← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§384.18-386.19

非始终相随的属性与暂时特有属性的审视

对亚里士多德《论题篇》第5卷131a27–131b5的注解。阿佛洛狄西亚的亚历山大解释道,并非始终相随的偶性或暂时的属性不能换位,且其是否属于并不明晰,因而严格说来不能作为特有属性;此外,在给出“现在的”特有属性时,必须附加限定语,否则将招致反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.31

" Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τὸ μὴ ἀεὶ παρεπόμενον." Ἐν τῇ διαιρέσει τοῦ ἰδίου ἀπέκρινε μὲν τὸ πρὸς ἄλλο λεγόμενον ἴδιον καὶ τὸ ποτέ· ἐτήρησε δὲ ὡς κυρίως ἴδια λεγόμενα τό τε καθ’ αὑτὸ καὶ τὸ ἀεί, περὶ ὧν καὶ τοὺς τόπους παραδίδωσι τοῦ καλῶς ἢ μὴ ἀποδίδοσθαι. τοιοῦτος δὲ καὶ ὃν νῦν τίθησιν, εἰ τὸ ἀποδεδομένον ἴδιον μὴ ἀεὶ παρακολουθεῖ τῷ πράγματι οὗ ἀποδέδοται, ἀλλὰ ποτὲ μὲν ὑπάρχει ποτὲ δὲ οὔ· τὸ γὰρ τοιοῦτον συμβεβηκὸς καὶ οὐκ ἴδιον. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘ὃ γίνεται ποτε μὴ ὑπάρχον’ εἶπεν ὃ γίνεται ποτε μὴ ἴδιον. τὸ γὰρ τοιοῦτον οὐδ’, ὅτε ὑπάρχει, ἴδιόν ἐστι διὰ τὸ μὴ ἀντιστρέφειν πρὸς τὸ οὗ λαμβάνεται ἴδιον· οὔτε γὰρ ᾧ ὑπάρχον καταλαμβάνεται τὸ οὕτως ἀποδοθὲν ἴδιον, κατὰ τούτου καὶ τὸ ὄνομα ἐξ ἀνάγκης ἀληθεύεται τοῦ πράγματος οὗ ἀπεδόθη ὡς ἴδιον, διὰ τὸ καὶ ἄλλοις ὑπάρχειν, οὔτε ᾧ μὴ καταλαμβάνεται ὑπάρχον, κατὰ τούτου ἐξ ἀνάγκης οὐ ῥηθήσεται τὸ ὄνομα τοῦ πράγματος· ἐνδέχεται γάρ, ᾧ μὴ ὑπάρχει αὐτό, εἶναι.1 ἐπὶ δὲ τῶν ἰδίων, ἐφ’ ὧν τὸ ἴδιόν τινος ἀληθές, καὶ τοὔνομα πάντως, καὶ οἷς μὴ ὄντως ὑπάρχει τὸ ἴδιον, οὐδὲ τὸ ὄνομα τοῦ πράγματος οὗ ἐστιν ἴδιον, καὶ εὐλόγως, εἴπερ τὸ ἴδιον μόνῳ ἐκείνῳ ὑπάρχει οὗ ἐστιν ἴδιον. Προστίθησι τοῖς εἰρημένοις, ὅτι εἰ τοιοῦτόν ἐστι τὸ ἀποδοθὲν ἴδιον ὡς ποτὲ μὲν ὑπάρχειν ποτὲ δὲ μὴ τῷ πράγματι, οὐδ’ ὅτε ἀποδίδοταί τινος, ἔσται φανερὸν εἰ τότε ὑπάρχει αὐτῷ, εἴ γε τοιοῦτόν ἐστιν ὡς ποτὲ μὲν ἀπολείπειν καὶ χωρίζεσθαι αὐτοῦ ποτὲ δὲ ὑπάρχειν αὐτῷ. ὥστε οὐ σαφὲς οὐδὲ φανερὸν 〈εἰ〉 ὑπάρχει, εἰ ἐνδέχεται αὐτὸ καὶ μὴ ὑπάρχειν ποτέ· τὸ δὲ μὴ ὑπάρχον τινί, ὅτε μὴ ὑπάρχει, τότε λέγεσθαι αὐτοῦ ἴδιον ἀτοπώτατον. τὸ δὲ ποτὲ ἴδιον αὐτὸς μετὰ προσθήκης λέγει τοῦ ποτέ, ἁπλῶς δὲ οὔ, ὅτι μηδὲ κυρίως ἴδιον. οὗτος δὲ ὁ τόπος καὶ οἱ ἑξῆς οὐ μόνον τοῦ καλῶς ἢ μὴ λαμβάνεσθαί εἰσι δεικτικοί, ἀλλὰ καὶ τοῦ εἰ ἴδιόν ἐστιν ἢ οὔ.

“其次,在反驳时,[考察他是否给出了]并非始终相随的成分。” 在特有属性的划分中,他[亚里士多德]区分并除外了相对于另一者而言的特有属性以及“某时的”特有属性;并且保留了严格意义上被称为特有属性的“就自身而言的”与“始终存在的”,关于它们,他也传授了判定其被恰当给出与否的论题。他现在所提出的也是这样的论题:如果所给出的特有属性并非始终伴随给出它的事物,而是在某一时刻属于,在另一时刻不属于;因为这样的一种成分是偶性而非特有属性。他没有说“在某一时刻成为不属于的”,而是说“在某一时刻成为非特有属性的”。因为这样的一种成分即便在属于时也不是特有属性,因为不能与其作为特有属性所归属的对象换位;因为既非对于被认定拥有如此给出的特有属性的对象,给出其特有属性的那一事物的名称必然对之属实(因为它也属于其他事物);也非对于未被认定拥有它的对象,那一事物的名称就必然不对之表述(因为它所不属于的对象,也完全可能是该事物)。相反在特有属性的情形中,凡是某物的特有属性属实的对象,名称也必然属实,而凡是特有属性并不真实属于的对象,它是其特有属性的那一事物的名称也不属于;这是合乎情理的,既然特有属性仅仅属于它是其特有属性的那一事物。他对上述内容补充道,如果所给出的特有属性是这样的一种,即在某一时刻属于事物,在另一时刻不属于,那么即便在被作为某物之属性而给出的时候,在当时它是否属于它也并不清楚,既然它是这样的一种,即某一时刻脱离并与它分离,另一时刻又属于它。因而,如果它可能在某一时刻也不属于,那么它是否属于就既不清晰也不明显;而在某物并不属于某对象时,在它不属于的当时称其为该对象的特有属性,则是极其荒谬的。对于“某时的”特有属性,他自身是附加了“某时的”这一规定来说的,而不是无条件地说的,因为它甚至不是严格意义上的特有属性。这一论题以及接下来的诸论题不仅表明是否被恰当地选取,而且表明它是否是特有属性。

§5.32

"Ἔτι δὲ πρὸς τούτοις." Ἔτι δέ, φησί, πρὸς τούτοις οὐδ’ ὅτε τυχὸν ἀπέδωκέ τις τῷ Σωκράτει τὸ κινεῖσθαι ἴδιον, ἔσται φανερὸν ὅτι ὑπάρχει τῷ Σωκράτει τὸ περιπατεῖν· οὐ μόνον γὰρ οὐκ ἔστιν ἴδιον, ἀλλὰ καὶ ζητεῖται εἰ τῷ Σωκράτει ὅλως ὑπάρχει, εἴπερ τοιοῦτον ἀποδέδωκεν ἴδιον οἷον ἀπολείπειν,2 ἤγουν ὃ ἐνδέχεται καὶ μὴ ὑπάρχειν· ἄδηλον γὰρ εἰ ὁ Σωκράτης περιπατεῖ. οὐ τοίνυν ἔσται σαφὲς καὶ γνώριμον τὸ ἴδιον, ὅπερ γίνεται καὶ μὴ ἴδιόν ποτε τοῦ ζῴου· ἐνδέχεται γάρ ποτε καὶ ἵστασθαι. οὗτος δὲ ὁ τόπος ἐστὶν ἀπὸ τῆς ὑπάρξεως.

“此外,在这些之外。” 此外,他说,在这些之外,哪怕有人碰巧给苏格拉底指定“运动”为特有属性,苏格拉底拥有“散步”也并不明显;因为不仅它不是特有属性,甚至苏格拉底究竟是否拥有它也是有待探究的,既然他给出了这样一种易于脱离的、即亦可能不属于的特有属性;因为苏格拉底是否在散步是不清楚的。因此,对于动物在某一时刻成为甚至非特有属性的特有属性,将不会是清晰和为人所知的;因为在某一时刻站立也是可能的。这一论题是基于“属于”的。

§5.33

"Ἔπειτ’ ἀνασκευάζοντα μὲν εἰ τὸ νῦν ἴδιον." [Ἔπειτα, φησί, θεωρητέον ἀνασκευάζοντα εἰ τὸ ἀποδοθὲν ἴδιον οὐκ ἀεὶ ἐστιν ἴδιον ἀλλὰ νῦν· οἷον τὸ τὸν Σωκράτην καθῆσθαι μετά τινος οὐκ ἀεὶ ἐστιν ἴδιον ἀλλὰ νῦν, ὅτε κάθηται. εἰ γοῦν ὁ τοῦτο ἀποδιδοὺς οὐ διωρίσατο καὶ δῆλον ἐποίησεν ὡς νῦν ἴδιον τοῦτο λέγει, οὐ καλῶς ἀπέδωκεν. εἰ γὰρ οὐ προσέθηκε τὸ νῦν ἀλλ’ ἀπολύτως εἶπε, φαίνεται δοξάζων τοῦτο ἀεὶ ἴδιον εἶναι τοῦ Σωκράτους· εἰώθαμεν γὰρ τὰ ἀεὶ ὑπάρχοντα ἀποδιδόναι ἴδια. εἰ δὲ παρὰ τὸ ἔθος οὐκ ἀποδέδωκε τὸ ἀεὶ ὑπάρχον ἴδιον ἀλλὰ τὸ νῦν, ἔδει αὐτὸν τέως προσδιορίσασθαι καὶ προσθεῖναι τὸ νῦν,3 ἵνα φανερὸν ποιήσῃ ποταπὸν ἴδιον ἀποδέδωκε. διὰ τοῦτο δέδωκεν οὗτος ἀφορμὴν τῷ προσδιαλεγομένῳ ἐπιτιμῆσαι καὶ μέμψασθαι αὐτόν. δεῖ γοῦν προσέχειν μὴ ἀφορμὰς διδόναι ἐπιτιμήσεως.]

“其次,在反驳时,[考察他是否给出了]‘现在的’特有属性。” [他说,其次,在反驳时必须考察所给出的特有属性是否并非始终是特有属性,而是现在是;例如,苏格拉底与某人同坐并非始终是特有属性,而是在他坐着的“现在”是特有属性。无论如何,如果给出这一点的人没有加以限定,也没有讲明自己是将这作为“现在”的特有属性而言的,他就没有恰当地给出。因为如果他没有附加“现在”而是无条件地说了,他就显得认为这是苏格拉底的始终存在的特有属性;因为我们习惯于把始终属于的事物作为特有属性给出。但如果他违背习惯,没有给出始终属于的特有属性而是给出了“现在的”,他就本应当无论如何做出进一步限定并加上“现在”,以明确表明他给出的是何种特有属性。由于这个缘故,他给了对话者指责并批评他的机会。无论如何,必须注意不要提供受指责的机会。]

语法注3 条
  1. 5.31οὔτε γὰρ ᾧ ὑπάρχον καταλαμβάνεται τὸ οὕτως ἀποδοθὲν ἴδιον, κατὰ τούτου καὶ τὸ ὄνομα ἐξ ἀνάγκης ἀληθεύεται τοῦ πράγματος οὗ ἀπεδόθη ὡς ἴδιον, διὰ τὸ καὶ ἄλλοις ὑπάρχειν, οὔτε ᾧ μὴ καταλαμβάνεται ὑπάρχον, κατὰ τούτου ἐξ ἀνάγκης οὐ ῥηθήσεται τὸ ὄνομα τοῦ πράγματος· ἐνδέχεται γάρ, ᾧ μὴ ὑπάρχει αὐτό, εἶναι.

    这是一个由 οὔτε... οὔτε... 构成的并列相关句,阐明了特有属性与基体之间不能换位(ἀντιστρέφειν)的双向情形。在每个分句中,关系代词与格 ᾧ 均先取了后方介词短语中的指示代词属格 κατὰ τούτου(表示断定的对象)。末尾的 ἐνδέχεται γάρ, ᾧ μὴ ὑπάρχει αὐτό, εἶναι 中,无人称动词 ἐνδέχεται 支配不定式 εἶναι,表示即使属性不属于某对象,该对象仍可能是该事物自身。

  2. 5.32εἴπερ τοιοῦτον ἀποδέδωκεν ἴδιον οἷον ἀπολείπειν

    相关代词 τοιοῦτον ... οἷον 支配不定式 ἀπολείπειν,表示性质或结果:“如此一种易于脱离的[特有属性]”。随后的 ἤγουν ὃ ἐνδέχεται καὶ μὴ ὑπάρχειν 则是对该不定式短语进行同格释义的说明从句。

  3. 5.33ἔδει αὐτὸν τέως προσδιορίσασθαι καὶ προσθεῖναι τὸ νῦν

    未完过去时无人称动词 ἔδει 支配不定式 προσδιορίσασθαι 与 προσθεῖναι,表达未实现的过去义务(“他本应当进一步限定并补充,然而却没有”)。副词 τέως 在此处作“无论如何”“至少”解,引出违背常规时理应满足的最低限度条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:384.18-386.19