← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§396.1-398.12

同属事物的特有属性与多义的同一性

亚历山大考察了《论题篇》卷五中关于属上相同事物及其特有属性的论题(133a35–133b14),依据亚里士多德本人的说法指明其含混与谬误之处,随后阐释了利用“相同”与“不同”的多重含义所进行的智者派反驳论题(133b15起)的结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.51

" Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τῶν αὐτῶν τῷ εἴδει." Ὁ τόπος οὗτος καὶ ἀσαφῶς εἴρηται καὶ κατά τι ψευδής ἐστιν, ὡς ἐρεῖ καὶ αὐτός. τὸ μὲν οὖν τῷ εἴδει εἴρηκεν ἀντὶ τοῦ ‘τῷ γένει’. ὁ δὲ τόπος ἀνασκευαστικὸς ὢν τοιοῦτός ἐστι· τῶν τῷ γένει τῶν αὐτῶν, ταῦτα δέ ἐστι τὰ κατ’ εἶδος ἀλλήλων διαφέροντα, τούτων δὴ ἀνάγκη καὶ τὰ ἴδια τῷ γένει τὰ αὐτὰ εἶναι· εἰ γὰρ τοῦ ἀντιδιῃρημένου τὸ ἀντιδιῃρημένον ἴδιον, καὶ τοῦ ἀντιδιῃρημένου τὸ ἀντιδιῃρημένον, καὶ εἰ μή, οὔ.1 οἷον εἴ τις ἀποδοίη ἵππου ἴδιον εἶναι τὸ ἑστάναι ὑφ’ ἑαυτοῦ, ἀνασκευασθήσεται μὴ ἴδιον εἶναι. ἐπεὶ γὰρ ὁ ἄνθρωπος ταὐτόν ἐστι τῷ ἵππῳ κατὰ γένος, εἰ τοῦ ἵππου ἴδιόν ἐστι τὸ ὑφ’ ἑαυτοῦ ἑστάναι, εἴη ἂν καὶ τοῦ ἀνθρώπου ἴδιον τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι· ταὐτὸν γὰρ τῷ γένει τὸ ἵστασθαι καὶ τὸ κινεῖσθαι· ἀλλ’ οὐκ ἔστι τοῦ ἀνθρώπου ἴδιον τὸ κινεῖσθαι· οὐδ’ ἄρα τοῦ ἵππου ἴδιον ἂν εἴη τὸ ἑστάναι.

“其次在反驳时,[考察]在种上相同的事物是否[没有相同的特有属性]。” 这一论题既被表述得含混不清,又在某种程度上是错误的,正如他自己也将指出的。因此,他说“在种上”,是用来代替“在属上”。反驳性的论题是这样的:在属上相同的事物——这些是在种上彼此有别的事物——它们的特有属性也必然在属上相同;因为若是对立划分的一方的特有属性是对立划分的一方,那么对立划分的另一方的特有属性也就是对立划分的另一方;如果不是,则不是。例如,若有人将“依靠自身站立”给出为马的特有属性,它将被反驳为不是特有属性。因为人与马在属上是相同的,若马的特有属性是依靠自身站立,那么依靠自身运动也应当是人的特有属性(因为站立与运动在属上是相同的);但运动并不是人的特有属性;因此站立也就不是马的特有属性。

§5.52

"ᾟ ζῷόν ἐστιν ἑκάτερον αὐτῶν τῷ συμβεβηκέναι." Καθὸ τὸ συμβεβηκέναι ἑκάτερον αὐτῶν ἑκατέρῳ τῶν ὑποκειμένων ζῴων ἐστὶ συμβεβηκέναι.2 ἢ καὶ ἄλλως κατὰ τί ταῦτα τὰ αὐτὰ προσέθηκεν· τὸ γὰρ ἑκάτερον αὐτῶν ζῴῳ ὑπάρχειν καὶ ζῴῳ συμβεβηκέναι· τοῦτο γὰρ εἴρηκε διὰ τοῦ ᾗ ζῷόν ἐστιν ἑκάτερον αὐτῶν τῷ συμβεβηκέναι.

“就它们中的每一个由于偶性是动物而言。” 在它们中的每一个作为偶性属于底层的动物中的每一个的限度内,是作为偶性属于。或者换一种说法,他补充了在何种意义上这些是相同的;因为它们中的每一个都属于动物,并且是动物的偶性;因为他通过“就它们中的每一个由于偶性是动物而言”所说的正是这一点。

§5.53

"Οὗτος ὁ τόπος ψευδής ἐστιν." Τὸν τόπον λέγει ψευδῆ εἶναι· ὅταν γὰρ τὸ μὲν ἕτερον τῶν λεχθέντων ἰδίων τῶν ὁμογενῶν ἀλλήλοις ἑνὶ εἴδει ὑπάρχῃ τὸ δὲ ἕτερον πολλοῖς, οὔτε πρὸς ἀνασκευὴν οὔτε πρὸς κατασκευὴν ὁ τόπος χρήσιμος. τὸ γοῦν πεζὸν δίπουν ὁμογενές ἐστι τῷ πεζῷ τετράποδι· ἀλλ’ εἰ τὸ πεζὸν δίπουν ἑνὶ εἴδει ὑπάρχει (τῷ γὰρ ἀνθρώπῳ), τὸ δὲ πεζὸν τετράπουν πλείοσιν, οὔτε, ἐπεὶ μὴ ἴδιον τὸ πεζὸν τετράπουν ἵππου, διὰ τοῦτο οὐδ’ ἀνθρώπου ἴδιον τὸ πεζὸν δίπουν, οὔτ’, εἰ ἀνθρώπου ἴδιον τὸ πεζὸν δίπουν, διὰ τοῦτο καὶ ἴδιον ἔσται ἵππου τὸ πεζὸν τετράπουν. τότε οὖν ὁ τόπος ἐπὶ τῶν τοιούτων ἔσται χρήσιμος, ὅταν ὁμοίως ἀμφότερα τὰ ὁμογενῆ ἀλλήλοις ἑνὶ εἴδει ἑκάτερον ὑπάρχῃ ἢ μηδέτερον αὐτῶν ἑνὶ ὑπάρχῃ. δεῖ δὲ αὐτὰ καὶ ἀντίθεσίν τινα ἔχειν πρὸς ἄλληλα.

“这个论题是错误的。” 他说这一论题是错误的;因为当所述及的彼此同属的特有属性中的一个属于一个种,而另一个属于多个种时,该论题既不适用于反驳,也不适用于确立。无论如何,“两足的有步动物”与“四足的有步动物”是同属的;但如果两足的有步动物属于一个种(因为属于人),而四足的有步动物属于较多的种,那么既不能因为四足的有步动物不是马的特有属性,就因此断定两足的有步动物也不是人的特有属性;也不能因为两足的有步动物是人的特有属性,就因此断定四足的有步动物也将是马的特有属性。因此,当彼此同属的两者同样各自属于一个种,或者它们中的任何一个都不属于一个种时,该论题在此类事物上才是适用的。而且它们彼此之间还必须具有某种对立。

§5.54

"Ἐπεὶ δὲ τὸ ταὐτὸν καὶ τὸ ἕτερον πολλαχῶς λέγεται." Τόπον τινὰ παραδίδωσι σοφιστικόν, ᾧ χρώμενοι οἱ σοφισταὶ πᾶν τὸ ἀποδιδόμενον ἴδιόν τινος ἀνασκευάζουσι καὶ δεικνύειν πειρῶνται ὅτι 〈μὴ〉 μόνῳ τούτῳ ὑπάρχει τῷ οὗ ἀπεδόθη ὡς ἴδιον. παραδίδωσι δὲ καὶ τοῦτον τὸν τόπον ὥσπερ καὶ τὴν ἔνστασιν, ᾗ δεῖ χρήσασθαι πρὸς τοὺς σοφιστικῶς ἐπιχειροῦντας διδάξαι.3 ὁ δὲ τόπος τοιοῦτος, ὅθεν τὴν ἀφορμὴν τῆς ἐπιχειρήσεως λαμβάνουσιν· τὸ ταὐτὸν καὶ τὸ ἕτερον πλεοναχῶς λέγεται· καὶ γὰρ καὶ γένει καὶ εἴδει καὶ ἀριθμῷ καὶ ἀναλογίᾳ. καὶ τὸ μέν τι καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ ταὐτόν ἐστιν, ᾧ ὑπάγοιτ’ ἂν τὸ κατ’ ἀριθμὸν ταὐτόν, τὸ δέ τι κατὰ τὸ ὑποκείμενον μόνον ταὐτὸν λέγεται, ὡς ἐπὶ τῶν ἑτερωνύμων· τούτων γὰρ τὸ μὲν ὑποκείμενον ἕν τε καὶ ταὐτόν ἐστιν, ὁ μέντοι λόγος αὐτῶν οὐχ ὁ αὐτός, ὡς ἐπὶ ἀναβάσεως ἔχει καὶ καταβάσεως, ὅταν κατὰ ἑνός, τῆς κλίμακος, καὶ ἄμφω τὰ ὀνόματα λέγηται· τὸ γὰρ ὑποκείμενον ἕν ἐστιν, αὐτὴ ἡ κλίμαξ. λέγεται ταὐτὸν καὶ τὸ ὑποκείμενον μετὰ τοῦ συμβεβηκότος αὐτῷ τῷ ὑποκειμένῳ, οἷον λευκὸς ἄνθρωπος ἀνθρώπῳ. τὰ δὲ οὕτως λεγόμενα ταὐτὰ οὐχ ἁπλῶς ἐστι ταὐτὰ ἀλλὰ τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ ἕτερα· ἕτερος γὰρ λόγος ἀνθρώπου καὶ ἕτερος λευκοῦ ἀνθρώπου, καίτοι κατὰ τὸ ὑποκείμενον ἕν ἐστιν ἄμφω. ἐπεὶ τοίνυν τὸ ταὐτὸν καὶ τὸ ἕτερον πλεοναχῶς λέγεται, χαλεπώτερον δοκεῖ τὸ ἑνὸς μόνου ἴδιόν τι ἀποδοῦναι· πᾶν γὰρ τὸ ὡς ἴδιόν τινος ἀποδοθὲν δοκεῖ οὐ μόνου εἶναι ἴδιον οὗ ἀπεδόθη.

“既然相同与不同有多种说法。” 他传授了一个诡辩性的论题,智者们利用它来反驳被给出为某物的特有属性的一切,并试图表明它并非仅属于被给出为其特有属性的那一事物。他传授这个论题,正如同时为了传授人们针对那些进行诡辩攻击的人所应当使用的反驳一样。他们从中获得攻击出发点的论题是这样的:相同与不同有多重含义;因为在属上、在种上、在数上以及依类比都有所论及。某种事物既在基质上又在定义上相同,在数上相同的事物就归于此类;而某种事物则仅在基质上被称为相同,如在异名事物的情形中;因为对于这些事物而言,基质是单一且相同的,但它们的定义却不是相同的,正如在“上行”与“下行”的情形中那样,当这两个名称都就单一的事物即阶梯被述说时;因为基质是单一的,即阶梯本身。连同其偶性一起的基质也被称为与基质相同,例如“白人”与“人”。但如此被称为相同的事物并不是单纯相同的,而是在基质上相同,在定义上却不同;因为尽管在基质上两者为一,人的定义与白人的定义却是不同的。因此,既然相同与不同有多重含义,给出仅仅某一事物的特有属性就显得更为困难;因为凡是被给出为某物的特有属性的事物,似乎都不是被给出为其特有属性的那一事物所独有的。

语法注3 条
  1. 5.51εἰ γὰρ τοῦ ἀντιδιῃρημένου τὸ ἀντιδιῃρημένον ἴδιον, καὶ τοῦ ἀντιδιῃρημένου τὸ ἀντιδιῃρημένον, καὶ εἰ μή, οὔ.

    这是一个省略了系动词或谓语(ἐστίν 或 ἴδιον ἂν εἴη)的对偶并列紧缩句。前半句意指如果对立划分的一方的特有属性是对立划分的属性之一,那么对立划分的另一方的特有属性也是对应的另一属性;句末的 καὶ εἰ μή, οὔ 是反向推论的承前省略:“若不是,则也不是”。

  2. 5.52Καθὸ τὸ συμβεβηκέναι ἑκάτερον αὐτῶν ἑκατέρῳ τῶν ὑποκειμένων ζῴων ἐστὶ συμβεβηκέναι.

    这是一个凝练的句式:带冠词不定式短语 τὸ συμβεβηκέναι ἑκάτερον αὐτῶν ἑκατέρῳ τῶν ὑποκειμένων ζῴων(“它们中的每一个作为偶性属于底层的动物中的每一个”)作主语,而 ἐστὶ συμβεβηκέναι(“是作为偶性属于”)作谓语。

  3. 5.54παραδίδωσι δὲ καὶ τοῦτον τὸν τόπον ὥσπερ καὶ τὴν ἔνστασιν, ᾗ δεῖ χρήσασθαι πρὸς τοὺς σοφιστικῶς ἐπιχειροῦντας διδάξαι.

    不定式 διδάξαι 作表示目的的副词性不定式使用,在句法上修饰主要动词 παραδίδωσι,意为“正如也是为了传授人们所应使用的反驳”。关系代词 ᾗ 以 ἔνστασιν 为先行词,并在从句中作 χρήσασθαι 所要求的与格宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:396.1-398.12