》101b28–38,阐释课题与前提的差异不在于内容而在于陈述方式,探讨了区分二者的不同解释与亚里士多德自身关于辩证前提之定义的一致性,进而引入对四种谓词(定义、固有属性、属、偶性)的定义。
" Διαφέρει δὲ τὸ πρόβλημα καὶ ἡ πρότασις τῷ τρόπῳ." Εἰπὼν τὸ αὐτὸ σημαίνειν τό τε πρόβλημα καὶ τὴν πρότασιν (ἕκαστον γὰρ αὐτῶν τῶν τεσσάρων προβλημάτων τι σημαίνει) νῦν λέγει τὴν διαφορὰν αὐτῶν, καθ’ ἣν τὸ μὲν αὐτῶν πρόβλημα τὸ δὲ πρότασις καλεῖται. ἅμα δὲ καὶ πῶς ἀπὸ τῶν προειρημένων τεσσάρων τὰ προβλήματα γίνεται, δείκνυσι. λέγει δὲ περὶ προτάσεως τῆς διαλεκτικῆς· αὕτη γὰρ ἐρώτησίς ἐστι. τῷ δὴ τρόπῳ τῷ τῆς ἐκφορᾶς φησιν αὐτοῖς εἶναι τὴν διαφοράν· τῆς γὰρ ἀντιφάσεως ἂν μὲν τὸ ‘πότερον’ προτάξωμεν, πρόβλημα, οἷον ‘πότερον ὁ κόσμος σφαιροειδής ἐστιν ἢ οὔ;’, ἂν δὲ τὸ ‘ἆρα’, πρότασις, οἷον ‘ἆρά γε ὁ κόσμος σφαιροειδής ἐστιν ἢ οὔ;’, ὃ οὐ προσέθηκεν ἐλλιπέστερον εἰπών. ἔστι δὲ ἣν ἐξέθετο διαφορὰν προβλήματός τε καὶ προτάσεως κατά τινα χρῆσιν καὶ συνήθειαν·1 καὶ γὰρ τῷ προβλήματι ἐφαρμόζει ὁ τῆς προτάσεως τῆς ἐν ἐρωτήσει λόγος· ἐρώτησις γάρ ἐστι τῆς ἀντιφάσεως καὶ ἐρώτησις, ἐξ ἧς δίδοται τῷ ἀποκρινομένῳ ἑλέσθαι ὁπότερον βούλεται μέρος τῆς ἀντιφάσεως· τοιοῦτον δὲ καὶ τὸ πρόβλημα. ἢ διαφέροι ἄν, ὅτι ἡ μὲν πρότασις ἀποκρίσεώς ἐστιν αἴτησις τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως, τὸ δὲ πρόβλημα οὐκ ἀποκρίσεως ἀλλὰ δείξεως τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως αἴτησίς ἐστιν. διὸ καὶ δοκεῖ πυσματικῇ μὲν ἐρωτήσει τὸ πρόβλημα ἐοικέναι (αἴτησις γὰρ κατασκευῆς ἐστι καὶ δείξεως καὶ διαλεκτικοῦ λόγου), διαλεκτικῇ δὲ ἐρωτήσει ἡ πρότασις. ἂν δέ τις τούτῳ βούληται διακρίνειν, τῷ τὸ μὲν πρόβλημα τὴν ἀντίφασιν ἐρωτᾶν τὴν δὲ πρότασιν τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως, ἐπεὶ καὶ αὐτὸς οὕτως εἶπεν (ἐπὶ μὲν γὰρ τοῦ προβλήματος εἶπε τὸ πότερον τὸ ζῷον πεζὸν δίπουν ὁρισμός ἐστιν ἀνθρώπου ἢ οὔ; προσθεὶς καὶ τὸ ἢ οὔ, ἐπὶ δὲ τῆς προτάσεως ἠρκέσθη μόνῳ τῷ ἑτέρῳ, εἰπὼν ἆρά γε τὸ ζῷον γένος τοῦ ἀνθρώπου; ἐλλιπῶς εἰπών), ἂν δὴ ταύτην τις αὐτῶν διαφορὰν λέγῃ, πῶς ἔτι ἔσται ὅρος2 τῆς διαλεκτικῆς προτάσεως “ἐρώτησις ἀντιφάσεως”, ὃν ἀποδίδωσιν αὐτῆς ὅρον αὐτός; ἀλλ’ οὐδὲ τῷ τρόπῳ μόνον ἔτι γίνεται αὐτῶν ἡ διαφορά, εἴ γε τὸ μὲν πρόβλημα καὶ ἀντίφασιν περιέχει, ἡ δὲ πρότασις τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως. δείξας δὲ ἐπὶ ὁρισμοῦ καὶ γένους τὴν κατὰ τὸν τρόπον τῆς ἐκφορᾶς διαφορὰν προβλήματός τε καὶ προτάσεως προσέθηκεν ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, λέγων τοῦ τε ἰδίου καὶ τοῦ συμβεβηκότος, δῆλον ὅτι ἕξειν αὐτὰ τὰς διαφοράς. εἰπὼν δὲ μόνῳ τῷ τρόπῳ τῆς ἐκφορᾶς τὴν διαφορὰν αὐτῶν εἶναι, εὐλόγως ἐπήνεγκεν ὥστε εἰκότως ἴσα τῷ ἀριθμῷ τὰ προβλήματα καὶ αἱ προτάσεις εἰσί. καὶ τὴν αἰτίαν αὐτοῦ πάλιν προσέθηκεν.
“课题与前提在方式上有所不同。” 在说明了课题与前提表示相同的事物之后(因为它们各自都表示四类课题中的某一种),现在他指明了它们之间的差异,即据此其中一个被称为课题,而另一个被称为前提。同时,他也指明了课题是如何从前述的四种要素中产生的。他谈论的是辩证前提,因为这是一种提问。于是他说,它们之间的差异在于陈述的方式;因为对于矛盾对立[的两端]而言,如果我们置入“是否”,它便是课题,例如“宇宙是球形的,还是不是?”;而如果置入“难道”,它便是前提,例如“宇宙难道是球形的吗[还是不是]?”——他没有补充这[后半句],陈述得较为省略。然而,他所阐明的课题与前提之间的差异,乃是依据某种惯例和习惯的;因为提问中的前提之定义,同样也适用于课题。因为[前提]乃是关于矛盾对立的提问,是允许应答者从中任意选择矛盾对立之任何一方的提问;而课题也是如此这般的。或者,它们之所以不同,乃是因为前提要求的是对矛盾对立之两部分中某一方的应答,而课题所要求的不是应答,而是对矛盾对立之两部分中某一方的证明。因此,课题似乎类似于探询式的提问(因为它是对论证、证明和辩证论说的一种要求),而前提则类似于辩证式的提问。然而,如果有人愿意依此来加以区分,即依课题是询问矛盾对立[的两端],而前提则是询问矛盾对立之其中一部分——因为他自己也是这样说的(在课题的例子中,他说“两足步行动物是人的定义,还是不是?”,补上了“还是不是”;而在前提的例子中,他则仅以单方为满足,省略地说“动物难道是人的属吗?”)——如果有人确实把这说成是它们的差异,那么他自己所给出的辩证前提的定义“关于矛盾对立的提问”,又怎能依然成立呢?不仅如此,如果课题包含矛盾对立[的两端],而前提只包含矛盾对立的某一部分,那么它们的差异就也不再仅仅在于方式上了。在就定义和属展示了依陈述方式而定的课题与前提之差异后,他补充道“在其余各项中也是同样”,这显然是说固有属性和偶性也具有这些差异。在说明了它们的差异仅仅在于陈述方式之后,他合乎情理地补充说:“因此,课题与前提在数量上相等是理所当然的。”随后他又再度补述了其原因。
"Λεκτέον δὲ τί ὅρος, τί ἴδιον, τί γένος, τί συμβεβηκός." Δείξας τέσσαρα εἴδη ὄντα τῶν προβλημάτων καὶ εἰπὼν τίνα, νῦν περὶ ἑκάστου αὐτῶν τί ποτέ ἐστι προτίθεται εἰπεῖν, καὶ λέγει·
“必须说明什么是定义、什么是固有属性、什么是属、什么是偶性。” 在指明了课题有四种类型并说明了它们是哪些之后,现在他打算阐明它们各自究竟是什么,并说道:
- 1.15ἔστι δὲ ἣν ἐξέθετο διαφορὰν προβλήματός τε καὶ προτάσεως κατά τινα χρῆσιν καὶ συνήθειαν
这是先行词被逆向吸引至关系分句中的结构(ἔστι δὲ [ἡ διαφορὰ] ἣν ἐξέθετο διαφορὰν... κατά τινα χρῆσιν)。在逻辑上作为主句主语的 διαφορὰ,受关系分句动词 ἐξέθετο 的支配而被同化为宾格并置于分句内部。
- 1.15ἂν δέ τις τούτῳ βούληται διακρίνειν... ἂν δὴ ταύτην τις αὐτῶν διαφορὰν λέγῃ, πῶς ἔτι ἔσται ὅρος
这是一个复杂的长句再开(resumptive)结构。句首的条件从句 ἂν δέ τις τούτῳ βούληται διακρίνειν 在被同位语与格短语(τῷ τὸ μὲν πρόβλημα...)以及插入的解释从句(ἐπεὶ καὶ αὐτὸς οὕτως εἶπεν...)阻隔之后,通过 ἂν δὴ ταύτην τις αὐτῶν διαφορὰν λέγῃ 重新唤起条件,最终引出主句疑问句 πῶς ἔτι ἔσται ὅρος...
