← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§402.1-404.14

无限定给出种的特有属性与最高级属性的错误

注解亚里士多德《论题篇》134b22–135a1,通过火和土的例证,阐明在不加界定的情况下给出属于种的特有属性或最高级属性时所导致的逻辑错误(如换位无效、同一特有属性同时属于属与种等弊端)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.61

" Μὴ διαστείλας δὲ τὸ τῷ εἴδει." Οὕτως αὐτὸς εἶπεν ἐν Κατηγορίαις ἐπὶ τῆς οὐσίας, ὅτι ἴδιον τῆς οὐσίας τὸ “ἓν ἀριθμῷ ὂν δεκτικὸν εἶναι τῶν ἐναντίων”· οὐ γὰρ ὅτι πᾶσα οὐσία τοιαύτη, ἀλλ’ ὅτι ἐν αὐτῇ μόνῃ τὸ τοιοῦτον. ἀνάγεται δὲ τὸ τοιοῦτον ἴδιον εἰς τὴν τῆς ἀντιστροφῆς ἁμαρτίαν· οὐ γὰρ ἐφ’ ὧν τοὔνομα, καὶ ὁ λόγος κατηγορεῖται.1 γῆ μὲν γὰρ καὶ ἡ τυχοῦσα βῶλος, βαρυτάτη δὲ οὐκέτι· καὶ πῦρ μὲν ἄνθραξ καὶ φλὸξ καὶ φῶς, λεπτομερέστατον δὲ μόνον τὸ φῶς.

“然而若不区分在种上[属于的属性]……” 他自己在《范畴篇》中关于实体也是这样说的,即实体的特有属性是“在数目上为一而能够接受相反者”;因为并不是由于每一个实体都是如此,而是由于唯独在实体中存在此类情形。这种特有属性被归结为换位的错误;因为并非凡名称被述说的对象,定义也同样被述说。因为任何一块偶然的土块都是土,但不再是最沉重的;木炭、火焰和光都是火,但唯独光是由最细微微粒构成的。

§5.62

"Τὸ γὰρ καθ’ ὑπερβολήν." Ἀποδιδοὺς ἐνταῦθα τὴν αἰτίαν τοῦ ἁμαρτάνειν τὸν οὕτως ἀδιορίστως ἀποδιδόντα τὸ ἴδιον, τὸ καθ’ ὑπερβολήν φησιν οὐχ οἷόν τε ἐν πλείοσι θεωρεῖσθαι, καθάπερ τὸ κουφότατον τῷ πυρί.

“因为依循极级的事物……” 他在此给出了如此无界定地给出特有属性之人犯错误的原因,他说依循极级的事物不可能在多数事物中被观察到,正如对于火而言“最轻的”那样。

§5.63

"Οὐ γάρ ἐστιν ἓν εἶδος τοῦ πυρός." Ὅτι ἐπὶ τῶν τῷ εἴδει ἀποδεδομένων ἰδίων, εἰ μὲν τὰ ὑπὸ τοῦ ὀνόματος οὗ τὸ ἴδιον ἀποδέδοται σημαινόμενα ἑνὸς εἴη εἴδους, ὑγιὴς ἡ ἀπόδοσις, εἰ δὲ πλειόνων εἰδῶν, οὐκέτι ὑγιὴς ἡ προσθήκη ἐπὶ τῶν οὕτως ἐχόντων, ἡ ὅτι τῷ εἴδει ἴδιον τὸ ἀποδοθέν·2 καὶ οὕτως 〈γὰρ〉 ἐνδέχεται ἁμαρτάνειν, εἰ μὴ προσδιορίσαιτο καὶ κατὰ τί μέρος τοῦ πράγματος. ἐπ’ ἐνίων γὰρ οὐκ ἔχει οὕτως, ὡς ἐπὶ τοῦ πυρός, εἴ τις κουφότατον εἴποι τὸ πῦρ μὴ διαστείλας τὸ φῶς ἐν τῷ μὴ προσθεῖναι τὸ τῷ μέρει· πυρὸς γὰρ μέρη ἄνθραξ καὶ φλὸξ καὶ φῶς, ὧν ἕκαστον πῦρ λέγεται, ἀλλὰ τὸ φῶς μόνον ἐστὶ τὸ κουφότατον. κοινότερον δὲ νῦν καὶ τὸ φῶς πῦρ λέγει κατὰ δόξαν τινῶν· ἐπεὶ αὐτῷ οὐ δοκεῖ πῦρ εἶναι τὸ φῶς, ὅτι μηδὲ σῶμα, πᾶν δὲ πῦρ σῶμα. ὁ δὴ λέγων πυρὸς τῷ εἴδει ἴδιον εἶναι τὸ λεπτομερέστατον οὐχ ὑγιῶς ἀποδίδωσι διὰ τὸ πλείω εἴδη εἶναι τοῦ πυρὸς καὶ ἑνός τινος αὐτῶν ἴδιον εἶναι, τοῦ φωτός, πυρὸς λεγομένου ἀλλ’ οὐ τοῦ πυρὸς κοινῶς.

“因为火的种并非只有一个。” 这是说,在依种给出的特有属性上,若被给出该特有属性的名称所指称的事物属于单一之种,则给出是健全的;但若是属于多数之种,对于如此状态的事物,附加“给出的特有属性是依种而特有的”就不再健全;因为即便如此也有可能犯错误,如果不补充界定是依循该事物的哪个部分。因为在某些事物上并非如此,正如在火的情形中,若有人说火是最轻的,却由于没有加上“就部分而言”而没有把光区分出来;因为火的部分[即种]是木炭、火焰和光,它们中的每一个都被称为火,但唯独光是最轻的。然而现在他是依循某些人的见解较为泛常地把光也称为火;因为在他看来光似乎并非火,因为光甚至不是物体,而所有的火都是物体。因此,说火在种上的特有属性是由最细微微粒构成的人,并没有健全地给出它,因为火的种有多数,并且它是其中被称为火的那一种(即光)的特有属性,而非共同地是火的特有属性。

§5.64

"Διὰ τοῦτο οὐ δεῖ, εἰ τῷ εἴδει προστεθείη, ἕτερον εἶναι εἶδος τοῦ λεχθέντος, ὅτι τοῖς μὲν μᾶλλον." Ὅτι οὐ δεῖ ἐπὶ τῶν διαφερόντων τῷ εἴδει ἴδιον ἀποδίδοσθαι, ὅτι τοῖς μὲν μᾶλλον τοῖς δὲ ἧττον ὑπάρξει. τοῦτο δ’ οὐ δεῖ γίνεσθαι, ὅταν μὴ καὶ τὸ ὄνομα μᾶλλον κατηγορῆται καθ’ οὗ καὶ τὸ ἴδιον ἀληθεύεται μᾶλλον. καθ’ οὗ γὰρ τὸ βαρύτατον ἀληθεύεται μᾶλλον, κατὰ τούτου τὸ τῆς γῆς μᾶλλον ὄνομα κατηγορεῖται· ἡ γὰρ μᾶλλον γῆ βαρυτάτη· οὕτως γὰρ γῆς ἴδιον τὸ ἀποδιδόμενον γίνεται. εἰ δὲ μὴ καθ’ οὗ τὸ ἴδιον μᾶλλον, καὶ τοὔνομα μᾶλλον, οὐκ ἔστιν ἴδιον, ὡς ἐπὶ τοῦ πυρός· οὐ γὰρ ᾧ τὸ λεπτομερέστατον ὑπάρχειν ἴδιον ἀπεδόθη, τούτῳ καὶ τὸ μᾶλλον πῦρ· διὸ οὐκ ἴδιον. τὸ μὲν γὰρ φῶς τὸ λεπτομερέστατον, μᾶλλον δὲ πῦρ ἄνθραξ καὶ φλὸξ τοῦ φωτός.

“因此,若加上‘在种上’,就不应当存在与所说者不同的种,因为对某些事物更多地……” 这是说,不应当对在种上有差异的事物给出特有属性,因为这将对某些事物更多地属于,而对另一些事物更少地属于。而当特有属性更多地成真的对象,其名称并非也更多地被述说时,这就不应当发生。因为对于“最沉重的”更多地成真的对象,土的名称也更多地被述说;因为更多是土的才是最沉重的;因为唯有如此,所给出的才成为土的特有属性。但若并非特有属性更多成真的对象其名称也更多成真,这就不是特有属性,正如在火的情形中那样;因为并不是对于那被给出“由最细微微粒构成的”作为特有属性而属于的事物,“更是火”也〔属于〕它;因此这不是特有属性。因为光固然是由最细微微粒构成的,但木炭和火焰比光更是火。

§5.65

"Ἔτι δὲ πρὸς τούτοις ταὐτὸν εἶναι συμβήσεται." Συμβήσεται δὲ πρὸς τούτοις, φησίν, ἐπὶ τῶν τοιούτων ἰδίων τὸ αὐτὸ πλειόνων ἴδιον, τοῦ τε ἁπλῶς καὶ κοινῶς λεγομένου, οἷον τοῦ πυρός, καὶ τοῦ μάλιστα τοιούτου ἐν τῷ κοινῷ, οἷον τοῦ φωτός· τοῦ μὲν γὰρ πυρὸς ἔσται ἴδιον, διότι ἀπεδόθη τούτου, τοῦ δὲ φωτός, ὅτι μάλιστα ὑπάρχει τούτῳ μὴ ὄντι μάλιστα πυρί. οὐ δεῖ δὲ ταὐτὸν ἴδιον εἶναι τοῦ τε γένους καὶ ἑνὸς εἴδους τῶν ὑπὸ τὸ γένος· ἔσται γὰρ τὸ αὐτὸ πλειόνων τε καὶ διαφερόντων ἴδιον. Ταῦτα διευκρινήσας περαίνει λέγων, ὅτι ἄλλου μέν τινος οὕτως ἀποδιδόντος τὸ ἴδιον ἐπιχειρητέον ἀπελέγχειν αὐτόν, αὐτῷ δέ, ἤγουν σοί, οὐ δοτέον ἐστὶ ταύτην τὴν ἔνστασιν,3 τουτέστιν εἰ δὲ σὺ τοιοῦτον ἀποδοίης ἴδιον, οὐ δεῖ ἐπιφέρειν ἑαυτῷ τὴν ἔνστασιν, ἤγουν αἰτίαν διδόναι τῷ προσδιαλεγομένῳ ἐνίστασθαί σοι, ἀλλὰ δεῖ σε εὐθὺς διορίζειν, ὃν τρόπον ἀποδίδως τὸ ἴδιον, καθ’ ἕνα τῶν ἐκτεθέντων.

“此外,除了这些之外,还将发生同一事物是……” 他说,除了这些之外,在此类特有属性上,还将发生同一事物成为多数事物的特有属性,既成为被单纯且泛常言说者的特有属性(例如火),又成为在泛常者中最为如此者的特有属性(例如光);因为对于火而言,由于它被给出为火的,它将是火的特有属性;而对于光而言,由于它最为属于这个并非最为火的事物,它将是光的特有属性。但同一事物不应当既是属的特有属性,又是该属之下诸种之一的特有属性;因为同一事物将成为多数且有差异的事物的特有属性。在澄清了这些之后,他总结说道:若其他人如此给出特有属性,就应当试图反驳他;但对于自己,即对于你而言,不应当给出这一异议,这就是说,如果你自己给出了这样的特有属性,就不应当将异议引向自己,即不应当给对话者提供向你提出异议的根据,而是应当依照所列出的方式之一,立刻界定你是依何种方式给出特有属性的。

语法注3 条
  1. 5.61οὐ γὰρ ἐφ’ ὧν τοὔνομα, καὶ ὁ λόγος κατηγορεῖται

    结构为 οὐ γὰρ [ἐπ’ ἐκείνων] ἐφ’ ὧν...。相对于关系从句 ἐφ’ ὧν(其先行词为主句中省略的介词短语),主句接续主语与动词 καὶ ὁ λόγος κατηγορεῖται(“定义亦被述说”)。它表达了换位(ἀντιστροφή)的不成立,即并不是凡可述说名称的外延都能被述说该定义(特有属性)。

  2. 5.63ἡ προσθήκη ἐπὶ τῶν οὕτως ἐχόντων, ἡ ὅτι τῷ εἴδει ἴδιον τὸ ἀποδοθέν

    同格结构。第二个冠词 ἡ 引导名词性从句 ὅτι τῷ εἴδει ἴδιον τὸ ἀποδοθέν,作为主语 ἡ προσθήκη(“附加”)的同位语,意为“即给出的属性是依种而特有的这一附加”。主语 ἡ προσθήκη 的表语为 οὐκέτι ὑγιής(“不再健全”)。

  3. 5.65αὐτῷ δέ, ἤγουν σοί, οὐ δοτέον ἐστὶ ταύτην τὴν ἔνστασιν

    动形容词 δοτέον ἐστί 搭配施事与格 αὐτῷ(注解者解释为 ἤγουν σοί,“即对你而言”)以及直接宾格宾语 ταύτην τὴν ἔνστασιν。意为“自己不应给出这一异议”,在紧随其后的 τουτέστιν... 子句中被进一步阐释为“不应给答辩者提供提出异议的根据”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:402.1-404.14