← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§39.11-40.11

固有属性的二分与课题和前提命题的成立条件

亚历山大注解了亚里士多德《论题篇》第一卷第四章(101b19),阐明将固有属性二分为定义与严格意义上的固有属性如何得出四种课题之属,并对亚里士多德“这些要素本身并非课题或前提”的告诫给出了两种解释:或是指名称本身不能作为课题,或是指单纯的陈述若不具备特定的辩证句法与表达形式便不能构成课题或前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14

" Ἐπεὶ δὲ τοῦ ἰδίου τὸ μὲν τὸ τί ἦν εἶναι σημαίνει." Τὴν διαίρεσιν ποιεῖται τοῦ ἰδίου καὶ δείκνυσι δύο εἴδη προβλημάτων τὸ ἴδιον περιέχον. ἐπεὶ γὰρ τοῦ ἰδίου τὸ μὲν τὸ τί ἦν εἶναι σημαίνει καὶ τὴν οὐσίαν δηλοῖ τοῦ πράγματος οὗ ἐστιν ἴδιον, τὸ δ’ οὐ σημαίνει, καὶ ἔστι τὸ τί ἦν εἶναι ὁρισμός, τὸ ἴδιον διῃρήσθω εἴς τε ὁρισμὸν καὶ εἰς τὸ ἴδιον τὸ μὴ σημαῖνον τὴν οὐσίαν οὗ ἐστιν ἴδιον, ὃ τῷ κοινῷ ὁμωνύμως καλείσθω ἴδιον. πολλὰ δὲ πρὸς τὰ κοινὰ καὶ τὰ γένη ὁμωνυμίαν ἔχει, ὡς τὸ μέλαν ᾧ γράφομεν πρὸς τὸ κοινὸν μέλαν, ὡς Ἄνθρωπος Ὀλυμπιονίκης πρὸς τὸν κοινὸν ἄνθρωπον,1 ὡς καὶ δικαιοσύνη ἡ κοινή τε καὶ ἡ ἐν μέρει. εἴη ἂν οὖν ἁπλῶς μὲν τὸ ἴδιον τὸ μόνῳ τε καὶ παντὶ ὑπάρχον· διαίρεσις δὲ αὐτοῦ κατὰ τὸ σημαίνειν τὴν οὐσίαν τοῦ ὑποκειμένου διὰ τοῦ λόγου ἢ μή. διελὼν δὲ τὸ ἴδιον εἰς δύο δῆλόν φησιν εἶναι ὅτι κατὰ τὴν νῦν διαίρεσιν τέσσαρα τὰ πάντα ἐστὶ γένη τῶν προβλημάτων. εἰπὼν δὲ τὰ ὀνόματα τῶν προβλημάτων ἐπιφέρει μηδεὶς δ’ ἡμᾶς ὑπολάβῃ λέγειν ὡς ἕκαστον τούτων καθ’ αὑτὸ λεγόμενον πρόβλημα ἢ πρότασίς ἐστιν, ἤτοι τοῦτο λέγων, ὅτι2 μηδεὶς ὑπολαμβανέτω λέγειν ἡμᾶς ὅτι αὐτὰ τὰ ὀνόματα τὰ ῥηθέντα προβλήματά ἐστι (ἐπεί, εἰ εἴπομεν οὕτως, τέσσαρα τὰ πάντα συμβαίνει γίνεσθαι προβλήματα, ἢ ὅρον ἢ γένος ἢ ἴδιον ἢ συμβεβηκός· οὐ γὰρ οἷόν τε ὄνομα ἢ πρόβλημα ἢ πρότασιν εἶναι)· ἤ ἐστι τὸ λεγόμενον ὅτι μηδεὶς ὑπολαμβανέτω τὸν ὁρισμὸν ἁπλῶς ῥηθέντα ἢ τὸ γένος ἢ τὸ ἴδιον ἢ τὸ συμβεβηκὸς ἢ πρόβλημα ἢ πρότασιν εἶναι διαλεκτικήν· δεῖ γὰρ αὐτοῖς καὶ ποιᾶς συντάξεώς τε καὶ προφορᾶς, ἵνα γένηται πρόβλημα ἢ πρότασις. ὁ γὰρ εἰπὼν ‘ἄνθρωπός ἐστι ζῷον πεζὸν δίπουν’ οὔτε πρόβλημα οὔτε πρότασιν εἴρηκε διαλεκτικήν· ὁμοίως οὐδὲ ὁ εἰπὼν ‘ἄνθρωπος μουσικός ἐστιν’ ἢ ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν’ ἢ ‘ὁ ἄνθρωπος γελαστικός ἐστιν’. ἀλλ’ ἀπὸ τούτων πως σχηματισθέντων γίνεται τά τε προβλήματα καὶ αἱ προτάσεις· τὸ γὰρ πρόβλημα τὸ ‘πότερον ὁ ἄνθρωπος ζῷον πεζὸν δίπουν ἐστὶν ἢ οὔ;’ ἀπὸ τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου γέγονεν, οὐκ ὢν αὐτοῦ ὁρισμός. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, ὡς αὐτὸς δι’ ὧν ἐπιφέρει δηλοῖ.

“由于在固有属性中,一方面,有一部分表示本质,”他对固有属性进行了划分,并指明固有属性包含两类课题。因为在固有属性中,一部分表示本质并指明作为其固有属性的事物之实质,而另一部分则不表示,并且本质即是定义,所以固有属性应当划分为定义以及不表示作为其固有属性的事物之实质的固有属性——后者与共通的事物同名应被称为固有属性。许多事物对共通的事物和属具有同名性,正如我们用以书写的墨相对于共通的黑,作为奥林匹亚胜利者的安特罗波斯相对于共通的人,共通的正义与部分的正义也是如此。因此,简言之,固有属性当是仅属于它且属于其全部的事物;而它的划分则依据于它是否通过定义公式表示主项的实质。在将固有属性划分为二之后,他说显然按照当下的划分,课题的属总共是四项。而在列出诸课题的名称之后,他补充道:“但切莫有人以为我们在说,这些要素中各自分别被述说时便是课题或前提”——这要么是说,切莫有人以为我们在说所说出的名称本身便是课题(因为如果我们是这样说的,那么课题总共就变成了四个,即要么是定义、要么是属、要么是固有属性、要么是偶性;因为一个名称不可能成为课题或前提);要么所说的是,切莫有人以为单纯被说出的定义、属、固有属性或偶性便是辩证课题或前提;因为它们还需要某种结合与陈述形式,以便成为课题或前提。因为说“人是两足步行动物”的人,既没有说出一个课题,也没有说出一个辩证前提;同样,说“人是有音乐修养的”或“人是动物”或“人是能笑的”的人也是如此。相反,课题与前提乃是由这些要素以某种方式被构造而成的;因为“人是两足步行动物,还是不是?”这一课题乃是由人的定义生成的,而它自身并不是人的定义。在其余诸项上也是同样,正如他自己通过随后补充的论述所表明的那样。

语法注2 条
  1. 1.14Ἄνθρωπος Ὀλυμπιονίκης πρὸς τὸν κοινὸν ἄνθρωπον

    Ἄνθρωπος(安特罗波斯)首字母大写,用作实际人物(奥林匹亚胜者)的专有名词。此处用作专有名词“安特罗波斯”与普通名词“人”(ἄνθρωπος)之间同名性(同音同形异义)的例子。

  2. 1.14ἤτοι τοῦτο λέγων, ὅτι... ἤ ἐστι τὸ λεγόμενον ὅτι...

    亚历山大利用相关结构 ἤτοι ... ἤ(“要么是说……,要么所说的是……”)并列提出了对亚里士多德原文(“切莫有人以为……”)的两种可能解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:39.11-40.11