- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:388.17-390.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德《论题篇》卷五第二章(132a10–27),阐释未将属包含在内而给出特有属性之缺陷、确立特有属性被恰当给出与确立其为特有属性的合一,以及基于考察个例的第一个反驳论题。
" Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ μὴ εἰς τὸ τί ἐστιν ὁ θείς." Εἰ ὁ θεὶς μὴ εἰς τὸ τί ἐστιν ἀποδέδωκε τὸ ἴδιον, τουτέστιν εἰ μὴ προσῆψε τὸ γένος τῷ ἰδίῳ, τοῦ μὴ καλῶς ἀποδεδόσθαι δεικτικόν φησιν εἶναι τὸ μὴ γένος πρῶτον εἰλῆφθαι1 τούτου οὗ τὸ ἴδιόν τις ἀποδίδωσι· τοῦτο γάρ ἐστι τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον. δεῖ γὰρ ὡς ἐπὶ τῶν ὅρων οὕτως καὶ ἐπὶ τῶν ἰδίων πρῶτον τὸ γένος λαμβάνοντα οὕτω προστιθέναι τούτῳ τὰ λοιπά, οἷς τῶν ἄλλων διαχωρίζεται· δεῖ γὰρ γνώριμον εἶναί τι τὴν φύσιν ὃ ἴδιον τοῦτο ἔχει.2 Ὁ γὰρ θεὶς ἴδιον ζῴου τὸ ψυχὴν ἔχειν οὐκ ἀνῆξε τὸ ζῷον εἰς τὸ γένος αὐτοῦ· οὕτως γὰρ ὤφειλεν εἰπεῖν οὐσίαν ἔμψυχον πεφυκυῖαν εἶναι. εἰ οὖν ὁ τὸ ἴδιον ἀποδιδοὺς πρῶτον θεὶς καὶ ἀναγαγὼν τὸ ὑποκείμενον εἰς τὸ τί ἐστιν, ἤγουν εἰς τὸ γένος αὐτοῦ, [καὶ] μετὰ ταῦτα συνῆψε τῷ γένει τὸ ἴδιον ἢ τὰ ἴδια, καλῶς ἀποδέδωκεν, ὥσπερ ὁ ἀποδιδοὺς ἴδιον ἀνθρώπου τὸ ζῷον ἐπιστήμης δεκτικὸν εἶναι. εἰ δὲ μὴ οὕτω ποιήσει, φανερὸν ὅτι οὐ καλῶς ἀπέδωκε τὸ ἴδιον.
“其次,在反驳时,[考察]设定者是否没有[将其给出]为属于‘是什么’。” 如果设定者没有将特有属性给出为属于“是什么”,这就是说,如果他没有将属结合于特有属性上,他说,没有首先取得某人给出其特有属性之事的属,就表明了它未被恰当地给出;因为这正是在“是什么”中被述谓的东西。因为正如在定义的情形中一样,在特有属性的情形中也应当首先取得属,然后以此方式将它借以同其他事物相区别的其余部分附加于此;因为具有这一特有属性的事物在自然本性上应当是某种已知的东西。事实上,将“具有灵魂”设定为动物之特有属性的人,并没有将动物还原至其属;因为他本应当这样说:“作为自然具有灵魂的实体”。因此,如果给出特有属性的人首先将主体设定并还原至“是什么”,即还原至其属,然后将特有属性或诸特有属性与属相联系,他就恰当地给出了它,就像将“作为能接受知识的动物”给出为人的特有属性的人一样。但如果他不这样做,显然他就没有恰当地给出特有属性。
"Πότερον δ’ ἴδιόν ἐστιν ὅλως." Οἱ μὲν κατασκευάζοντες τόποι ὅτι καλῶς ἀπεδόθη τὸ ἴδιον ἤδη παρεδόθησαν, οἷον τὸ μὴ λαμβάνειν ὁμωνύμους φωνάς, τὸ ἀντιστρέφειν τὸ ἀποδιδόμενον ἴδιον πρὸς τὸ ὑποκείμενον, τὸ διὰ γνωριμωτέρων τοῦ ὑποκειμένου ἀποδίδοσθαι. ἅμα δὲ τούτοις καὶ οἱ ἀνασκευάζοντες τὰ μὴ οὕτως ἀποδιδόμενα ἴδια, ἤγουν εἰ δι’ ὁμωνύμων φωνῶν ἐκφέρονται, εἰ μὴ ἀντιστρέφουσι πρὸς τὰ ὑποκείμενα, εἰ μὴ διὰ γνωριμωτέρων τοῦ ὑποκειμένου ἀποδίδονται, καὶ ὅσα ἄλλα οἱ προειρημένοι περιέχουσι τόποι. νῦν δὲ προτίθεται εἰπεῖν περὶ τοῦ ἁπλῶς καὶ κυρίως καλῶς· οὐ γὰρ πᾶν τὸ ἀπηλλοτριωμένον τούτων καὶ μὴ ἔχον ὁμωνύμους φωνὰς ἤ τι τῶν εἰρημένων καὶ ἴδιον ῥητέον ἐξ ἀνάγκης.
“它是否根本上就是特有属性。” 确立特有属性已被恰当给出的论题已经传授了,例如不采用同名异义词、给出的特有属性与主体可换位、通过比主体更可知者给出。而在这些的同时,反驳未被如此给出的特有属性的论题也已传授,即考察它们是否通过同名异义词表述、是否不与主体可换位、是否没有通过比主体更可知者给出,以及上述论题所包含的其他所有情形。但如今所提出来的,是要讨论纯粹且严格意义上的“恰当地”;因为并非一切摆脱了这些缺点且不包含同名异义词或任何上述问题的属性,就都必然应被称为特有属性。
"Οἱ γὰρ ἁπλῶς κατασκευάζοντες τὸ ἴδιον ὅτι καλῶς κεῖται τόποι." Τοὺς ἁπλῶς δεικνύντας τόπους ὅτι καλῶς τὸ ἴδιον ἀποδέδοται τοὺς αὐτοὺς εἶναί φησι τοῖς κατασκευάζουσι τόποις ὅτι ἴδιόν ἐστι τὸ ἀποδεδομένον. τὸ γὰρ ἴδιόν τινος ἀποδίδοται, ὅταν ἁπλῶς καλῶς καὶ ἀναμαρτήτως ἀποδοθῇ, ὥσπερ τὸ εὖ ἀποδεικνύναι οὐδὲν πλέον ἐστὶ τοῦ ἀποδεικνύναι, ὁμοίως καὶ τὸ εὖ φρονεῖν τοῦ φρονεῖν· οὕτω καὶ τὸ καλῶς ἀποδεδομένον ἴδιον οὐδὲν πλέον ἔχει τοῦ ἰδίου. διὸ ἐπὶ τῶν τοιούτων ὁ τοῦ εὖ ἁμαρτάνων ἁμαρτάνει καὶ τοῦ πράγματος.3
“因为纯粹确立特有属性已被恰当设定的论题。” 他说,纯粹表明特有属性已被恰当给出的论题,与确立所给出的属性乃是特有属性的论题是相同的。因为某物的特有属性被给出,是指它被纯粹恰当地、毫无差错地给出,正如“很好地证明”并不多于“证明”,同样“很好地思考”也不多于“思考”;以这种方式,被恰当给出的特有属性也并不多于特有属性本身。因此在诸如此类的事情上,错失了“好(恰当)”的人,也就错失了事物本身。
"Ἐν ἐκείνοις οὖν ῥηθήσονται." Ἀντὶ τοῦ ‘ἐν ἐκείνοις οὖν ὁμοίως ῥηθήσονται’· συναποδίδωσι γὰρ ἄμφω ἅμα.
“因此它们将在那些当中被陈述。” 这是用来代替“因此它们将在那些当中同样被陈述”;因为他同时一并给出了这两者。
"Πρῶτον μὲν οὖν ἀνασκευάζοντα ἐπιβλέπειν ἐφ’ ἕκαστον." Πρῶτον τόπον παραδίδωσιν ἀνασκευαστικὸν τοῦ τὸ ἀποδεδομένον τινὸς ἴδιον μὴ εἶναι ἴδιον αὐτοῦ τὸν ἀπὸ τῆς ἐπιβλέψεως4 τῶν πραγμάτων, ὧν τὸ ἴδιον ἀποδίδοται. εἴτε γὰρ τὸ ἀποδοθὲν ἴδιόν τινος μηδενὶ αὐτῷ ὑπάρχον φαίνεται, εἴτε ὑπάρχει μὲν παντί, μὴ μέντοι ᾗ ἐκεῖνό ἐστι μηδὲ μόνῳ, εἴτε μὴ πᾶσιν ὑπάρχει τοῖς ὑπ’ αὐτό, οὐ τὸ ἴδιον ἀποδίδοται· ἂν γάρ τινι τῶν ὑπὸ τοῦτο, οὗ τὸ ἴδιον ἀποδίδοται, μὴ ὑπάρχῃ τὸ ἴδιον ἢ ὑπάρχον μὴ ὑπάρχῃ κατὰ τοῦτο, καθ’ ὅ ἐστιν ἐκεῖνο οὗ τὸ ἴδιον ἀποδίδοται, οὐκ ἔστιν ἴδιον. μόνου δὲ τοῦ τελευταίου τὸ παράδειγμα παρέθετο, ὅτι οὐκ ἔστιν ἴδιον τὸ μηδενὶ ὑπάρχον οὗ ἴδιον ἀποδέδοται ἢ τὸ παντὶ μὲν ὑπάρχον μὴ μόνῳ δὲ ἢ τὸ μὴ παντὶ ἀλλὰ τὸ παντὶ καὶ μόνῳ.
“首先,在反驳时,必须考察每一个个例。” 他传授了用于反驳被作为某物的特有属性给出者并非其特有属性的第一个论题,即来源于对给出其特有属性的诸事物的考察。因为被给出为某物的特有属性者,无论看来是根本不属于它,还是属于全部却并非就其是那事物而言也并非唯独属于它,或者是不属于归于其下的全部,特有属性都没有被给出;因为如果在给出其特有属性的事物之下的诸事物中,有任何一个不具有特有属性,或者虽然具有却并非按照它是给出其特有属性之事物的这一根据而具有,它就不是特有属性。但他唯独为最后一种情形列举了例子,因为不属于给出其特有属性之任何事物者,或者属于全部却非唯独属于者,或者不属于全部者,都不是特有属性,唯有属于全部且唯独属于的才是特有属性。
- 5.37τοῦ μὴ καλῶς ἀποδεδόσθαι δεικτικόν φησιν εἶναι τὸ μὴ γένος πρῶτον εἰλῆφθαι
间接引语的不定式结构中,带冠词的不定式短语 τὸ μὴ γένος πρῶτον εἰλῆφθαι 作逻辑主语,δεικτικόν 作述语形容词。属格短语 τοῦ μὴ καλῶς ἀποδεδόσθαι 作 δεικτικόν 的宾格性属格(“指示……的”)。
- 5.37δεῖ γὰρ γνώριμον εἶναί τι τὴν φύσιν ὃ ἴδιον τοῦτο ἔχει
关系从句 ὃ ἴδιον τοῦτο ἔχει(“拥有此特有属性者”)作为内含先行词的主语。τι 作述语(“是某种东西”)或与 γνώριμον 结合构成 γνώριμόν τι(“某种可知之物”)。τὴν φύσιν 是限制对格(相关对格),意为“在自然本性上”。
- 5.39ὁ τοῦ εὖ ἁμαρτάνων ἁμαρτάνει καὶ τοῦ πράγματος
动词 ἁμαρτάνω 在表示“错过、未能做到”时支配属格。分词短语中的 τοῦ εὖ(“好/恰当”)与主句中的 τοῦ πράγματος(“事物本身”)均作该动词的属格宾语。
- 5.41Πρῶτον τόπον παραδίδωσιν ἀνασκευαστικὸν τοῦ τὸ ἀποδεδομένον τινὸς ἴδιον μὴ εἶναι ἴδιον αὐτοῦ τὸν ἀπὸ τῆς ἐπιβλέψεως
此处包含语序倒装与远隔结构(hyperbaton)。名词短语 Πρῶτον τόπον ... ἀνασκευαστικόν 与置于句末的定语短语 τὸν ἀπὸ τῆς ἐπιβλέψεως(“源于考察的论题”)相联系。夹在中间的带冠词属格不定式从句 τοῦ ... μὴ εἶναι 依附于形容词 ἀνασκευαστικόν,作其宾格性属格(“用以反驳……的”)。
