- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:398.13-399.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《论题篇》卷五中对基于基质与偶性的同一与相异的诡辩反驳所作的解答,注疏者阐释了如何在确立时主张两者在基质上同一而在定义上不同,并结合状态与具备状态者在语法屈折上的差异来反击异议。
" Κατασκευάζοντα δὲ ῥητέον ὡς οὐκ ἔστιν ἁπλῶς." Δεῖ, φησίν, ἐνίστασθαι πρὸς τοὺς ἀνασκευάζειν βουλομένους οὕτω τὸ ἴδιον λέγοντας1 ὅτι μὴ ἁπλῶς ταὐτὰ μηδὲ ἁπλῶς ἕτερα τό τε ᾧ συμβέβηκε καὶ τὸ συμβεβηκὸς μετὰ τοῦ ᾧ συμβέβηκεν, ἀλλὰ τῷ μὲν λόγῳ ἕτερα τῷ δὲ ὑποκειμένῳ ταὐτά, καθ’ ὃ καὶ τὸ ἴδιον ἀπεδόθη· ταὐτὸν γὰρ τὸ ὑποκείμενον ἔν τε ἀνθρώπῳ καὶ λευκῷ ἀνθρώπῳ, ὁ μέντοι λόγος αὐτῶν ἕτερος. ὁ οὖν ἐπ’ ἀμφοῖν, φησί, τὸ αὐτὸ ἴδιον ἀποδιδοὺς τὸ ἓν ὑποκείμενον εἰς δύο διαιρεῖ, ἄλλο μὲν ὑποκείμενον λέγων ἄλλο δὲ τὸ μετὰ τοῦ συμβεβηκότος. ὡσαύτως καὶ εἴ τις, φησίν, ἴδιον ἐπιστήμης ἀποδιδοίη τὸ ἀμετάπειστον ὑπὸ λόγου καὶ ἐπιστήμονος κατὰ τὴν ἐπιστήμην· ἔστι γάρ, φησίν, οὐχ ἕτερον τῷ ὑποκειμένῳ τὸ ἐπὶ τῶν ἕξεων λεγόμενον καὶ τὸ ἐπὶ τῶν κατὰ τὰς ἕξεις διακειμένων· ταῦτα γὰρ τῇ πτώσει διαφέρει καὶ οὐ τῷ ὑποκειμένῳ. [Σαφηνιστέον δ’ ἔτι μᾶλλον περὶ τούτων. ἐπεί, φησί, τὸ ταὐτὸν πλεοναχῶς λέγεται, ὡς ἄνωθεν διείλομεν, ἔργον, φησίν, ἔχουσιν οἱ σοφιστικῶς διαλεγόμενοι ἑνός τινος ἀποδιδόναι τὸ ἴδιον,2 χρώμενοι τῷ ταὐτὸν εἶναι τό τε συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκε καὶ λέγοντες ‘ὃ ὑπάρχει τινὶ ᾧ συμβέβηκέ τι, καὶ τῷ συμβεβηκότι μετὰ τοῦ ὑποκειμένου ὑπάρξει’. καὶ σαφηνίζει τοῦτο διὰ τοῦ παραδείγματος. εἶτά φησιν ἀνασκευάζεσθαι τὰ τοιαῦτα τῶν ἰδίων διὰ τῆς ἑτερότητος, λέγοντας ἄλλο μὲν εἶναι τὸ ὑποκείμενον αὐτὸ καθ’ αὑτό, δίχα δηλονότι τοῦ συμβεβηκότος, ἄλλο δὲ τὸ συναμφότερον· οἷον εἰπόντος τινὸς ἴδιον εἶναι ἀνθρώπου οὐσίαν ἐπιδεκτικὴν χρώματος διακριτικοῦ ὄψεως. (τοῦτο γὰρ τὸ ἴδιον ὑπάρξει καὶ τῷ λευκῷ ἀνθρώπῳ) ὁ ἀνασκευάζων ἐρεῖ ἄλλο μὲν εἶναι τὸν ἄνθρωπον, ἄλλο δὲ τὸν λευκὸν ἄνθρωπον, καὶ ἄλλο μὲν τὴν ἕξιν, οἷον τὴν ἐπιστήμην, ἄλλο δὲ τὸ κατὰ τὴν ἕξιν, ἤγουν τὸν ἐπιστήμονα. τὸ δ’ ἐφεξῆς προσκείμενον τὸ γὰρ τῇ ἕξει ὑπάρχον καὶ τὰ λοιπὰ ἀξίωμά ἐστι τῶν χρωμένων ἐπὶ τῶν τοιούτων τῇ ταὐτότητι τοῦ τε ὑποκειμένου καθ’ αὑτὸ καὶ τοῦ ὑποκειμένου σὺν τῷ συμβεβηκότι. εἶτα τὸ ὑπόδειγμα τοῦ διὰ τῆς ἑτερότητος ἀποδεικνύντος τὸ οὕτως ἀποδιδόμενον ἴδιον κατασκευαστικόν ἐστι. κατασκευάζοντας γὰρ δεῖ λέγειν, ὡς οὐκ ἔστιν ἁπλῶς, ἤγουν καθόλου, ἕτερον ἄνθρωπος καὶ ἕτερον ἄνθρωπος λευκός, ἀλλὰ κατὰ τὸν ὁρισμὸν καὶ τὸ εἶναι. ᾗ μὲν γὰρ οὐσία, καὶ ἄμφω, ὅ τε ἄνθρωπος καὶ ὁ λευκὸς ἄνθρωπος, ταὐτόν εἰσι, κατὰ δὲ τὸν ὁρισμὸν διαφέρουσιν· ὁ μὲν γὰρ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὁ δὲ λευκὸς ἄνθρωπος ταῦτά τε καὶ ἐπιδεκτικός χρώματος διακριτικοῦ ὄψεως. ἄλλως τε καὶ ὅτι οὐδὲ ὁ αὐτὸς ὁρισμός ἐστιν ἐπιστήμης καὶ ἐπιστήμονος, ἀλλ’ ἐπιστήμη μέν ἐστιν ἡ ἀμετάπειστος, ἐπιστήμων δὲ ὁ ἀμετάπειστος· διαφέρουσιν οὖν οἱ ὅροι κατὰ τὰς πτώσεις. πρὸς γὰρ τὸν σοφιστὴν τὸν κατὰ πάντα τρόπον ἐνιστάμενον δεῖ ἀντιτάσσεσθαι καὶ ἀπὸ τῶν πτώσεων καὶ ἀφ’ ἑτέρων ὧν ἂν δύνῃ.]
“但在确立时应当说,并非单纯[不同]。” 他说,面对那些企图以此方式反驳特有属性的人,人们应当提出异议,指出偶性所属于的事物与连同其所属于的事物一起的偶性,既非单纯相同,亦非单纯不同,而是在定义上不同,但在基质上相同,特有属性也是依据此[基质]而被给出的;因为基质在人与白人身上是相同的,然而它们的定义却是不同的。因此他说,对两者给出相同特有属性的人,是将单一的基质分割为二,称一方为基质,称另一方为连同偶性的事物。他说,同样地,若有人将“不能被论证说服”给出为知识的特有属性,并就依循知识而言给出为知者的[特有属性],情况也是如此;因为他说,就状态而言所说的事物与就依据状态而具有状态的事物而言所说的事物,在基质上并非不同;因为这些事物是在词形屈折上不同,而非在基质上不同。[关于这些还须进一步阐明。他说,既然相同如我们上面所划分的那样有多重含义,那些进行诡辩论辩的人在给出某一单件事物的特有属性时便感到棘手,因为他们利用偶性与其所属于的事物是相同的这一假定,并声称‘属于具有某种偶性的某物的属性,也必将属于连同基质的偶性’。他通过例子阐明了这一点。接着他说,人们通过相异性来反驳此类特有属性,说基质本身自为地是一回事,显然排除了偶性,而两者的结合体则是另一回事;例如若有人说人的特有属性是‘能够接受分离视觉之颜色的实体’(因为这一特有属性也将属于白人),反驳者便会说人是一回事,白人是另一回事,而如知识般的状态是一回事,依据状态的事物即知者则是另一回事。紧接着附上的‘因为属于状态的……’及其余部分,是在此类情形中利用自为的基质与带有偶性的基质之同一性的人所依据的公理。接着,通过相异性证明如此给出的特有属性之人的范例是确立性的。因为确立者应当说,人与白人并非单纯、亦即普遍地不同,而是在定义和本质上不同。因为就实体而言,两者——即人与白人——是相同的,但在定义上彼此不同;因为前者是理性的、必死的、能够接受理智与知识的动物,而白人不仅是这些,而且还是能够接受分离视觉之颜色的事物。此外,也因为知识与知者的定义亦非相同,知识是不可被说服的[阴性],而知者是不可被说服的[阳性];因此这些界说依词形屈折而有所不同。因为对于以各种方式提出异议的智者,人们必须从词形屈折以及凡是所能利用的其他方面加以抗衡。]
- 5.55λέγοντας
宾格分词 λέγοντας 并非修饰紧邻的 τοὺς ἀνασκευάζειν βουλομένους(企图反驳的人),而是充当无人称句 δεῖ ἐνίστασθαι(应当提出异议)逻辑主语的泛指宾格(即“[确立者/应答者]应当通过指出……来提出异议”)。因为在辩证论辩中,主张基质与偶性复合物并非单纯相同亦非单纯不同的,是进行防御和确立的一方,而非反驳者。
- 5.55ἔργον, φησίν, ἔχουσιν οἱ σοφιστικῶς διαλεγόμενοι ἑνός τινος ἀποδιδόναι τὸ ἴδιον
短语 ἔργον ἔχουσι 意为“感到棘手/遭遇困难”(等同于 πράγματα ἔχειν 的惯用法),而非字面上的“拥有任务”。这呼应了前一节末尾的 χαλεπώτερον δοκεῖ τὸ ἑνὸς μόνου ἴδιόν τι ἀποδοῦναι(给出仅单一事物的特有属性显得更加困难),并统辖随后的不定式 ἀποδιδόναι(在给出……上感到困难)。
