- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:399.26-401.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《论题篇》第5卷第2章(134a5–134b5)进行注解,阐明了在给出依本性属于的事物、原初属于还是依循他物属于的事物、以及属于种的事物等带有条件的特有属性时所犯的错误,并解释了如何通过指出缺乏必要限定来反驳这些特有属性的论题。
" Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τὸ φύσει ὑπάρχον." Φύσει ὑπάρχειν τισὶ ταῦτα λέγει, ὧν τὰ ὑποκείμενα, οἷς οὕτω λέγεται ὑπάρχειν, ἐπιδεκτικὰ μέν ἐστιν αὐτῶν, οὐ μὴν ἀεὶ αὐτοῖς οὐδὲ ἐξ ἀνάγκης ἐνεργείᾳ πάρεστιν·1 οὕτως φύσει τῷ ἀνθρώπῳ ὑπάρχει ἡ ἐπιστήμη (ὅτι γὰρ δεκτικός ἐστιν αὐτῆς, οὐχ ὅτι ἀεί ἐστιν ἐν αὐτῷ) καὶ τὸ γενειάσκειν καὶ τὸ πολιοῦσθαι. ἂν δή τις τὸ οὕτως ὑπάρχον τινὶ καὶ οὕτως ἴδιον αὐτοῦ ὂν ἀποδῷ τῇ λέξει ὡς ἀεὶ αὐτῷ ἐνεργείᾳ παρόν, μὴ προσθεὶς τὸ φύσει ἢ ἄλλο τι ὃ πρὸς τὸ δέξασθαι αὐτὸ ἐπιτηδειότητα σημαίνει, οὐκ ἂν τὸ ἴδιον λέγοι. οἷον εἰ ἁπλῶς τις εἴποι τοῦ ἀνθρώπου ἴδιον εἶναι τὸ πεζὸν δίπουν· τὸ γὰρ δίπουν ὡς ἀχώριστον αὐτοῦ καὶ ἐξ ἀνάγκης αὐτῷ ὑπάρχον δοκεῖ λαμβάνειν ὁ οὕτως λέγων. ἀλλ’ οὐχ οὕτως ἐν τῇ φύσει ὑπάρχει, 〈εἰ〉 καὶ κατὰ φύσιν αὐτῷ·2 ἐπεὶ ἔσται τις ἄνθρωπος καὶ οὐ δίπους, ἀλλ’ οὐ κατὰ φύσιν. ὁμοίως οὐδὲ τὸ ἐπίστασθαι ἴδιον ἀνθρώπου, ἀλλὰ τὸ ἐπιστήμης εἶναι δεκτικῷ.
“其次,在反驳时,若那依本性属于的事物……” 他说,依本性属于某些事物的是指这样一些东西:被说成以此方式具有它们的基质,虽然能够接受它们,但〔这些东西〕绝非总是或必然在现实中呈现于它们〔基质〕之中;知识依本性属于人就是如此(因为他是能够接受知识的,而不是因为知识总是在他之中),长胡须与头发变白亦是如此。因此,若有人将如此属于某物并且如此作为其特有属性的事物,在言词上给出为仿佛它总是在现实中呈现于该事物之中,而未加上“依本性”或表示接受它的适宜性的某种其他字眼,他就没有说出特有属性。例如,若有人单纯地说人的特有属性是“步行的双足动物”;因为这样说的人似乎是将“双足”当作与人不可分离的、必然属于他的属性来把握的。但它并非在自然中如此属于[人],即便它是依循本性属于他的;因为将会有并非双足的人,但这并非依循本性。同样地,“拥有知识”亦非人的特有属性,而“能够接受知识”才是。
"Ἔτι ὅσα λέγεται ὡς κατ’ ἄλλο τι πρῶτον." Τόπον καὶ τοῦτον χρήσιμον πρὸς ἀνασκευὴν τοῦ ἰδίου παραδίδωσι. τῶν γὰρ ὑπαρχόντων τισὶ τὰ μὲν πρώτως ὑπάρχει, τὰ δὲ οὐ πρώτως ἀλλὰ κατ’ ἄλλο. ἐν δὲ τοῖς οὕτως ἔχουσι χαλεπόν φησιν ἀποδοῦναι τὸ ἴδιον τινι αὐτῶν, διὰ τὸ τὸ ἐπὶ τοῦ πρώτως ἔχοντος αὐτὸ ἀποδοθὲν ἁρμόζειν καὶ ἐπὶ τοῦ μὴ πρώτως ἔχοντος αὐτό. καὶ τούτου οὕτως ἔχοντος συμβήσεται οὐ καθ’ οὗ ὁ λόγος καὶ τὸ ἴδιον ἀληθεύεται, κατὰ τούτου καὶ τοὔνομα τοῦ πράγματος ἀληθεύεσθαι.3 εἰ γὰρ εἴη τῆς ἐπιφανείας ἀποδιδόμενον ἴδιον τὸ κεχρῶσθαι, τὸ μὲν κεχρῶσθαι καὶ κατὰ σώματος κατηγορεῖται, οὐκέτι δὲ καὶ ἡ ἐπιφάνεια, ἧς ἴδιον ταὐτὸν ἀπεδόθη· οὐ γάρ ἐστι τὸ σῶμα ἐπιφάνεια. ἀλλὰ κἂν σώματος ἴδιον ἀποδοθῇ τὸ κεχρῶσθαι, καὶ κατὰ τῆς ἐπιφανείας κατηγορεῖται, οὐ μὴν καὶ τὸ σῶμα.4 δεῖται οὖν διορισμοῦ τινος τὸ οὕτως ἀποδιδόμενον τῶν τοιούτων ἴδιον, ὡς διὰ τῶν ἑξῆς δείκνυται. λόγον δὲ τὸ ἴδιον λέγει, ἐπεὶ εἶπε τὴν τοῦ ἰδίου ἀπόδοσιν μετὰ τοῦ γένους ποιεῖσθαι.
“此外,凡那些依循他物而被首先述说的事物……” 他也传授了这一对反驳特有属性有用的论点。因为在属于某些事物的东西中,有些是原初属于的,有些则非原初属于而是依循他物属于的。他说,在这些情形中,很难将特有属性给出于它们中的某一个,因为针对原初具有它的事物所给出的属性,也适合于并非原初具有它的事物。若情况如此,就不会发生凡定义与特有属性成真的对象,该事物的名称也对其成真。因为若将“具有颜色”给出为表面的特有属性,“具有颜色”固然也述说于物体,但被给出相同特有属性的表面却不再[述说于物体];因为物体并非表面。但即使将“具有颜色”给出为物体的特有属性,它虽也述说于表面,然而物体却绝不[述说于表面]。因此,对此类事物如此给出的特有属性需要某种界定,正如在下文中所展示的那样。他将特有属性称为“定义”,是因为他说过特有属性的给出是与属一同进行的。
"Συμβαίνει δ’ ἐν ἐνίοις τῶν ἰδίων." Πολυτρόπως, φησίν, ἁμαρτάνουσί τινες ἐν τῇ τῶν ἰδίων ἀποδόσει, μὴ προσδιοριζόμενοι κατὰ τίνα τρόπον ἀποδιδόασι ταῦτα, ἐπειδὴ ἐπιχειροῦσιν ἀποδιδόναι τὸ ἴδιον ἢ τὸ φύσει ὑπάρχον, ὅπερ ἐστὶ κατὰ τὸ δεκτικὸν εἶναι αὐτοῦ τὸ ὑποκείμενον καὶ μὴ κατὰ τὸ ἐνεργείᾳ παρεῖναι, ἢ τὸ ἁπλῶς ὑπάρχον, ὅπερ ἐστὶ τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον, ἢ κατ’ ἄλλους τρόπους, ὅσους δὴ καὶ ἀριθμεῖται, ὧν ἕκαστον διὰ τοῦ οἰκείου παραδείγματος δῆλον ποιεῖ. μὴ γὰρ διορισάμενός τις ἢ προσθεὶς ἐφ’ ἑκάστου τῶν τοιούτων ἰδίων τὸν ἁρμόζοντα ἑκάστῳ τῶν τρόπων, οὓς κατὰ μέρος παρέθηκε, προσδιορισμὸν φανερὸν ὅτι ἁμαρτάνει καὶ οὐκ ἀποδίδωσι καλῶς ἐφ’ ἑκάστου τὸ ἴδιον.
“然而在某些特有属性中发生……” 他说,有些人在给出特有属性时以多种方式犯下错误,因为他们没有附加界定他们是依循何种方式给出这些特有属性的,既然他们企图将特有属性给出为要么是依本性属于的事物(这在于基质能够接受它,而不在于它在现实中呈现),要么是单纯属于的事物(这是就较少部分而言可能发生的事物),要么是依循他所列举的其他方式,他通过各自适宜的例子使其中的每一项都变得明晰。因为若有人不界定或不针对此类特有属性的每一项加上适合于他分别列举的各方式的附加界定,显而易见他犯了错误,并且未能在每种情形下恰当地给出特有属性。
"Καθάπερ πυρὸς τὸ λεπτομερέστατον." Πάλιν εἴ τις, φησίν, ἴδιον τοῦ πυρὸς θείη τὸ λεπτομερέστατον καὶ μὴ διαστείλας χωρίσειε τὸ ἴδιον τὸ ὑπάρχον τῷ εἴδει, προσθεὶς τὸ τῷ εἴδει, ἁμαρτάνει· καὶ γὰρ εἰ προστεθείη τὸ τῷ εἴδει, δῆλον ὅτι ἑνὶ ὑπάρξει τῶν εἰδῶν τῶν ὑπὸ τὸ πῦρ ὄντων.
“正如火的[特有属性]是‘由最细微微粒构成的’。” 他又说,若有人将“由最细微微粒构成的”假定为火的特有属性,并且没有加以区分以通过加上“依种而言”把属于种的特有属性分离出来,他就犯了错误;因为的确,若加上了“依种而言”,显然它将属于火之下的各种之一。
"Μὴ προσθεὶς μὲν οὖν τὸ φύσει ἁμαρτάνει." Νῦν καθόλου δείκνυσιν, ὅτι εἰ κατὰ πλείους τρόπους ὑπάρχει τὰ ὑπάρχοντά τισιν, ἀναγκαῖον τὴν τῶν ἰδίων ἀπόδοσιν μετὰ τοῦ οἰκείου τῇ ὑπάρξει διορισμοῦ ποιεῖσθαι· οὐ γὰρ ὑγιὴς ἡ χωρὶς διορισμοῦ ἀπόδοσις τῶν διορισμοῦ τινος δεομένων. διὸ καὶ ἕκαστον τῶν τοιούτων ἰδίων ἀνασκευασθήσεται διὰ τοῦ ὀφείλοντος κεῖσθαι προσδιορισμοῦ μὴ προστεθέντος δὲ ὑπὸ τοῦ προσδιαλεγομένου.
“因此,不加上‘依本性’便犯了错误。” 现在他普遍地展示:若属于某些事物的东西是依循多种方式而属于的,那么将特有属性的给出伴随有适宜于其属于方式的界定,便是必然的;因为对于需要某种界定的事物,不带界定的给出是不健全的。因此,此类特有属性的每一项都将通过理应设立、却未被答辩者附加上的补充界定而遭到反驳。
- 5.56ὧν τὰ ὑποκείμενα, οἷς οὕτω λέγεται ὑπάρχειν, ἐπιδεκτικὰ μέν ἐστιν αὐτῶν, οὐ μὴν ἀεὶ αὐτοῖς οὐδὲ ἐξ ἀνάγκης ἐνεργείᾳ πάρεστιν
嵌套的关系从句结构。开头的属格关系代词 ὧν 指向前文的 ταῦτα;其主语 τὰ ὑποκείμενα 内部又插入了修饰性的关系从句 οἷς οὕτω λέγεται ὑπάρχειν。在谓语 ἐπιδεκτικὰ μέν ἐστιν αὐτῶν(其中 αὐτῶν 指代 ὧν 所代表的诸性质)之后,在 οὐ μὴν ἀεὶ αὐτοῖς ... πάρεστιν 中主语转换为诸性质本身,而 αὐτοῖς 则指代基质(τὰ ὑποκείμενα)。
- 5.56ἀλλ’ οὐχ οὕτως ἐν τῇ φύσει ὑπάρχει, 〈εἰ〉 καὶ κατὰ φύσιν αὐτῷ
οὐχ οὕτως 指向前文的“作为不可分离且必然属于”(ὡς ἀχώριστον ... καὶ ἐξ ἀνάγκης)。校勘补入的 〈εἰ〉 καί 引导让步从句,意为“即便这对人而言是顺乎本性的(κατὰ φύσιν),它在自然中也并非以这种[必然的]方式属于”。随后的从句 ἐπεὶ ἔσται τις ἄνθρωπος καὶ οὐ δίπους(“因为也存在不是双足的人”)给出了其理由。
- 5.57συμβήσεται οὐ καθ’ οὗ ὁ λόγος καὶ τὸ ἴδιον ἀληθεύεται, κατὰ τούτου καὶ τοὔνομα τοῦ πράγματος ἀληθεύεσθαι
由 συμβήσεται 支配的宾格加不定式结构。否定词 οὐ 虽前置于关系从句 καθ’ οὗ 之前,但其否定辖域覆盖了整个对应主句(κατὰ τούτου καὶ τοὔνομα τοῦ πράγματος ἀληθεύεσθαι),表达“并不会发生凡定义和特有属性对其为真的对象,该事物的名称也对其为真”的含义。
- 5.57ἀλλὰ κἂν σώματος ἴδιον ἀποδοθῇ τὸ κεχρῶσθαι, καὶ κατὰ τῆς ἐπιφανείας κατηγορεῖται, οὐ μὴν καὶ τὸ σῶμα
末尾的 οὐ μὴν καὶ τὸ σῶμα 属于省略结构,须补充前文的动词 κατηγορεῖται 以及介词短语 κατὰ τῆς ἐπιφανείας,理解为“然而物体绝非[述说于表面]”。这构成了平行论述:无论将颜色给出为表面的特有属性还是物体的特有属性,相互换位述说均无法成立。
