← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§406.11-408.12

基于对立事物确立与反驳特有属性

亚历山大讨论了根据对立事物(相反者、关系项、状态与缺乏、肯定与否定)考察特有属性的论题,阐明了确立与反驳的适用性及其逻辑条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.69

" Ἔπειτα ἐκ τῶν ἀντικειμένων σκεπτέον ἐστίν." Ἐκ τῶν ἀντικειμένων παραδίδωσι καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευὴν τῶν ἰδίων τόπους, ὥσπερ ἐποίησε καὶ ἐπὶ τῶν πρὸς τὸ συμβεβηκὸς καὶ πρὸς τὸ γένος παραδοθέντων τόπων. καὶ ἐπεὶ τετραχῶς τὰ ἀντικείμενα, πρῶτον ἀπὸ τῶν ἐναντίων ἄρχεται.

“其次,必须根据对立事物来进行考察。” 根据对立事物,他同样传授了用于反驳和确立特有属性的论题,正如他在关于偶性和属所传授的论题中所做的那样。并且,既然对立事物有四种含义,他首先从相反事物开始。

§5.70

"Τῷ βελτίστῳ δὲ τὸ χείριστον." Πάσης γὰρ ἀρετῆς τοῦτο· εἰ γὰρ ἀρετῆς λόγος ἕξις ἡ βελτίστη,1 εἴη ἂν τῆς κακίας ἴδιον τὸ χείριστον. οὐκέτι δὲ τῆς δικαιοσύνης τὸ βέλτιστον ἴδιον· οὐκ ἂν εἴη τῆς ἀδικίας ἴδιον τὸ χείριστον. καὶ γὰρ ἐπὶ ταύτης ὁ αὐτὸς λόγος· πᾶσα γὰρ κακία ἕξις ἐστὶν ἡ χειρίστη.

“而对于最好的事物而言,最坏的事物[是相反的]。” 因为这属于全部德性;因为如果德性的言说规定是“最好的状态”,那么恶的特有属性就会是“最坏的”。但正义的特有属性不再是“最好的”;不义的特有属性也不会是“最坏的”。因为对于它而言同样的言说规定也成立;因为一切恶都是最坏的状态。

§5.71

"Οἷον ἐπεὶ λέγεται διπλάσιον μὲν πρὸς ἥμισυ." Ἀντίκειται γὰρ τὸ μὲν διπλάσιον πρὸς τὸ ἥμισυ, τὰ δὲ δύο πρὸς τὸ ἕν, τὸ δὲ ἓν πρὸς δύο, καθόσον τὰ μὲν δύο πρὸς ἓν διπλασίου σημαίνει λόγον, τὸ δὲ ἓν πρὸς δύο ἡμίσεος. ταῦτα δὲ οὐ πρός τι κυρίως· οὐ γὰρ λέγεται τὰ δύο τοῦ ἑνὸς δύο ἢ τὸ ἓν τῶν δύο ἕν, οὐδὲ ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸ εἶναι ἔχει. εἴη δ’ ἂν οἰκειότερον τῷ προκειμένῳ παράδειγμα, εἰ ληφθείη ἡμῖν μία μὲν ἀντίθεσις κατὰ τὸ πρός τι αἴσθησις, αἰσθητόν, ἑτέρα δὲ ἀντίληψις διὰ σώματος καὶ ἀντιληπτὸν διὰ σώματος· εἰ γὰρ αἰσθήσεως ἴδιον ἡ διὰ σώματος ἀντίληψις, εἴη ἂν καὶ τοῦ αἰσθητοῦ ἴδιον τὸ διὰ σώματος ἀντιληπτόν. οὐκ ἔστι δὲ τοῦ διπλασίου ἴδιον τὸ ὑπερέχον· οὐ γὰρ μόνον τοῦτο ὑπερέχον.

“例如,既然双倍是相对于一半而言的……” 因为双倍与一半对立,二与一对立,一与二对立,只要二相对于一意味着双倍的比例,一相对于二意味着一半的比例。但这些并不是严格意义上的关系项;因为二不被称为一的二,一也不被称为二的一,它们的存在也不在于彼此间的关系之中。但若我们取感觉与可感觉对象作为根据关系项的一种对立,取通过身体的把握与通过身体可把握之物作为另一种对立,这对于当前摆在面前的主题会是更恰当的例子;因为如果感觉的特有属性是通过身体的把握,那么可感觉对象的特有属性也会是通过身体可把握之物。但“超出者”并非双倍的特有属性;因为这并不是唯一的超出者。

§5.72

"Τρίτον ἀνασκευάζοντα μὲν εἰ τῆς ἕξεως τὸ καθ’ ἕξιν λεγόμενον." Ὅτι δύο οὐσῶν ἀντιθέσεων καθ’ ἕξιν καὶ στέρησιν, ἐὰν μὴ ἡ ἕξις τῆς ἕξεως ἴδιον ᾖ, οὐδὲ ἡ στέρησις τῆς στερήσεως· ἐὰν δὲ ἡ ἕξις τῆς ἕξεως ἴδιον, καὶ ἡ στέρησις τῆς στερήσεως, καὶ ἔμπαλιν.

“第三,对于进行反驳的人而言,如果状态的[特有属性不是]按状态所言说的事物……” 这就是说,由于存在依循状态与缺乏的两种对立,如果状态不是状态的特有属性,缺乏也就不是缺乏的特有属性;如果状态是状态的特有属性,缺乏也就是缺乏的特有属性,反之亦然。

§5.73

"Ἔπειτα ἐκ τῶν φάσεων καὶ τῶν ἀποφάσεων." Τουτέστιν εἰ τὸ καταφασκόμενον αὐτοῦ ἴδιον εἴη, ἀδύνατον αὐτοῦ τὸ ἀποφασκόμενον ἴδιον εἶναι, καὶ ἔμπαλιν. φάσιν δὲ τὴν κατάφασιν λέγει. ἐπιζητήσαι δ’ ἄν τις πῶς πρὸς κατασκευὴν οὐ χρήσιμος ὁ τόπος· ὁ γὰρ τὸ ἕτερον αὐτῶν δείξας μὴ ὑπάρχον τὸ ἕτερον ὑπάρχον ἔδειξεν·2 οὐδὲν γὰρ μεταξὺ τῆς ἀντιφάσεως. ἢ ὑπάρχον μὲν αὐτῷ δείκνυται, οὐ μὴν καὶ ὡς ἴδιον ὑπάρχον. ἢ δύναται μηδὲ τὴν ἀρχὴν ὑπάρχειν αὐτῷ τὸ ἀντικείμενον τῷ μὴ ἰδίῳ, εἰ τὸ δειχθὲν μὴ ἴδιον ὑπάρχει μὲν αὐτῷ, μὴ ὡς ἴδιον δέ· οὐ γάρ, εἰ τοῦ ἀνθρώπου μή ἐστιν ἴδιον τὸ ἔμψυχον, ἤδη αὐτῷ καὶ οὐχ ὑπάρχει. οἰκειότερον δὲ ἐπὶ τοῦ ζῴου τὸ αἰσθητικὸν μεταλαμβάνειν ἀντὶ τοῦ ἐμψύχου· τὸ γὰρ ἔμψυχον ὑπάρχει μὲν αὐτῷ, οὐχ ὡς ἴδιον δέ. ἔστι δὲ ὁ μὲν πρῶτος τόπος ἐκ μάχης καὶ ἀνασκευαστικὸς μόνον, ὁ δὲ δεύτερος οὔ. καὶ ἀμφοτέροις ἐν τοῖς ἑξῆς φησι μὴ δεῖν τὸ ἴδιον ἀποφατικὸν εἶναι ὡς καὶ τῷ μὴ ὄντι ὑπάρχον· “ἀπόφασις γὰρ φάσει ὑπάρχει μέν, οὐχ ὡς ἴδιον δέ.”

“其次,必须根据断言与否定[来进行考察]。” 也就是说,如果对它肯定的事物是特有属性,那么对它否定的事物就不可能是特有属性,反之亦然。他把肯定称为“断言”。但有人可能会探究,为什么这个论题对于确立是不适用的;因为表明它们中之一者不属有的人,就已经表明了另一者是属有的;因为矛盾之间没有任何居间项。或者应当说:虽然表明它属有,却并非作为特有属性而属有?或者,如果被表明非特有属性的东西虽属有于它却非作为特有属性,那么与非特有属性相对立的事物根本不属有于它也是可能的?因为并非如果“有灵魂的”不是人的特有属性,它就立刻也不属有于人。但在动物的场合,用“具有感觉的”来替换“有灵魂的”是更为恰当的;因为“有灵魂的”虽属有于它,却非作为特有属性。第一个论题源于冲突且仅用于反驳,而第二个论题则不然。在下文中他就二者皆指出特有属性不可是否定性的,因其也会属有于非存在:“因为否定固然属有于断言,却非作为特有属性。”

§5.74

" Δεύτερον δὲ ἐκ τῶν κατηγορουμένων ἢ μὴ κατηγορουμένων καὶ ἐξ ὧν κατηγορεῖται ἢ μὴ κατηγορεῖται.3" Μὴ κατηγορούμενα λέγει τὰ ἀποφατικῶς κατηγορούμενα, καὶ καθ’ ὧν μὴ κατηγορεῖται τὰ ἀποφατικῶς ὑποκείμενα. Λαμβάνει γὰρ δύο ὑποκείμενα, ἓν κατηγορικὸν καὶ ἕτερον στερητικόν, καὶ δύο ἴδια ὅμοια. φησὶν οὖν, ὅτι εἰ τῆς καταφάσεως, οἷον τοῦ ἀνθρώπου, οὐκ ἔστιν ἴδιον ἡ φάσις, ἤγουν τὸ ζῷον, οὐδὲ ἡ ἀπόφασις, ἤγουν τὸ μὴ ζῷον, ἴδιον ἔσται τοῦ μὴ ἀνθρώπου. ὁμοίως δὲ καὶ τὸ ἐναντίον. εἰκότως δὲ εἶπε τὸν ἄνθρωπον φάσιν, ἐπεὶ μέρος ἐστὶ προτάσεως.

“第二,根据被述说或不被述说的事物,以及它们被述说或不被述说的对象。” 他所说的“不被述说的事物”是指被否定性述说的事物,而“它们不被述说的对象”是指否定性的主词。因为他取了两个主词,一个肯定的和一个缺乏性的,以及两个类似的特有属性。因此他说,如果断言即动物不是肯定即人的特有属性,那么否定即非动物也不会是非人的特有属性。反过来同样如此。他合乎情理地将人称为“断言”,因为它是命题的一部分。

语法注3 条
  1. 5.70εἰ γὰρ ἀρετῆς λόγος ἕξις ἡ βελτίστη

    这里的 λόγος 用于“定义”或“本质言说规定”之意,ἕξις ἡ βελτίστη 作为谓词:“因为如果德性的言说规定是‘最好的状态’”。

  2. 5.73ὁ γὰρ τὸ ἕτερον αὐτῶν δείξας μὴ ὑπάρχον τὸ ἕτερον ὑπάρχον ἔδειξεν

    δείξας 与 ἔδειξεν 两者均支配宾格补足成分与分词(分别为 τὸ ἕτερον ... μὴ ὑπάρχον 和 τὸ ἕτερον ὑπάρχον):“表明它们中之一者不属有的人,就已经表明了另一者属有”。

  3. 5.74καὶ ἐξ ὧν κατηγορεῖται ἢ μὴ κατηγορεῖται

    介词短语 ἐξ ὧν 包含先行词(等同于 ἐκ τούτων καθ' ὧν),指称承受述说的主词项,在下文中被解释为否定性的主词(τὰ ἀποφατικῶς ὑποκείμενα)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:406.11-408.12