- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:404.15-406.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德《论题篇》第5卷第5章(135a9–135a20),探讨将事物自身设定为自身特有属性的谬误(使用同义词或本质定义)、异名异义词的情形,以及同质部分体的特有属性必须同等地契合整体与其部分的规则及反驳论题。
" Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ αὐτὸ αὑτοῦ ἴδιον ἔθηκε." Γίνεται δὲ τοῦτο, ἐάν τις τὸ ἴσον δυνάμενον ὄνομα ἀντιμεταλαβὼν ὡς ἴδιόν τινος ἀποδιδῷ· ὃ μάλιστα ἐπὶ τῶν πολυωνύμων οἷόν τε γίνεσθαι. ἐπεὶ γὰρ τὸ ἑκάστου ὄνομα τῆς οὐσίας αὐτοῦ ἐστι δηλωτικόν (οὐ γὰρ ὁ ὁρισμὸς δηλωτικός, τούτου καὶ τοὔνομα),1 καὶ ὁ τοιοῦτον ἴδιον ἀποδιδοὺς τὸ τῆς οὐσίας αὐτοῦ δηλωτικὸν ὡς ἴδιον 〈ἂν〉 ἀποδοίη. κεῖται δὲ ὅτι τὸ τὸ εἶναι καὶ τὴν οὐσίαν τινὸς δηλοῦν οὐκ ἴδιον· οὐ γὰρ ἦν ἴδιον τὸ σημαῖνον τὸ τί ἦν εἶναι, καὶ ἐν τῇ τῶν προβλημάτων διαιρέσει ὁρικὰ εἶπεν εἶναι τὰ τοιαῦτα.
“其次,对于进行反驳的人而言,[应当考察]他是否将事物自身设定为自身之特有属性。” 而这会在有人换用一个具有同等效力的名称并将其作为某物的特有属性给出时发生;这在同义异名事物中尤为可能发生。因为,既然每一事物的名称都表明其实体(因为定义所表明的对象,名称也同样表明),那么给出此类特有属性的人,也会将表明其实体的东西作为特有属性给出。然而已预设的是:表明某物的所是和实体的东西并不是特有属性;因为表明本质的事物并非特有属性,且在对论题的划分中他曾说过此类事物是定义性的。
"Οἷον ἐπεὶ ὁ θεὶς ζῴου ἴδιον τὸ οὐσία ἔμψυχος." 〈Ὁ θεὶς ζῴου ἴδιον τὸ οὐσία ἔμψυχος〉 (δεῖ δὲ προσκεῖσθαι καὶ τὸ ‘αἰσθητική’) ἀντικατηγορούμενον ἀπέδωκεν οὐκέτι ἴδιον 〈ὄν2〉· τοῦ γὰρ ζῴου τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’ ἀντικατηγορεῖται· πᾶν γὰρ ζῷον οὐσία ἔμψυχος αἰσθητική, καὶ πᾶσα οὐσία ἔμψυχος αἰσθητικὴ ζῷον. Ἐπιζητήσειε δ’ ἄν τις ἐπὶ τῶν λεγομένων ἑτερωνύμων, εἰ μὴ οἷόν τε θατέρου ἕτερον ἴδιον ἀποδίδοσθαι, οἷον τὸ σημεῖον, τὸ ἀμερές, τὸ ἐλάχιστον ἢ ἀδιάστατον· δοκεῖ γὰρ ἐπὶ τούτων καὶ τὰ σημαινόμενα διαφέρειν. οἷς δ’ ἂν προσῇ καὶ σαφεστέρως καὶ γνωριμωτέρως, μᾶλλον ἐναρμόττει.
“例如,既然将‘有灵魂的实体’设定为动物的特有属性的人……” 〈将“有灵魂的实体”设定为动物的特有属性的人〉(而且还必须加上“具有感觉的”)给出了相互可述说的事物,却不再是〈作为〉特有属性[的东西];因为对于动物而言,“具有感觉的有灵魂的实体”是相互可述说的;因为凡动物都是具有感觉的有灵魂的实体,凡具有感觉的有灵魂的实体都是动物。但有人可能会就所谓的异名事物探究:是否不能将其中之一作为另一者的特有属性给出,例如点、不可分者、极小者或无广延者;因为在这些事物上,被指称的事物似乎也有所不同。而更明晰且更可知地附属于何者,就越是与之相契合。
"Ἔπειτα ἐπὶ τῶν ὁμοιομερῶν σκεπτέον ἐστίν, ἀνασκευάζοντα μὲν εἰ τὸ τοῦ ὅλου ἴδιον." [Ἐπεὶ ἡ διαίρεσις ἡ ἀπὸ τοῦ ὅλου εἰς μέρη ἢ εἰς ὁμοιομερῆ γίνεται ἢ εἰς ἀνομοιομερῆ, παραδίδωσι τόπους καὶ ἀπὸ τῶν ὁμοιομερῶν. καὶ ἀνασκευάζοντα μέν· εἰ ἀπεδόθη ἴδιον τοῦ ὅλου, τοῦτο δὲ οὐ προσαρμόζει καὶ τῷ μέρει, οὐ καλῶς ἦν ἀποδεδομένον τὸ ἴδιον· ἢ εἰ ὃ τοῦ μέρους ἴδιον ἀπεδόθη, καὶ τῷ ὅλῳ οὐ προσαρμόζει, οὐ καλῶς εἴη ἂν ἀποδεδομένον τὸ ἴδιον. τοῦτο δὲ γίνεται ἐπί τινων, τὸ ἀποδιδόναι μὲν ἴδιον ἐπὶ τὸ συμπαν ἐνίοτε ἀποβλέψαντα, τὸ δὲ ἀποδοθὲν ἴδιον μὴ προσαρμόζειν τῷ μέρει· οἷον τῆς θαλάσσης ἴδιον τὸ πλεῖστον ἁλμυρὸν ὕδωρ. τοῦτο δὲ οὐ προσαρμόζει τῷ μέρει· οὐ γὰρ ἂν σχοίης ἀποδοῦναι τῆς θαλάσσης τινὸς τὸ πλεῖστον ἁλμυρὸν ὕδωρ, ἐπειδὴ ἡ τὶς θάλασσα μόριόν ἐστιν ἐλάχιστον τῆς ὅλης. πῶς ἂν οὖν εἴποιμεν ἐπ’ αὐτοῦ τὸ πλεῖστον; ὥστε οὐδ’ αὐτῆς τῆς θαλάσσης εἴη ἂν ἴδιον τὸ ἀποδοθέν, ἐπεὶ οὐ προσαρμόζει καὶ τῷ μέρει. πολλάκις δ’ ἂν ἀποδοίη τις ἴδιον τοῦ μέρους αὐτῷ μὲν τῷ μέρει ἐπισκεψάμενος ἴδιον ἀποδιδόναι μὴ προσαρμόζον δὲ καὶ τῷ ὅλῳ· οὐδὲ οὗτος ἀποδοίη ἂν τὸ ἴδιον καλῶς. εἰς τὸν αὐτὸν τόπον.] Δῆλον ὅτι τῶν ὁμοιομερῶν τὰ μόρια πάντα ἀλλήλοις τε καὶ τῷ ὅλῳ τῆς αὐτῆς ἐστιν οὐσίας· διὸ καὶ ὁ αὐτὸς ὅρος τῷ τε ὅλῳ καὶ ἑκάστῳ τῶν μορίων αὐτοῦ ἐφαρμόζει. ἐπεὶ τοίνυν τοιαῦτα τὰ ὁμοιομερῆ εἶναι δοκεῖ, δῆλον ὅτι καὶ τὸ ὁμοιομεροῦς τινος ἴδιον ἀποδεδομένον παντὶ ὑπάρχει τῷ ὁμοιομερεῖ, ὁμοίως ὅλῳ τε καὶ τοῖς μέρεσιν αὐτοῦ. ἂν δή τις τοιοῦτον ἴδιον τῶν ὁμοιομερῶν τινος ἀποδῷ, ὃ τῷ ὅλῳ μὲν ὑπάρχει τοῖς δὲ μέρεσιν αὐτοῦ μηκέτι, ἢ ἔμπαλιν, ἀνασκευάζομεν ὡς οὐκ ἔστιν ἴδιον τὸ ἀποδιδόμενον ἴδιον. δεῖ οὖν τὸ ἀποδιδόμενον ἴδιον ὁμοιομεροῦς τινος καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσιν αὐτοῦ ὑπάρχειν. οὕτω γῆς ἴδιον τὸ κάτω φέρεσθαι κατὰ φύσιν· καὶ γὰρ κατὰ πάσης γῆς καὶ κατὰ τινὸς ἀληθεύεται· ἔστι γὰρ καὶ τῆς τινὸς γῆς, καθόσον ἐστὶ γῆ, ἴδιον τὸ κάτω φέρεσθαι κατὰ φύσιν, οὐ καθὸ ὁμοιομερής, ὥσπερ οὐδὲ τῆς πάσης καθὸ πᾶσα.3 τὸ δὲ ἔστι δὲ αὐτῶν ἴδιον κατὰ τὸ σύμπαν δηλωτικόν ἐστι τοῦ τε ὡς ὅλου λαμβανομένου καὶ τῶν μορίων ἑκάστου.
“其次,在同质部分体上必须考虑,对于进行反驳的人而言,是否整体的特有属性[不同样属于部分]。” [既然从整体向部分的划分要么划分为同质部分,要么划分为异质部分,他也传授了源于同质部分的论题。对于进行反驳的人而言:如果给出了整体的特有属性,但这并不同样适合于部分,那么该特有属性就没有被健全地给出;或者,如果被给出为部分的特有属性的事物不同样适合于整体,该特有属性就也不会被健全地给出。而这在某些事物上会发生,即有时着眼于总体而给出特有属性,但给出的特有属性并不适合于部分;例如海的特有属性是“极大量的咸水”。但这并不适合于部分;因为你不可能将“极大量的咸水”给出为某个具体海的特有属性,因为某个具体的海只是整个海的一个极小部分。那么我们怎能在它上面说“极大量的”呢?以至于所给出的甚至根本不会是海本身的特有属性,因为它并不同样适合于部分。而且往往有人在考察了部分自身之后给出部分的特有属性,却不同样适合于整体;此人也不会健全地给出特有属性。归于同一个论题。]显然,同质部分体的所有部分彼此之间以及与整体之间都具有相同的实体;因此同一规定也既适用于整体,又适用于其每一个部分。那么,既然同质部分体看似是如此的,显然被给出为某个同质部分体的特有属性的事物,将同样地属于整体及其诸部分,即属于整个同质部分体。因此,若有人将同质部分体之一的某种特有属性给出为属于整体却不再属于其诸部分,或者反过来,我们就以所给出的特有属性并非特有属性为由予以反驳。因此,某个同质部分体所被给出的特有属性,必须既属于整体,又属于其诸部分。像这样,土的特有属性是按本性向下运动;因为这既对所有的土成真,也对某种具体的土成真;因为对于某种具体的土而言,只要它是土,按本性向下运动也是其特有属性,而不是就其为同质部分体而言,正如对所有的土而言不是就其为全体而言一样。而“它们的特有属性依循总体而存在”这一表述,表明了既作为整体被把握的事物,也表明了每一个部分。
- 5.66οὐ γὰρ ὁ ὁρισμὸς δηλωτικός, τούτου καὶ τοὔνομα
οὐ 此处作关系代名词 οὗ(或其省笔)理解,构成关联结构:οὗ γὰρ ὁ ὁρισμὸς δηλωτικός, τούτου καὶ τοὔνομα[δηλωτικόν ἐστι](“因为定义所表明的对象,名称也同样[表明]”)。若作否定词 οὐ 理解,则与下文说明定义与名称同样指示实体的论证逻辑不合。
- 5.67ἀντικατηγορούμενον ἀπέδωκεν οὐκέτι ἴδιον 〈ὄν〉
ἀντικατηγορούμενον 作为主节谓语动词 ἀπέδωκεν 的宾语(名词化分词,“相互可述说的事物”),后面的 οὐκέτι ἴδιον 〈ὄν〉 则作补充性的述谓分词。全句主语承接前文引文中的 Ὁ θεὶς...(“设定……的人”)。
- 5.68οὐ καθὸ ὁμοιομερής, ὥσπερ οὐδὲ τῆς πάσης καθὸ πᾶσα
οὐ καθὸ ὁμοιομερής 是限定短语,与前文的 καθόσον ἐστὶ γῆ(“只要它是土”)构成对置,ὁμοιομερής 为主格与主语“某种具体的土”一致。后半句 ὥσπερ οὐδὲ τῆς πάσης [ἴδιόν ἐστι] καθὸ πᾶσα 同样是省略结构,意即“正如对所有的土而言不是就其为全体而言[是固有性,而是就其为土而言]”。
