← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§392.27-394.8

基质与本质属性不可作为特有属性

亚历山大阐释了亚里士多德《论题篇》卷五中的论题,指出底层基质不可作为内在于基质之物的特有属性,反之内在于基质之物则可作为基质的特有属性(132b19);同时解释了不可将通过分有而属于的本质种差当作特有属性给出,特有属性必须是能换位且非本质的属性(132b35)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.46

" Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τὸ ὑποκείμενον ἴδιον ἀποδέδωκεν." Οὐ δεῖ, φησί, τὸ ὑποκείμενον ἴδιον ἀποδιδόναι τοῦ ἐν τῷ ὑποκειμένῳ· τὸ γὰρ ἴδιον ἐνυπάρχειν δεῖ καὶ οὐκ ἐνυπάρχεσθαι,1 ὅτι τὸ αὐτὸ πλειόνων ἔσται καὶ διαφερόντων τῷ εἴδει ἴδιον. εἰ γάρ τις εἴποι τὸ πῦρ ἴδιον τοῦ λεπτομερεστάτου σώματος, διὰ τί μὴ καὶ τοῦ κουφοτάτου καὶ τοῦ θερμοτάτου καὶ τοῦ καυστικωτάτου καὶ πάντων ἁπλῶς τῶν οὕτως ὑπαρχόντων αὐτῷ; καὶ οὕτως ἔσται πλειόνων καὶ διαφερόντων τῷ εἴδει τὸ αὐτὸ ἴδιον· δεῖ δὲ τῶν διαφερόντων τῷ εἴδει διάφορα καὶ τὰ ἴδια εἶναι. εἴ τις οὖν ἴδιον θείη τούτων πάντων τὸ πῦρ, οὐ καλῶς ἀποδοίη ἂν τὸ ἴδιον. Εἰ δέ τις τοῦ ὑποκειμένου ἴδιον τὸ ἐν ὑποκειμένῳ θείη καὶ ἔστι τὸ τοιοῦτον ἴδιον μόνῳ τῷ αὐτῷ ὑποκειμένῳ ὑπάρχον, καλῶς ἂν ἀποδοίη τὸ ἴδιον. οἷον εἴ τις σῶμα τὸ βαρύτατον τῷ εἴδει ἀπέδωκε τοῦ ὑποκειμένου, ἤγουν τῆς γῆς, καλῶς ἀπέδωκε τὸ ἴδιον, ἐπεὶ καὶ κατὰ μόνης τῆς γῆς λέγεται τοῦτο καὶ ἀντιστρέφει. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὡς τὸ ἴδιον κατηγορεῖται, ἤτοι ὡς πέφυκε τὸ ἴδιον λέγεσθαι· πέφυκε δὲ λέγεσθαι κατὰ τὸ ἀντιστρέφειν. † εἰ οὖν λέγοντός τινος μὴ εἶναι τοῦτο ἴδιον γῆς, καλῶς ἂν κατασκευασθήσεται2 κατὰ τὴν τοῦ τόπου τούτου παράδοσιν.

“其次在反驳时,[考察]是否把底层基质作为特有属性给出。” 他说,不应当把底层基质作为在基质中之物的特有属性给出;因为特有属性应当内在于他物,而不应被他物内在,否则同一事物将成为在种上有差别的多个事物的特有属性。因为若有人说火是“由最微细部分构成的物体”的特有属性,那么为何不是“最轻的”、“最热的”、“最易燃烧的”,以及端而言之以此种方式属于它的所有事物的特有属性呢?这样一来,同一事物将成为在种上有差别的多个事物的特有属性;但在种上有差别的事物,其特有属性也必须有差别。因此,若有人将火确立为所有这些事物的特有属性,他将未能恰当地给出特有属性。但若有人将处于基质中的事物确立为底层基质的特有属性,且此种特有属性唯独属于那同一个基质,他将恰当地给出特有属性。例如,若有人给出“在种上最沉重的物体”作为底层基质即土的特有属性,他就恰当地给出了特有属性,因为这唯独就土而言被述说,并且可换位。因为“并且按照特有属性被述谓的方式”表明的正是这一点,即按照特有属性本性上被述说的方式;而它本性上是按照换位而被述说的。†因此,即使有人说这不是土的特有属性,根据这一论题的传授,它也将被恰当地确立。

§5.47

"Γῆς ἴδιον σῶμα τὸ βαρύτατον τῷ εἴδει." Τῷ εἴδει προσέθηκεν ἀντὶ τοῦ ‘τῇ φύσει’· τῇ γὰρ οἰκείᾳ φύσει ἡ γῆ βαρυτάτη τῶν σωμάτων, εἰ καί τις εὑρίσκεταί ποτε διὰ πάθους κουφοτέρα γεγονυῖα.

“土的特有属性是在种上最沉重的物体。” 他添加“在种上”是用以代指“依本性”;因为土依其本己的本性而言在物体中最重,即便由于某种偶性状态有时发现某部分变得较轻。

§5.48

"Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ κατὰ μέθεξιν." Οὐ δεῖ τὸ κατὰ μέθεξιν ὑπάρχον (τοῦτο γὰρ εἰς τὸ τί ἦν εἶναι συμβάλλεται· εἴη δ’ ἂν τὸ τοιοῦτον διαφορά τις κατά τινος ἑνὸς εἴδους λεγομένη) ὡς ἴδιον ἀποδιδόναι, τουτέστιν οὐ χρὴ τὴν οὐσιώδη διαφορὰν τὴν ἀντιστρέφουσαν ἑνὶ εἴδει ἴδιον λέγειν. διαφέρει δὲ τὸ νῦν εἰρημένον τοῦ τὸν ὁριστικὸν λόγον ὡς ἴδιον ἀποδεδωκότος τῷ τὸν ὁρισμὸν ἐκ πλειόνων διαφορῶν συγκεῖσθαι.3 Εἰ οὖν τις ἀνθρώπου ἴδιον ἀποδέδωκε τὸ πεζὸν δίπουν, ἐπεὶ τὴν οὐσίαν τοῦ ἀνθρώπου τοῦτο δηλοῖ, οὐκ ἔστι τοῦ ἀνθρώπου τοῦτο ἴδιον. εἰ δὲ ἀποδέδωκεν ἴδιον τὸ μὴ κατὰ μέθεξιν καὶ μὴ οὐσιωδῶς ὑπάρχον τινί, καλῶς ἀποδέδωκε· τὸ τοιοῦτον γὰρ οὐ τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν δηλοῖ, ἀλλὰ καὶ ἀντικατηγορεῖται καὶ ἀντιστρέφει πρὸς τὸ ὑποκείμενον, ὥσπερ εἴ τις εἴποι ἴδιον τοῦ ζῴου τὸ αἰσθάνεσθαι πεφυκός. εἰ οὖν κεῖται τοῦτο ἴδιον εἶναι τοῦ ζῴου, ἐπειδὴ οὐ κατὰ μέθεξιν ἐνυπάρχει, ἤγουν ἐπειδὴ οὐκ ἔστι διαφορὰ οὐσιώδης τοῦ ζῴου οὐδὲ τὴν οὐσίαν αὐτοῦ δηλοῖ (καὶ γὰρ ἀντικατηγορεῖται πρὸς αὐτὸ καὶ ἀντιστρέφει, ἐπειδὴ καὶ εἴ τι ζῷον, αἰσθητικόν, καὶ εἴ τι αἰσθητικόν, ζῷον), ἔσται λοιπὸν καλῶς ἀποδεδομένον τὸ ἴδιον.

“其次在反驳时,[考察]是否通过分有[而属于]。” 不应当将通过分有而属于的事物(因为这有助于构成本质;此种事物将是就某个单一的种所述说的某种种差)作为特有属性给出,也就是说,不可将与一个种可换位的本质种差称为特有属性。而现在所说的这一点,与将定义性言辞给出为特有属性的情况之所以不同,在于定义是由多个种差组成的。因此,若有人将“步行的两足之物”给出为人的特有属性,由于这表明了人的实体,它就不是人的特有属性。但若给出的特有属性并非通过分有且非本质地属于某物,他就恰当地给出了;因为此类事物并不表明本质和实体,而是与基质相互述谓且可换位,正如若有人说“本性上能感觉的”是动物的特有属性。因此,若将此确立为动物的特有属性,既然它并非通过分有而内在于其中,即既然它不是动物的本质种差也不表明其实体(因为事实上它与动物相互述谓且可换位,因为凡是动物皆能感觉,凡能感觉者皆为动物),那么该特有属性就将是被恰当给出的。

语法注3 条
  1. 5.46τὸ γὰρ ἴδιον ἐνυπάρχειν δεῖ καὶ οὐκ ἐνυπάρχεσθαι

    主动不定式 ἐνυπάρχειν(内在于……)与被动不定式 ἐνυπάρχεσθαι(被……内居、容纳内在属性)形成对比。特有属性应当是内在于底层基质的述性属性,而不应本身作为基质去容纳其他属性的内在。

  2. 5.46εἰ οὖν λέγοντός τινος μὴ εἶναι τοῦτο ἴδιον γῆς, καλῶς ἂν κατασκευασθήσεται

    此处出现带有破格现象或抄传讹误的结构(标有十字符号 †)。条件连词 εἰ 后直接接属格独立结构 λέγοντός τινος(“即使有人说……”),随后引向结论句 καλῶς ἂν κατασκευασθήσεται(“将能够被恰当地确立”),显示了假设从句与独立分词结构的混合。

  3. 5.48διαφέρει δὲ τὸ νῦν εἰρημένον τοῦ τὸν ὁριστικὸν λόγον ὡς ἴδιον ἀποδεδωκότος τῷ τὸν ὁρισμὸν ἐκ πλειόνων διαφορῶν συγκεῖσθαι

    动词 διαφέρει 的句式结构:主语为中性分词短语 τὸ νῦν εἰρημένον(“现在所说之事”);比较属格为 τοῦ ... ἀποδεδωκότος(“比之于将定义性言辞给出者/情况”);表示差异维度的与格是带冠词不定式句 τῷ τὸν ὁρισμὸν ... συγκεῖσθαι(“在于定义由多种差构成这一方面”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:392.27-394.8