← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§390.12-392.26

自身固有性的确立与名称及言辞的换位

亚历山大依据亚里士多德《论题篇》卷五第二章(132a28–132b13),分析了用于反驳和确立特有属性是否就主体自身而言(即唯独属于它)为真,以及名称与特有属性的说明言辞(logos)是否相互换位的论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.42

" Ἢ εἰ μὴ κατὰ τοῦτο ἀληθεύεται." Τουτέστιν εἰ μή, ᾗ τοῦτό ἐστι τὸ ὑποκείμενον, ὑπάρχει αὐτῷ τὸ ἀποδιδόμενον ἴδιον· τοῦτο δ’ ἂν ἴσον εἴη τῷ ‘εἰ μὴ μόνῳ αὐτῷ ὑπάρχει’. ἐνδέχεται γὰρ τὸ ἀποδοθὲν ἴδιόν τινος παντὶ μὲν ὑπάρχειν ἐκείνῳ οὗ ἀποδέδοται ἴδιον, μὴ μέντοι ᾗ ἐκεῖνό ἐστι μηδὲ μόνῳ. οἷον ἐάν τις ἀνθρώπου ἴδιον ἀποδῷ τὸ βαδιστικόν· παντὶ μὲν γὰρ τῷ ἀνθρώπῳ ἐστὶ τὸ βαδιστικόν, οὐ μέντοι καὶ μόνῳ· καὶ γὰρ καὶ τὰ ἄλλα τῶν ζῴων βαδιστικά ἐστι. Τὸ δὲ ἢ εἰ μή ἐστιν ἴδιον ἑκάστου αὐτῶν κατ’ ἐκεῖνο οὗ τὸ ἴδιον ἀποδέδωκεν ἀντὶ τοῦ ‘εἰ μή ἐστι τὸ ἴδιον καθ’ αὑτό’.1 οἷον εἴ τις ἀποδοίη ἀνθρώπου ἴδιον τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’· τοῦτο γὰρ τὸ ἴδιον ὁ ἄνθρωπος οὐ καθὸ ἄνθρωπος ἔχει, ἀλλὰ καθὸ ζῷον· τὸ δὲ ἴδιον καθ’ αὑτό, ἤγουν καθὸ ἐκεῖνό ἐστιν, ὀφείλει ἴδιον ἀποδεδόσθαι. τῷ μέντοι γεωμέτρῃ τὸ ἀνεξαπάτητον οὐχ ὑπάρχει, ὅτι ἀπατᾶται ὁ γεωμέτρης ὑπὸ τοῦ ψευδογραφοῦντος ποτὲ μὲν δεικνύοντος τὰς δύο πλευρὰς τοῦ τριγώνου μείζους τῆς μιᾶς ποτὲ δὲ τὴν μίαν μείζονα τῶν λοιπῶν.

“或者是否没有凭借这一点而被当作真实的。” 这就是说,被给出的特有属性是否并非就主体是此物而言属于它;而这等同于“是否并非唯独属于它”。因为被给出为某物的特有属性者,可能属于给出其特有属性的那一整个事物,然而并非就它是那事物而言,也并非唯独属于它。例如,若有人给出“能行走的”作为人的特有属性;因为对于所有人而言都有能行走的特质,然而并非唯独如此;因为其他动物也是能行走的。而“或者它们各自的特有属性是否并非按照他给出特有属性的那事物而[成为特有属性]”,是用来代替“特有属性是否并非就其自身而言[是特有属性]”。例如,若有人给出“有灵魂的有感觉的实体”作为人的特有属性;因为人具有这一特有属性并非就其为人而言,而是就其为动物而言;但就其自身而言的特有属性,即就它是那事物而言的特有属性,本应被给出为特有属性。然而,对几何学家而言,“不被欺骗”并不属于他,因为几何学家会被作伪图者所欺骗,作伪图者时而证明三角形的两边大于一边,时而证明一边大于其余[两边]。

§5.43

"Κατασκευάζοντα δὲ εἰ κατὰ παντὸς ἀληθεύεται καὶ κατὰ τοῦτο ἀληθεύεται." Τουτέστι καθὸ τοῦτό ἐστιν ἀληθεύεται, ὃ ἴσον ἐστὶ τῷ μόνῳ ὑπάρχειν.

“但在确立时,[考察]是否对一切都被当作真实的,且凭借这一点而被当作真实的。” 这就是说,是否就其是此物而言被当作真实的,这等同于唯独属于它。

§5.44

"Εἰ μὴ καθ’ οὗ τοὔνομα, καὶ ὁ λόγος ἀληθεύεται." Τὸ μὲν εἰ καθ’ οὗ τοὔνομα, καὶ ὁ λόγος ἀληθεύεται λέγοιτ’ ἂν ἐπὶ τῶν μηδενὶ ἢ μὴ παντὶ ὑπαρχόντων, τὸ δὲ εἰ μὴ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα ἐπὶ τῶν ἐπὶ πλέον λεγομένων.2 εἶπε δὲ οὗ τὸ ἴδιον ἀποδίδοται· λόγος γὰρ γίνεται, εἰ μετὰ τοῦ γένους εἴη τὸ ἴδιον ἀποδιδόμενον.

“是否并非名称所关于[被当作真实]的事物,其说明言辞也被当作真实的。” “是否名称所关于的事物,其说明言辞也被当作真实的”,可以用于完全不属于或不属于全部的事物;而“是否并非说明言辞所关于的事物,其名称也被当作真实的”,则用于外延更广的事物。他说“给出其特有属性的事物”;因为特有属性若是与属一起被给出,就会成为说明言辞。

§5.45

"Κατασκευάζοντα δὲ εἰ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται, καὶ καθ’ οὗ τοὔνομα, καὶ ὁ λόγος." Ὅτι εἰ μὴ καθ’ οὗ τὸ ἴδιον, καὶ τὸ οὗ ἴδιον ἀπεδόθη κατηγορεῖται, ἢ ἔμπαλιν, οὐκ ἔστιν ἴδιον αὐτοῦ ὃ ὡς ἴδιον ἀποδέδοται. ἔστι μὲν οὖν τὸ δεικνύμενον διά τε τοῦ πρὸ αὐτοῦ τόπου καὶ διὰ τούτου δυνάμει τὸ αὐτό, διότι καὶ καθόλου τὸ ὡς ἴδιον ἀποδοθὲν οὕτω μάλιστα ἐλέγχεται, οὐ μὴν καὶ κατὰ τὴν αὐτὴν ἐπιβολήν· τότε μὲν γὰρ ἐκ τῆς ἐπιβλέψεως τούτων, ὧν ἐλέγετο τὸ ἴδιον εἶναι, ὁ τόπος προῆλθεν, εἰ τὸ μὲν ἕτερον αὐτῶν ὑπάρχει τὸ δὲ ἕτερον οὔ. διὸ ἐπ’ ἐκείνου μὲν ᾧ τὸ ὄνομα ὑπῆρχε, τὸ ἴδιον μὴ ὑπάρχον ἔδειξεν· ἐν γὰρ τούτοις μόνοις ἡ ζήτησις ἦν. ἔμπαλιν δὲ ἐπὶ τούτου· ᾧ γὰρ ὁ λόγος, τούτῳ τὸ ὄνομα ἐδείχθη μὴ ὑπάρχον· δεῖ δὲ καθ’ ὧν τὸ ἕτερον ὑπάρχει, καὶ τὸ λοιπόν. Κατασκευάζοντα οὖν καὶ δεικνύντα καλῶς ἀποδεδόσθαι τὸ ἴδιον καὶ κατ’ ἄμφω σκοπεῖν,3 ἤγουν καὶ εἰ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται, καὶ εἰ καθ’ οὗ τὸ ὄνομα, καὶ ὁ λόγος ἀληθεύεται. ἔστι δὲ σαφέστερον εἰπεῖν τὸ μὲν ‘εἰ μὴ καθ’ οὗ τοὔνομα κατηγορεῖται, καὶ ὁ λόγος ἀληθεύεται’ τοιοῦτον· οἷον εἴ τις ἀποδοίη ἀνθρώπου ἴδιον τὸ μουσικὸν εἶναι, ἀνασκευασθήσεται ὡς μὴ καλῶς ἀποδεδομένον· κατηγορεῖται μὲν γὰρ Σωκράτους τὸ ὄνομα ὁ ἄνθρωπος, ὁ δὲ λόγος τοῦ ἰδίου, ἤτοι τὸ μουσικὸν εἶναι, οὐκ ἀληθεύεται· οὐ γὰρ ἦν ὁ Σωκράτης μουσικός. τὸ δὲ ‘εἰ μὴ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται’· οἷον εἴ τις ἀνθρώπου ἴδιον τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’ ἀποδοίη, ὁ μὲν λόγος, ἤγουν τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’, ἀληθεύεται κατὰ τοῦ βοὸς καὶ τοῦ ἵππου, ὁ δὲ ἄνθρωπος οὐδαμῶς. καὶ οὕτω μὲν ἀνασκευασθήσεται τὸ μὴ καλῶς ἀποδεδομένον ἴδιον. κατασκευασθήσεται δέ, εἰ καθ’ οὗ τοὔνομα κατηγορεῖται, καὶ ὁ λόγος ἀληθεύεται· οἷον εἴ τις ἀποδοίη ἀνθρώπου ἴδιον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· τοῦ γὰρ Σωκράτους καὶ ὁ ἄνθρωπος κατηγορεῖται καὶ ὁ λόγος ἀληθεύεται, ἤγουν τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. καὶ ἐπεὶ ἐν τούτῳ ἀντιστρέφει τό τε ὄνομα πρὸς τὸν λόγον καὶ ὁ λόγος πρὸς τοὔνομα, διὰ τοῦτο καὶ τοῦτο προσέθηκεν, ἤγουν καὶ εἰ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται.

“但在确立时,[考察]是否说明言辞所关于的事物,其名称也被述谓,而名称所关于的事物,其说明言辞也被述谓。” 这就是说,如果特有属性所属于的事物,给出其特有属性的事物没有被述谓,或者反过来,那么被作为特有属性给出者就不是其特有属性。因此,通过其前一个论题和通过这一论题所表明的内容,在潜能上(实际上)是同一的,因为一般而言被作为特有属性给出者最主要以此种方式受到检验;然而并非按照相同的考察方式。因为在那时,论题是从对那些被称为具有特有属性的事物的观察出发的,[考察]是否其中一者属于而另一者不属于。因此在那一[论题]中,他表明了对于名称所属于的事物,特有属性并不属于;因为探讨仅仅存在于这些之中。但在这一[论题]中则相反:因为对于说明言辞所属于的事物,名称被表明为并不属于;但凡是一者所属的事物,其余另一者也必须属于。因此在确立并表明特有属性已被恰当给出时,应当从两方面考察,即考察是否说明言辞所关于的事物,其名称也被述谓,以及是否名称所关于的事物,其说明言辞也被当作真实的。而更清楚地表达“是否并非名称被述谓的事物,其说明言辞也被当作真实的”,乃是如此:例如,若有人将“懂音乐的”给出为人的特有属性,它将作为未被恰当给出而受到反驳;因为对于苏格拉底,“人”这一名称被述谓,但特有属性的说明言辞,即“懂音乐的”,却不被当作真实的;因为苏格拉底并非懂音乐的。而“是否并非说明言辞所关于的事物,其名称也被述谓”:例如,若有人将“有灵魂的有感觉的实体”给出为人的特有属性,说明言辞即“有灵魂的有感觉的实体”对于牛和马被当作真实的,但“人”则绝非如此。这样一来,未被恰当给出的特有属性将受到反驳。但如果名称被述谓的事物,其说明言辞也被当作真实的,它就会被确立:例如,若有人将“能接受理智与知识的”给出为人的特有属性;因为对于苏格拉底,“人”被述谓,说明言辞即“能接受理智与知识的”也被当作真实的。既然在这种情况下,名称与说明言辞互换,说明言辞也与名称互换,为此他也补充了这一点,即考察是否说明言辞所关于的事物,其名称也被述谓。

语法注3 条
  1. 5.42Τὸ δὲ ἢ εἰ μή ἐστιν ἴδιον ἑκάστου αὐτῶν κατ’ ἐκεῖνο οὗ τὸ ἴδιον ἀποδέδωκεν ἀντὶ τοῦ ‘εἰ μή ἐστι τὸ ἴδιον καθ’ αὑτό’.

    句首以 Τὸ δὲ 引出对亚里士多德词句 ἢ εἰ μή ἐστιν... 的引用,充当整个句子的名词性主语,谓语部分由 ἀντὶ τοῦ...(“代替……”)构成,将原句含义解释为“特有属性是否并非就其自身而言成立”。

  2. 5.44Τὸ μὲν εἰ καθ’ οὗ τοὔνομα, καὶ ὁ λόγος ἀληθεύεται λέγοιτ’ ἂν ἐπὶ τῶν μηδενὶ ἢ μὴ παντὶ ὑπαρχόντων, τὸ δὲ εἰ μὴ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα ἐπὶ τῶν ἐπὶ πλέον λεγομένων.

    由 μέν...δέ 相对比的两个带冠词的引用分句(Τὸ μὲν... 与 τὸ δὲ...)充当主语。第一个分句带有主要动词 λέγοιτ’ ἂν(希求式潜在用法),后一个分句在句法上承前省略了 λέγοιτ’ ἄν。

  3. 5.45Κατασκευάζοντα οὖν καὶ δεικνύντα καλῶς ἀποδεδόσθαι τὸ ἴδιον καὶ κατ’ ἄμφω σκοπεῖν

    分词 Κατασκευάζοντα 与 δεικνύντα 均为宾格,充当其后不定式 σκοπεῖν 的逻辑主语(隐含 δεῖ 的宾格加不定式结构,或亚里士多德式的规范性不定式结构)。καὶ κατ’ ἄμφω 意为“从两方面”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:390.12-392.26