← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§37.22-39.10

辩证课题的四种划分及其完备性证明

亚历山大讨论了亚里士多德将辩证课题与前提划分为四属(属、定义、固有属性、偶性)的做法,通过基于陈述方式构建第一格推论来证明其完备性,并解释了为何种差被归入属而种未被列入。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13#3

καὶ πρῶτον μὲν εἰς τρία ἡ διαίρεσις αὐτῶν γίνεται, εἰς γένος, εἰς ἴδιον, εἰς συμβεβηκός· ἔπειτα τὸ ἴδιον τέμνων εἴς τε τὸν ὁρισμὸν καὶ τὸ παρὰ τὸν ὁρισμὸν ἴδιον ὁμωνύμως τῷ κοινῷ ἰδίῳ λεγόμενον τέσσαρα ὄντα τῷ γένει δείξει τὰ προβλήματα. τοῦ δὲ τοσαῦτά τε καὶ τοιαῦτα εἶναι τὰ διαλεκτικὰ προβλήματα1 νῦν μὲν πίστιν λαμβάνει τὴν ἐξ ἐπαγωγῆς, ὅτι, εἰ πᾶν πρόβλημα καὶ πᾶσα πρότασις τούτων τι σημαίνει καὶ μηδὲν παρὰ ταῦτα ὑπὸ προβλήματός τινος δηλοῦται, εἴη ἂν ταῦτά τε καὶ τοσαῦτα γένη τῶν προβλημάτων. πειράσεται δὲ αὐτὸ προελθὼν δεῖξαι καὶ διὰ συλλογισμοῦ. ὃν μὲν οὖν αὐτὸς τίθησιν, ἐροῦμεν, ὅταν καὶ αὐτὸς αὐτοῦ μνημονεύῃ.2 ἔνεστι δὲ καὶ οὕτως συλλογίσασθαι. πᾶν πρόβλημα διαλεκτικὸν ὅρον τινὰ ἔχει κατηγορούμενον, ὃς κατηγορεῖται κατά τινος ὅρου ὑποκειμένου αὐτῷ· πᾶς δὲ ὅρος κατηγορούμενος κατά τινος ὅρου ὑποκειμένου αὐτῷ ἢ ἐν τῇ οὐσίᾳ κατηγορεῖται αὐτοῦ ἢ οὔ· πᾶν ἄρα πρόβλημα διαλεκτικὸν ὅρον τινὰ ἔχει κατηγορούμενον, ὃς ἢ ἐν τῇ οὐσίᾳ κατηγορεῖται αὐτοῦ ἢ οὔ. ἀλλὰ τὸ μὲν ἐν τῇ οὐσίᾳ ἢ ὡς ὅρος ἢ ὡς γένος κατηγορεῖται καὶ οὐκ ἄλλως· ὃ δὲ μὴ ἐν τῇ οὐσίᾳ ἢ ὡς ἴδιον ἢ ὡς συμβεβηκὸς καὶ οὐκ ἄλλως· ὥστε πᾶν τὸ ἐν τῇ οὐσίᾳ τινὸς κατηγορούμενον καὶ τὸ μὴ ἢ ὡς ὅρος κατηγορεῖται ἢ ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς συμβεβηκὸς καὶ οὐκ ἄλλως. πᾶν ἄρα πρόβλημα διαλεκτικὸν ὅρον τινὰ ἔχον κατηγορούμενόν τινος ἢ ὡς ὅρον ἢ ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς συμβεβηκὸς ἔχει καὶ οὐκ ἄλλως. τὸ μὲν γὰρ ἐν τῇ οὐσίᾳ κατηγορούμενον, εἰ ἐπ’ ἴσης, [ὁ] ὁρισμός ἐστιν αὐτοῦ, εἰ δ’ ἐπὶ πλέον, γένος. καὶ γὰρ ἡ διαφορὰ τοιοῦτον· οὐδὲν γὰρ ἐπ’ ἔλαττον ὄν τινος κατηγορεῖται αὐτοῦ κατὰ φύσιν. ὥστε εἴη ἂν καὶ τὰ ἐν τῇ οὐσίᾳ κατηγορούμενα τοῦ ὑποκειμένου, ὡς ἔλεγον, ἢ ὡς ὁρισμοὶ κατηγορούμενα ἢ ὡς γένη κατηγορούμενα. εἰ δὲ μὴ ἐν τῇ οὐσίᾳ τὸ κατηγορούμενον εἴη τοῦ ὑποκειμένου, ἢ μόνῳ καὶ παντὶ ὑπάρχει αὐτῷ καὶ ἀντικατηγορεῖται αὐτοῦ, καὶ ἔστιν ἴδιον, ἢ οὔτε μόνῳ οὔτε παντί, καὶ ἔστι συμβεβηκός. καὶ παρὰ ταῦτα οὐχ οἷόν τε ἄλλον κατηγορίας τρόπον γενέσθαι κατὰ φύσιν· ἔοικε γὰρ τὸ ἴδιον τοῦ συμβεβηκότος διαφέρειν μόνῳ τῷ παντὶ καὶ μόνῳ ὑπάρχειν. ὥστε πᾶν πρόβλημα σημαίνειν διὰ τοῦ κατηγορουμένου ἀνάγκη ἢ γένος ἢ ὅρον ἢ ἴδιον ἢ συμβεβηκός. καὶ ἔστιν ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι. ἀλλὰ περὶ μὲν τούτου ἔτι μᾶλλον προϊόντες εἰσόμεθα· καὶ γὰρ αὐτὸς αὐτὸ δείξει διὰ συλλογισμοῦ ἄλλου παρ’ ὃν νῦν ἡμεῖς εἰρήκαμεν. Εἰπὼν δὲ πᾶν πρόβλημα καὶ πᾶσαν πρότασιν δηλοῦν ἢ γένος ἢ ὅρον ἢ ἴδιον ἢ συμβεβηκός, ἐπεὶ δύναται καὶ διαφορᾶς εἶναι τὸ κατηγορούμενον δηλωτικόν, ἵνα μή τις οἰηθῇ ἔξω πίπτειν τὴν διαφορὰν τῶν εἰρημένων καὶ μὴ γεγονέναι αὐτῷ τὴν τῶν προβλημάτων διαίρεσιν ὁλόκληρον, προσέθηκε καὶ γὰρ τὴν διαφορὰν ὡς οὖσαν γενικὴν ὁμοῦ τῷ γένει τακτέον. διὰ τί δὲ ἡ διαφορὰ γενική; ὅτι ἐν τῇ οὐσίᾳ ἐστὶ τούτου οὗ κατηγορεῖται, ὥσπερ καὶ τὸ γένος, καὶ ἔστιν ἄμφω συμπληρωτικὰ τοῦ εἶναι ἑκάστου ὧν ἐστιν οἰκεῖα. ἔτι τε ἐπὶ πλέον ἐστὶ καὶ αὕτη καὶ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖται. μόνῳ γὰρ τῷ μὴ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι ἡ διαφορὰ τοῦ γένους διαφέρει, ἐπεὶ καὶ ἡ διαφορὰ δοκεῖ καὶ καθ’ αὑτὴν λαμβανομένη τοῦ εἴδους εἶναι μᾶλλον ἀλλ’ οὐ τοῦ συναμφοτέρου δηλωτική, ἐν οἷς ἐστι τὸ ὑποκείμενον τοιοῦτον, τὸ δὲ γένος τοῦ συναμφοτέρου. τὸ δὲ εἶδος οὐκέτι συνέταξε τούτοις, ἐπεὶ ἡ περὶ τῶν γενῶν καὶ διαφορῶν ζήτησις περὶ τοιούτων γίνεται ὑποκειμένων ὧν εἰσι καὶ οἱ ὁρισμοί· ἐκ γὰρ τοῦ γένους καὶ τῶν διαφορῶν ὁ ὁρισμός· τοιαῦτα δὲ τὰ εἴδη. δεῖ οὖν τὰ ὑποκείμενα τοιαῦτα εἶναι. εἰ δὲ εἴη τὸ εἶδός τις κατηγορῶν, ἄτομον ἂν τὸ ὑποκείμενον λαμβάνοι, οὗ οὔτε διαφορά ἐστιν οὔτε ὁρισμός. εἰ δὲ καὶ περὶ εἴδους τινὸς πρόβλημα εἴη τὴν ζήτησιν ἔχον, πρόδηλον ὅτι γενικὸν τὸ τοιοῦτον· καὶ γὰρ κατὰ πλειόνων καὶ τὸ εἶδος, καὶ ἐν τῷ τί ἐστιν καὶ αὐτὸ κατηγορεῖται, ὥσπερ καὶ τὸ γένος, γένη τε καὶ εἴδη ἐπαλλάσσειν αὐτοῖς ἔθος ὡς κατὰ τῶν αὐτῶν φέρειν αὐτά.3

首先,对它们的划分是分为三项的:划分为属、固有属性、偶性;随后,他将固有属性进一步划分为定义以及与共通的固有属性同名被称呼的定义之外的固有属性,从而指明课题在属上有四项。至于辩证课题有如此之多且是这般种类的,他现在从归纳中获得确信:即如果每一个课题和每一个前提都表示这些要素之一,且没有任何课题指明除这些之外的事物,那么课题的属就当是这些且有如此之多。然而他随后也将尝试通过推论来证明这一点。至于他自己所提出的推论,当他自己提及它时我们再作阐述;但也可以依如下方式进行推论:每一个辩证课题都具有某个作为谓项的名词,它陈述于作为其主项的某个名词;而凡陈述于作为其主项之名词的名词,要么在其实质中陈述于它,要么不在其实质中陈述;因此,每一个辩证课题都具有某个作为谓项的名词,它要么在其实质中陈述于它,要么不在其实质中陈述。然而,在实质中陈述的项,要么作为定义、要么作为属被陈述,而不能是其他方式;不在实质中陈述的项,要么作为固有属性、要么作为偶性被陈述,而不能是其他方式;所以,凡在某物的实质中陈述的项以及不在实质中陈述的项,要么作为定义、要么作为属、要么作为固有属性、要么作为偶性被陈述,而不能是其他方式。因此,每一个辩证课题只要具有陈述于某物的谓项名词,就必定要么作为定义、要么作为属、要么作为固有属性、要么作为偶性而具有它,而不能是其他方式。因为在实质中陈述的项,如果是等外延的,就是它的定义;如果外延更宽,就是属(因为种差也是如此;因为没有任何外延窄于某物的东西能够按照自然秩序陈述于它)。所以,正如我所说,在主项的实质中陈述的各项,必定要么作为定义被陈述,要么作为属被陈述。反之,如果谓项不在主项的实质中,它要么仅属于它且属于其全部,并与它互换陈述,因而属于固有属性;要么既不仅属于它也不属于其全部,因而属于偶性。并且除这些之外,按照自然秩序不可能存在其他陈述方式;因为固有属性与偶性的区别似乎仅在于它属于全部且仅属于它。因此,每一个课题通过谓项必然表示属、定义、固有属性或偶性之一。并且该推论处于第一格。但关于这一点,随着论述的推进我们将会更加清楚;因为他自己将通过与我们现在所说的推论不同的另一个推论来证明这一点。 在指明了每一个课题和每一个前提都表示属、定义、固有属性或偶性之后,由于谓项也可以指明种差,为了不让人以为种差落在了所说的诸要素之外、并且他对课题的划分不够完备,他补充道:“因为种差作为属类的东西,应当与属归为一处。”那么,为什么种差是属类的呢?因为与属一样,它存在于它所陈述的对象之实质中,并且两者都构成了它们所本属于的各事物之存在的完满。此外,种差本身也外延更宽,并且陈述于更多且在种上有别的事物。因为种差与属的区别仅在于不在本质中被陈述(因为即使就其自身而被把握时,在主项属于此类的事物中,种差似乎也更多是指明形式而非复合物,而属则是指明复合物)。但他并未将种与这些并列,因为关涉属与种差的探求乃是关涉那些作为定义的对象的诸主项而产生的(因为定义由属和种差构成,而诸种正是此类事物)。因此,主项必须是此类事物。但如果有人将种作为谓项陈述,他就会将既无种差又无定义的个体作为主项来选取。再者,即使存在某个关涉某种的课题展开了探求,显然此类课题也是属类的;因为种也陈述于更多事物,并且它自身也与属一样在本质中被陈述,而他们习惯于将属与种互换,以至于将它们适用于相同的事物。

语法注3 条
  1. 1.13τοῦ δὲ τοσαῦτά τε καὶ τοιαῦτα εἶναι τὰ διαλεκτικὰ προβλήματα

    带有冠词的属格不定式短语 τοῦ ... εἶναι 作为宾格性属格,依附于后文的阴性宾格名词 πίστιν(“确信/证据”),意为“关于辩证课题有如此之多且是这般种类的确信”,置于句首以先行引出主题。

  2. 1.13ὃν μὲν οὖν αὐτὸς τίθησιν, ἐροῦμεν, ὅταν καὶ αὐτὸς αὐτοῦ μνημονεύῃ

    由关系代词 ὃν 引导的从句(ὃν ... τίθησιν)内含其先行词(即 συλλογισμόν),作为主句动词 ἐροῦμεν 的直接宾语。语序上采用了宾语从句前置于主句动词的倒装结构。

  3. 1.13ἐπαλλάσσειν αὐτοῖς ἔθος ὡς κατὰ τῶν αὐτῶν φέρειν αὐτά

    不定式 ἐπαλλάσσειν 作为主语依附于非人称名词短语 αὐτοῖς ἔθος [ἐστί](“他们有……的习惯”),而后续由 ὡς 加不定式 φέρειν 构成的结构则表示其结果或目的(“以至于将其适用于……”)。αὐτοῖς 是与格,泛指一般的辩证学者或哲学家。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:37.22-39.10