- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:394.9-395.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释亚里士多德《论题篇》第5卷第3章(133a12–133a24),阐明特有属性必须与事物同时共存且恒常具备的时间论题(133a12),以及在属、种、数或类比上相同的事物必然具备相同特有属性的同一性论题(133a24)。
" Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ μὴ ἐνδέχεται ἅμα." Οὐκ ἴδιον τοῦ ἰδίου τὸ πρότερον ἢ ὕστερον εἶναι τοῦ ὑποκειμένου, ἀλλὰ τὸ ἅμα ἐξ ἀνάγκης ὑπάρχειν καὶ ἀεί· τὸ γὰρ ἴδιον οὔτε ὅρος ἐστὶν οὔτε διαφορά, ἅ εἰσι πρότερα τῇ φύσει τοῦ ὑποκειμένου, ἀλλ’ ἅμα τε ὑπάρχει τῷ οὗ ἐστιν ἴδιον καὶ ἀεί. εἰ οὖν τὸ ἀποδιδόμενον ἴδιόν τινος μὴ ἅμα εἴη αὐτῷ, ἀλλ’ ἢ πρότερον, πρὸ τοῦ εἶναι τὸ πρᾶγμα, ὑπάρχοι ἢ ὕστερον, ἤδη ὄντος ἐκείνου, εἰ καὶ τοὔνομα ἀληθεύεται κατ’ αὐτοῦ, οὐκ ἔστιν ἴδιον τὸ ἀποδοθέν. οἷον εἴ τις θείη τοῦ ἀνθρώπου ἴδιον τὸ βαδίζειν ἐν ἀγορᾷ· πρῶτον γάρ ἐστι τὸ εἶναι ἄνθρωπον, εἶτα τὸ βαδίζειν ἐν ἀγορᾷ. διὰ τοῦτο οὖν οὐκ ἔστιν ἴδιον τοῦ ἀνθρώπου τὸ διὰ τῆς ἀγορᾶς βαδίζειν, ὅτι οὐκ εὐθὺς τῷ εἶναι ἄνθρωπον κατ’ αὐτοῦ ἀληθεύεται καὶ τὸ διὰ τῆς ἀγορᾶς βαδίζειν. ἀλλ’ οὐδὲ τὸ ἐμψύχῳ εἶναι,1 ὅτι ἦν ἔμψυχος καὶ κατὰ γαστρὸς ἔτι ὤν, ὅτε μήπω ἦν ἄνθρωπος. ἢ οὖν τὸ τοιοῦτον οὐδέποτε ἔσται ἴδιον τοῦ ἀνθρώπου (ἐνδέχεται γὰρ καὶ ἄλλῳ τινὶ γενέσθαι, οἷον ἵππῳ ἢ βοΐ), ἢ εἰ γένοιτό ποτε ἴδιον, ἀλλ’ οὐκ ἀεὶ ἔσται ἴδιον. διὸ οὐ καλῶς ἀποδίδοται τοῦ ἀνθρώπου ἴδιον τὸ βαδίζειν ἐν ἀγορᾷ· τὸ γὰρ κυρίως ἴδιον καὶ μόνῳ ὀφείλει οὗ ἐστιν ἴδιον εἶναι καὶ ἀεί. ἐπεὶ δὲ καὶ ἡ διαφορὰ καὶ ὁ ὅρος μόνῳ τε ὑπάρχουσι καὶ ἀεὶ τῷ ὑποκειμένῳ, διὰ τοῦτο πρόσκειται τῷ εἰ ἅμα ἐξ ἀνάγκης ἀεὶ ὑπάρχει τὸ λεγόμενον ἴδιον τὸ μήτε ὅρος ὂν μήτε διαφορά·2 ταῦτα γὰρ οὐκ εἰσὶν ἴδια, ὡς εἴρηται. οὕτω γοῦν ἀποδοθὲν τὸ ἴδιον, ὥστε μήτε πρότερον εἶναι τοῦ ὑποκειμένου μήτε ὕστερον ἀλλ’ ἅμα τούτῳ καὶ ἀεὶ καὶ μήτε διαφορὰν μήτε ὅρον εἶναι, καλῶς ἔσται ἀποδεδομένον· καὶ εἴ τις θείη μὴ εἶναι τὸ τοιοῦτον ἴδιον, κατασκευασθήσεται δι’ ὧν παραδίδωσιν ὁ τόπος.
“其次在反驳时,[考察]是否不可能同时[属于]。” 先于或后于底层基质并非特有属性的特有性质,必然同时且恒常地属于才是。因为特有属性既非定义亦非种差,定义和种差在本性上先于底层基质,而特有属性既与它作为其特有属性的事物同时属于,又恒常属于。因此,若被给出为某物的特有属性的事物并非与它同时存在,而是在该事物存在之前先在性地属于,或者在该事物已然存在之后属于,即便名称真实地就它被述说,被给出的事物也不是特有属性。例如,若有人将“在市场上行走”确立为人的特有属性;因为首先是作为人,其次才是在市场上行走。因此,穿过市场行走并不是人的特有属性,因为并非只要是人,穿过市场行走便立即就他而言被真实述说。但“具有灵魂”也不是[人的特有属性],因为即使当他还在母腹之中、尚不是人时,他便已具有灵魂了。因此,此类事物要么绝不会成为人的特有属性(因为这也可能发生在某种其他事物身上,例如马或牛),要么即使某一时刻成为了特有属性,也不会恒常是特有属性。因此,将“在市场上行走”给出为人的特有属性是不恰当的;因为严格意义上的特有属性应当唯独属于它作为其特有属性的事物,并且恒常属于。而既然种差与定义也都唯独且恒常属于底层基质,正因如此,在“所言的特有属性是否必然同时且恒常属于”之外,还添加了“既非定义亦非种差”;因为如前所述,这些并不是特有属性。无论如何,若如此给出特有属性,以致它既不先于底层基质也不后于底层基质,而是与它同时且恒常,并且既非种差亦非定义,它就将是被恰当给出的;而若有人确立此类事物不是特有属性,根据这一论题所传授的内容,它就将被确立。
"Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τῶν αὐτῶν, ᾗ ταὐτά ἐστι, μή ἐστι τὸ αὐτὸ ἴδιον." Τὸ ταὐτὸν λέγεται καὶ γένει καὶ εἴδει καὶ ἀριθμῷ καὶ ἀναλογίᾳ. ἄν τε δὴ ὡς γένους τινὸς ἴδιον ἀποδοθῇ, ἀνάγκη τὸ αὐτὸ πάντων τῶν αὐτῶν κατὰ τὸ γένος ἴδιον εἶναι, ἄν τε ὡς εἴδους, τῶν ὁμοειδῶν· ὁμοίως καὶ ἐπὶ τῶν τῷ ἀριθμῷ ταὐτῶν καὶ ἐπὶ τῶν κατ’ ἀναλογίαν. ἂν δή τι μὴ ᾖ τινος τῶν αὐτῶν ᾧ ἀπεδόθη [τὸ] ἴδιον,3 οὐδ’ ἂν οὗ ἀπεδόθη ἴδιον. οἷον ταὐτόν ἐστι διωκτόν τε καὶ αἱρετόν· τῷ γὰρ ἀριθμῷ· εἰ δή τις ἀποδοίη διωκτοῦ ἴδιον τὸ φαίνεσθαί τισιν ἀγαθόν, ἂν δειχθῇ τοῦτο μὴ ὂν τοῦ αἱρετοῦ ἴδιον (οὐ γὰρ τό τισι φαινόμενον ἀγαθὸν αἱρετὸν ἀλλὰ τὸ τῇ αὑτοῦ φύσει τοιοῦτον), οὐκ ἂν τοῦ διωκτοῦ ἴδιον εἴη. Κατασκευάζοντα δὲ εἰ τοῦ αὐτοῦ ᾗ ταὐτόν ἐστι, καθὼς ἄνωθεν διείλομεν, τὸ αὐτό ἐστιν ἴδιον. χρῆται δὲ παραδείγματι ἐπὶ τῶν ἀριθμῷ ταὐτῶν, ἤγουν ὀνόματι μόνῳ διαφερόντων τῷ δὲ σημαινομένῳ, ἤγουν τῷ ὑποκειμένῳ, τῶν αὐτῶν· ὁ γὰρ ἄνθρωπος καὶ ὁ βροτὸς ταὐτὸν τῷ ὑποκειμένῳ, ἤγουν τῷ ἀριθμῷ, κατὰ τὸ ὄνομα διαφέροντα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν συμβεβηκότων, εἴ τινα εἶεν τῶν πολυωνύμων, ὃ ἴδιον ἔχει τὸ κατά τι τῶν ὀνομάτων ὀνομαζόμενον, τὸ αὐτὸ ὀφείλει ἔχειν καὶ τὸ καθ’ ἕτερον τῶν τοιούτων ὀνομάτων. τοῖς γὰρ αὐτοῖς καθό εἰσι ταὐτά, ἤγουν καθὸ ἄνωθεν διείλομεν, τὰ αὐτὰ ἴδια δεῖ ὑπάρχειν ἢ μὴ ὑπάρχειν· εἰ γὰρ τῷ ἑνὶ ὑπάρχει, καὶ τῷ ἑτέρῳ ὑπάρξει, εἰ δὲ μὴ τῷ ἑνί, οὐδὲ τῷ ἑτέρῳ.
“其次在反驳时,[考察]对相同的事物而言,在其相同的限度内,相同的特有属性是否不属于它们。” “相同”在属上、在种上、在数上以及依类比而被述说。因此,无论作为某个属的特有属性被给出,相同的特有属性必然属于所有依属而言相同的事物;或者作为某个种的特有属性被给出,必然属于同种的事物;在数上相同的事物和依类比而言相同的事物上也是如此。因此,若某物不是与被赋予特有属性之物相同的那些事物之一的特有属性,它也不会是被赋予特有属性之物的特有属性。例如,应追求之物与应选择之物是相同的,因为它们在数上是相同的;因此,若有人将“对某些人显得是善”给出为应追求之物的特有属性,若这被证明不是应选择之物的特有属性(因为对某些人显得是善的并非应选择之物,依其本性是此类事物的才是应选择之物),它也就不是应追求之物的特有属性。 而在确立时,则[考察]对相同之物而言,在其相同的限度内,正如我们上面所区分的,相同的特有属性是否属于它。他举了一个关于在数上相同之物的例子,即仅在名称上有差别而在所指上即在基质上相同之物;因为“人”与“凡人”在基质上即在数上是相同的,只是在名称上有差别。偶性方面也是如此,若有多名事物,凡通过这些名称之一被命名之物所具有的特有属性,通过此类名称中另一名称被命名之物也必须具有相同的特有属性。因为对于相同的事物而言,就其相同而言,即就我们上面所区分的而言,相同的特有属性必须属于或不属于它们;因为若属于其一,也将属于另一,若不属于其一,也不属于另一。
- 5.49ἀλλ’ οὐδὲ τὸ ἐμψύχῳ εἶναι
承接前文“在市场上行走并非人的特有属性”这一结论而补充的省略句,说明另一不当候选属性。谓语部分被省略,短语 τὸ ἐμψύχῳ εἶναι 作为语法主语。与格 ἐμψύχῳ 作为不定词 εἶναι 的述语名词,遵循了表示本质的与格结构惯例(τὸ τινὶ εἶναι)。
- 5.49πρόσκειται τῷ εἰ ἅμα ἐξ ἀνάγκης ἀεὶ ὑπάρχει τὸ λεγόμενον ἴδιον τὸ μήτε ὅρος ὂν μήτε διαφορά
在动词 πρόσκειται(被添加)中,由中性与格冠词引导的引用从句 τῷ εἰ ἅμα ἐξ ἀνάγκης ἀεὶ ὑπάρχει τὸ λεγόμενον ἴδιον 作为与格补足语,而置于句末的中性分词短语 τὸ μήτε ὅρος ὂν μήτε διαφορά(既非定义亦非种差)充当语法主语。倒装语序造成了主语与述谓动词的远距离隔开。
- 5.50ἂν δή τι μὴ ᾖ τινος τῶν αὐτῶν ᾧ ἀπεδόθη [τὸ] ἴδιον, οὐδ’ ἂν οὗ ἀπεδόθη ἴδιον
在条件句的归结从句中,潜在祈愿语气动词 εἴη 以及统领关系代词 οὗ 的指示代词先行词 ἐκείνου 被省略。对应于前件中的属格结构 τινος τῶν αὐτῶν [ἴδιον],后件应补足理解为:οὐδ’ ἂν [εἴη ἴδιον ἐκείνου] οὗ ἀπεδόθη ἴδιον。
