← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§386.20-388.16

依赖感觉的特有属性与混同定义的考察

亚历山大注解了亚里士多德关于仅凭感觉认知的属性不可作为特有属性的论述、以及可感觉属性若必然相随则可成立的例外(如平面的着色;131b19–36),并指出了以表明本质的定义替代特有属性的错误(131b37)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.34

" Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τοιοῦτον ἀποδέδωκε τὸ ἴδιον, ὃ φανερὸν μή ἐστιν ἄλλως ὑπάρχον ἢ αἰσθήσει.1" Τουτέστιν εἰ πρὸς τὴν αἴσθησιν ἀποδέδωκε τὸ ἴδιον καὶ οὐ πρὸς τὴν φύσιν τοῦ πράγματος· τοῦτο γὰρ οὐ τὸ πρᾶγμα ὅ τι ἐστὶν ἐξηγεῖται, ἀλλὰ πῶς ἔχει πρὸς τὴν αἴσθησιν. διὸ καὶ συμβέβηκε τὴν τοιαύτην ἀπόδοσιν εἰς τὸν προειρημένον τόπον ἐμπίπτειν· τὸ γὰρ ἀεὶ οὐ διασώζει· ὅταν γὰρ ἔξω γένηται τῆς αἰσθήσεως, χωρίζεται αὐτοῦ δῆλον ὅτι τὸ ἴδιον.

“其次,在反驳时,[考察]他是否给出了这样一种特有属性,即除了通过感觉之外其属于是不明显的。” 这就是说,他是否相对于感觉而非相对于事物的自然本性给出了特有属性;因为这并非解释事物是什么,而是解释它相对于感觉处于何种状态。因此,这样的给出恰好也落入上述论题中;因为它没有保持“始终”;因为一旦处于感觉之外,特有属性显然就与事物分离了。

§5.35

"Οὐ γὰρ ἔσται καλῶς κείμενον τὸ ἴδιον." Οὐ καλῶς φησιν ἀποδίδοσθαι καὶ ὅσα ἄλλα τοιαῦτα ἀποδιδόασιν, ἃ οὐχ οἷόν τε ἄλλως γνωρίσαι εἰ ὑπάρχει τῷ πράγματι ἢ δι’ αἰσθήσεως· αἴτιον δὲ ὅτι τὰ αἰσθητὰ ἔξω γινόμενα τῆς αἰσθήσεως ἄδηλά ἐστιν εἴτε ἔτι ὑπάρχει εἴτε μή. εἰ γὰρ εἴη μέν τι ἴδιον, 〈δῆλον〉 ὅτι ἀεὶ ὑπάρχει τῷ πράγματι οὗ ἴδιον· τοῦτο δέ, αἰσθήσει μόνῃ γνωριζόμενον ὅτι ὑπάρχει τῷ πράγματι οὗ ἀπεδόθη ἴδιον εἶναι, ἄδηλον εἴτε ἀεὶ ὑπάρχει τῷ πράγματι εἴτε μή·2 ἄτοπον δὲ τοῦτο. γίνεται δὲ τοῦτο ἐπὶ τούτων ὧν μὴ ἀεὶ οἷόν τέ ἐστιν αἰσθάνεσθαι· τῇ γὰρ αἰσθήσει μόνῃ τοῦτο γνωρίζεται, ᾗ οὐκέτι μετὰ δύσιν ἀντιληπτόν ἐστιν, ἢ εἰ καὶ ἔστιν, ἀλλ’ οὐ ταύτῃ ᾗ καὶ πρότερον, ἀλλ’ ἄλλῃ τε καὶ ἄλλῃ. ἔσται δὲ ἀληθὲς τοῦτο ἐπὶ τῶν μὴ ἐξ ἀνάγκης ἀεὶ παρακολουθούντων, τουτέστιν ἐφ’ ὧν ἄδηλόν ἐστι καὶ ἀμφισβητούμενον εἰ καὶ ἐξ ἀνάγκης ἀεὶ παρακολουθεῖ τῷ πράγματι. εἰ γὰρ εἴη γνώριμον τῷ ἐξ ἀνάγκης αὐτὸ παρακολουθεῖν τῷ πράγματι, τὸ αἰσθητὸν [ἢ] τὸ ἀποδεδομένον οὐκ ἀνασκευασθήσεται. οἷον εἴ τις ἀποδοίη τοῦ ἡλίου ἴδιον τὸ ἡμεροφαὲς ἄστρον· τοῦτο γὰρ οὐκ ἐξ ἀνάγκης ἕπεται τῷ ἡλίῳ· ὥστε οὐκ ἔσται καλῶς ἀποδεδομένον τὸ ἴδιον κατὰ τοῦτο· ἄδηλον γὰρ ἔσται τὸ τοιοῦτον ἴδιον δύνοντος τοῦ ἡλίου καὶ ὑποκάτω τῆς γῆς φερομένου· οὐκέτι γὰρ ἡμεροφαὲς τότε ἐστὶ διὰ τὸ μὴ τὴν αἴσθησιν ἡμῶν ἀντιλαμβάνεσθαι τοῦ ἡλίου ὑπὸ γῆν φερομένου· ἔστ’ ἂν γὰρ ὑπὲρ κορυφῆς τῶν ἀνθρώπων φέρηται, ἀντιλαμβάνεται τούτου ἡ αἴσθησις. Κατασκευάζοντα δέ, φησίν, εἰ τοιοῦτον ἀποδέδωκε τὸ ἴδιον σκοπεῖν, ὃ μὴ τῇ αἰσθήσει φανερόν ἐστιν, ἤτοι ὃ οὐκ ἔστιν αἰσθητόν, ὡς τὸ νοῦ καὶ ἐπιστήμης 〈δεκτικὸν〉 τοῦ ἀνθρώπου ἢ τὸ γελαστικόν, ἢ ὃ αἰσθητὸν ὂν ἐξ ἀνάγκης [δ’] ὑπάρχον δῆλόν ἐστιν, ὅτι τοιοῦτον ἀπεδόθη, οἷον εἰ καὶ ἀντιλαμβάνεται τούτου ἡ αἴσθησις, ἀλλ’ ἐξ ἀνάγκης ἕπεται τῷ ὑποκειμένῳ. οἷον ὁ θέμενος ἴδιον τῆς ἐπιφανείας ὃ πρῶτον κέχρωσται αἰσθητῷ τινι μὲν κέχρηται τῷ ἰδίῳ τῆς ἐπιφανείας, τουτέστι τῷ κεχρῶσθαι· τοιοῦτον δέ ἐστι τὸ ἴδιον ᾧ κέχρηται, ὅ τι φανερόν ἐστιν ἀεὶ ὑπάρχον τῇ ἐπιφανείᾳ, καὶ οὗ ἐξ ἀνάγκης ἡ αἴσθησις ἀντιλαμβάνεται. πρῶτον δὲ λέγεται κεχρῶσθαι ἡ ἐπιφάνεια, ἐπειδὴ τῆς ἐπιφανείας ἐν παντὶ σώματι οὔσης πρῶτον αὐτῆς ἀντιλαμβάνεται ἡ αἴσθησις καὶ διὰ τῆς ἐπιφανείας λέγεται ὁρᾶσθαι τὸ σῶμα.

“因为特有属性将没有被恰当确立。” 他说,凡是他们给出的除了通过感觉之外便无法得知是否属于事物的其他此类东西,也都没有被恰当地给出;原因在于,感觉对象一旦处于感觉之外,它们是否依然属于便是不清楚的。因为如果某物确为特有属性,显然它始终属于它是其特有属性的事物;但这一[通过感觉认知的]属性,既然仅凭感觉被认知为属于被指定拥有该特有属性的事物,它是否始终属于事物便是不清楚的;而这是荒谬的。这种情况发生在那些不可能始终被感觉到的事物上;因为这仅凭感觉被认知,而日落之后凭借感觉它不再是可把握的,或者即使是可把握的,却不是凭借先前的那种感觉,而是凭借另一种又一种[感觉]。而这在并非必然始终相随的事物上将属实,即在它是否也必然始终伴随事物尚不清楚且存有争议的事物上。因为如果因它必然伴随事物而是已知的,那么所给出的感觉对象就不会被反驳。例如,若有人将“昼间发光的星体”给出为太阳的特有属性;因为这并非必然伴随太阳;从而在这方面特有属性将没有被恰当给出;因为当太阳西落并在大地之下运行时,这样的特有属性将是不清楚的;因为当时它不再是在昼间发光的,由于我们的感觉并未把握在地下运行的太阳;因为只要它在人类头顶上方运行,感觉就能把握它。他说,但在确立时,必须考察他是否给出了对于感觉并不明显可见的特有属性,即不可感觉的属性,如对于人的“可接受理智和科学知识的”或“能发笑的”,或者是虽然属于感觉对象却显然必然属于的特有属性,因为给出的属性即便是感觉所把握的,也必然伴随主体。例如,将“首先被着色的”设定为平面的特有属性的人,运用了平面的某种可感觉的特有属性,即“被着色”;但他所运用的特有属性,是显然始终属于平面、且感觉必然把握的属性。而平面被称为首先被着色的,是因为既然平面存在于每一个物体中,感觉最先把握的就是它,而且物体被说成是通过平面而被看见的。

§5.36

"Εἰ τὸν ὅρον ὡς ἴδιον ἀποδέδωκε." Πάλιν εἰ ἀπεδόθη ὅρος ἀντὶ ἰδίου, ἀνασκευασθήσεται τὸ τοιοῦτον ἴδιον ὡς μὴ καλῶς ἀποδεδομένον· οὐ γὰρ δεῖ τὸ ἴδιον δηλοῦν τὸ τί ἦν εἶναι, ἤγουν τὴν οὐσίαν τοῦ πράγματος, ἀλλ’ εἶναι δεῖ ἐπουσιῶδες.3 οἷον εἰ ἀποδοθείη ἴδιον τῆς ἰδέας τὸ εἶναι αἰτίαν τῶν δημιουργημάτων καὶ τῶν ἐν κινήσει, καὶ τῆς ἐπιστήμης ἴδιον τὸ ἀγνοίας εἶναι ἀποβολήν (ἡ γὰρ ἐπιστήμη γνῶσίς ἐστι), καὶ ἔτι ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν· ἐν τούτοις γὰρ πᾶσιν ἀνασκευασθήσεται τὸ ἀποδοθὲν ἴδιον ὅτι οὐ καλῶς ἀποδέδοται· οὐ γάρ εἰσι ταῦτα ἴδια ἀλλ’ ὅροι τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν σημαίνοντες· οἱ γὰρ ὅροι οὐσιώδεις, τὰ δὲ ἴδια ὀφείλουσιν εἶναι ἐπουσιώδη. εἰ δὲ ἀπεδόθη ἴδιον ἀντικατηγορούμενον μὲν καὶ ἀντιστρέφον πρὸς τὸ ὑποκείμενον μὴ σημαῖνον δὲ οὐσίαν, καλῶς ἀποδέδοται.

“如果他将定义作为特有属性给出。” 再次,如果将定义代替特有属性给出,这样的特有属性将作为没有恰当给出而被反驳;因为特有属性不应当表明其“是什么”,即事物的实体,而应当是附随于实体的。例如,若将“作为受造物和处于运动中之诸事物的原因”给出为理念的特有属性,将“作为无知的弃除”给出为科学知识的特有属性(因为科学知识是认识),以及进而将“两足陆生动物”给出为人的特有属性;因为在所有这些情况中,所给出的特有属性都将被反驳为未被恰当给出;因为这些并不是特有属性,而是表明其“是什么”和实体的定义;因为定义是实体性的,而特有属性应当是附随于实体的。但如果给出的特有属性既能与主体相互述谓并可换位,又不表示实体,它就是被恰当地给出了。

语法注3 条
  1. 5.34ὃ φανερὸν μή ἐστιν ἄλλως ὑπάρχον ἢ αἰσθήσει

    关系代词 ὃ 作主语,分词 ὑπάρχον 作为谓语形容词 φανερόν 的补充成分,结构为“除了通过感觉之外其属于是不明显的[那样的事物]”。否定词 μή 的使用是因为该关系从句带有泛指或假设性质。

  2. 5.35τοῦτο δέ, αἰσθήσει μόνῃ γνωριζόμενον ὅτι ὑπάρχει τῷ πράγματι οὗ ἀπεδόθη ἴδιον εἶναι, ἄδηλον εἴτε ἀεὶ ὑπάρχει τῷ πράγματι εἴτε μή

    主语 τοῦτο 带有分词短语 γνωριζόμενον...,并以省略系动词 ἐστίν 的形容词 ἄδηλον 作表语,采用人称结构(与上文 τὰ αἰσθητὰ ... ἄδηλά ἐστιν εἴτε... 相同)接间接疑问从句 εἴτε... εἴτε μή,意为“但这个既然仅凭感觉被认知……,它是否……便是不清楚的”。

  3. 5.36ἐπουσιῶδες

    后期亚里士多德注疏家使用的术语,作为主语 τὸ ἴδιον 的表语,意为“附随于实体的(非实体性的)”,与“实体性的(οὐσιῶδες)”相对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:386.20-388.16