- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:382.15-384.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注视亚里士多德《论题篇》卷五第3章(130b38–131a20)关于给出特有属性的论题,探讨通过基体自身、其组成部分、对立者或本性上同时之物来界定特有属性的得失与解难。
" Εἰ αὐτῷ προσκέχρηται." Πάλιν ἀνασκευάζοντα μὲν δεῖ, φησί, σκοπεῖν εἰ αὐτῷ προσκέχρηται τῷ ὑποκειμένῳ οὗ ἐστι τὸ ἀποδιδόμενον ἴδιον. οἷον ἀνθρώπου μὲν ἴδιον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἐὰν δὲ ἀποδῷ τις ἀνθρώπου ἴδιον τὸ ‘ζῷον λογικόν’, αὐτὸ τὸ ὑποκείμενον ἔλαβεν ἐν τῷ ἰδίῳ, καὶ ἔστιν αὐτὸ ἄγνωστον καὶ ζητούμενον ὁμοίως τῷ ὑποκειμένῳ· τὸ δὲ ἴδιον οὐκ ὀφείλει ἄγνωστον εἶναι· χάριν γὰρ γνώσεως τοῦ ὑποκειμένου εἴληπται.
“他是否附加使用了它自身。” 他说,再次,在反驳时,必须考察他是否附加使用了所给出的特有属性归属的那个基体自身。例如,人的特有属性是“能接纳理智与知识”;但如果有人给出人的特有属性是“有理性的动物”,他就在特有属性中选取了基体自身,而它就像基体一样是未知的且是有待探求的;但特有属性不应当是未知的;因为选取它是为了基体的认识。
"Ἢ τῶν αὐτοῦ τινι." Τοῦτο οὐχ ἁπλῶς εἶπε· καὶ γὰρ ὁ καλῶς τὸ ἴδιον ἀποδιδοὺς προσχρῆταί τινι τῶν αὐτοῦ· τὸ γὰρ ἴδιόν τινος ἐκείνου τί ἐστιν. ἀλλ’ ἔστι τὸ τῶν αὐτοῦ λεγόμενον, ὅταν1 τῶν τοιούτων τινὶ ἐν τῇ ἀποδόσει τοῦ ἰδίου προσχρῆται, ὃ δι’ αὐτοῦ ἐκείνου, οὗ τὸ ἴδιον ἀποδίδωσι, γνωρίζεται, ὡς διὰ τῶν παραδειγμάτων δηλοῖ. ὁ γὰρ ἀποδιδοὺς ζῴου ἴδιον οὐσίαν, ἧς εἶδός ἐστιν ἄνθρωπος, ἐν τῇ ἀποδόσει τοῦ ἰδίου προσχρῆται τῷ ἀνθρώπῳ, ὃ τοῦ ζῴου τί ἐστι καὶ δι’ ἐκείνου γνωρίζεται· λέγομεν γὰρ τὸν ἄνθρωπον ζῷον τοιόνδε, πρὸς τὴν δήλωσιν αὐτοῦ τῷ ζῷον εἶναι προσχρώμενοι. Εἰ δὲ μήτε αὐτῷ τῷ ὑποκειμένῳ κέχρηται ἐν τῷ ἰδίῳ μήτε μηδενὶ τῶν αὐτοῦ τοῦ ὑποκειμένου μερῶν, καλῶς ἂν ἀποδοίη τὸ ἴδιον· οἷον εἴ τις ἀποδοίη τοῦ ζῴου ἴδιον τὸ ἐκ ψυχῆς καὶ σώματος συγκεῖσθαι, καλῶς ἂν ἀποδοίη. ἀλλ’ ἔστιν ἔνστασις τούτου· ἡ ψυχὴ γὰρ καὶ τὸ σῶμα ἑκάτερόν τι τοῦ ζῴου ἐστίν, ὥστε οὐκ ἂν εἴη καλῶς ἀποδεδομένον τὸ ἴδιον. λύεται δὲ ἡ ἔνστασις οὕτως, ὅτι εἰ καὶ εἰσὶ μέρη τοῦ ζῴου τὸ σῶμα καὶ ἡ ψυχή, ἀλλ’ οὐκ εἰσὶν ὑστερογενῆ τοῦ ζῴου ἀλλ’ ἅμα· οὐδὲ γὰρ δυνατόν ἐστι νοῆσαι ζῷον μὴ εὐθὺς συνεπινοοῦντας καὶ ψυχὴν καὶ σῶμα.
“或者属于它的某种成分。” 他并不是无条件地这样说的;因为即使恰当给出特有属性的人,也会附加使用属于它的某种成分;因为某物的特有属性正是那物的某种成分。但是所谓“属于它的成分”,是指在给出特有属性时,附加使用了这样的一种成分,即它是通过给出其特有属性的那物自身而被认识的,正如他通过诸范例所表明的那样。因为把“人是其种的实体”作为动物的特有属性给出的人,在给出特有属性时附加使用了人,而人是动物的某种成分且通过动物而被认识;因为我们说人是这样一种动物,使用“作为动物”来表明他。但如果在特有属性中既没有使用基体自身,也没有使用属于基体的各部分的任何一种,他就恰当地给出了特有属性;例如,若有人给出动物的特有属性是“由灵魂与肉体构成”,他就恰当地给出了。但对此有一个异议:因为灵魂与肉体各自都是动物的某种成分,以至于特有属性并未被恰当给出。但这一异议按如下方式化解:即使身体与灵魂是动物的部分,但它们并非后于动物生成,而是同时的;因为不可能设想动物而不立刻连带设想灵魂与肉体。
"Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων σκεπτέον ἐστί." Τὰ μὲν γὰρ μὴ ποιοῦντα τὸ ἴδιον γνώριμον εἰς ἀνασκευὴν ληπτέον αὐτοῦ, τὰ δ’ αὖ ποιοῦντα εἰς κατασκευήν. [[εἰ μὲν γὰρ τὰ λαμβανόμενα ἐν τῷ ἰδίῳ ποιοῦσι τὸ ἴδιον γνωριμώτερον τοῦ πράγματος οὗ ἐστιν ἴδιον, καλῶς ἀποδέδοται τὸ ἴδιον, εἰ δὲ μὴ ποιοῦσι τὸ ἴδιον γνωριμώτερον, οὐ καλῶς ἀποδέδοται.]] " Ἀνασκευάζοντα μὲν εἴ τινι προσκέχρηται ἢ ἀντικειμένῳ ἢ ὅλως ἅμα τῇ φύσει." Κειμένου ὅτι ἡ τοῦ ἰδίου ἀπόδοσις γνώριμον τὸ πρᾶγμα ποιεῖ, λέγει [δὲ] ὅτι μὴ καλῶς ἀποδίδοται, ὅταν διὰ τῶν ὁμοίως ἀγνώστων ἢ διὰ τῶν ἀσαφεστέρων ἀποδιδῶται. ἔστι δὲ ὁμοίως μὲν ἀσαφῆ τὰ ἅμα τῇ φύσει ὄντα τοῖς ἀποδιδομένοις, ὥσπερ δὲ γνωρίσματα τὰ ὕστερον τῇ φύσει ὄντα. ἔστι δὲ τῶν ἅμα τῇ φύσει τῶν ἀντικειμένων τὰ πρός τι καὶ τὰ ἐναντία. ἐν γὰρ τῇ ἀντιφατικῇ ἀντιθέσει καὶ τῇ καθ’ ἕξιν καὶ στέρησίν ἐστι τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον· ἡ μὲν γὰρ κατάφασις τῆς ἀποφάσεως, ἡ δὲ ἕξις τῆς στερήσεως. ἐπιζητήσειε δ’ ἄν τις ἐπὶ τῶν πρός τι, εἰ μὴ2 διὰ τῶν ἀντικειμένων ἐπὶ τούτων ἥ τε τοῦ ὁρισμοῦ ἀπόδοσις καὶ ἡ τοῦ ἰδίου γίνεται· τούτοις γὰρ τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν. ἢ ὡς ἐνδόξως λεγομένοις δεῖ προσέχειν τοῖς ἐνταῦθα. καλῶς δὲ πρόσκειται τὸ ἢ ὅλως ἅμα τῇ φύσει, ἐπειδὴ καὶ τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα ἅμα τῇ φύσει.
“同样的方式在其他情况下也必须考察。” 因为未能使特有属性为人所知的那些成分必须被用于对它的反驳,而相反使之为人所知的那些成分则用于确立。[[因为如果在特有属性中所选取的成分使得特有属性比它是其特有属性的事物更加为人所知,特有属性就被恰当地给出了;如果它们没有使特有属性更加为人所知,它就没有被恰当地给出。]]“在反驳时,他是否附加使用了对立的事物,或者普遍说来在本性上同时的事物。” 既然设定给出特有属性是使事物为人所知,他[亚里士多德]便说,每当通过同样未知的事物或通过更为模糊的事物给出时,它就没有被恰当给出。而本性上同时的事物与所给出的事物同样是模糊的,相反,本性上居后的事物犹如标志。在对立的事物中,本性上同时的是关系词与相反者。因为在矛盾的对立以及根据状态与匮乏的对立中,一者在先,另一者在后;因为肯定在先于否定,状态在先于匮乏。但有人可能会在关系词上提出疑问:是否在它们那里,定义的给出与特有属性的给出不正是通过对立者而产生的?因为对于它们而言,存在等同于在某种方式上与某物相关。或者必须把这里的论述当作符合通说的说法来留意。 “或者普遍说来在本性上同时的事物”被妥当附加,因为从同一属中相对划分出来的诸成分也是在本性上同时的。
"Κατασκευάζοντα δὲ εἰ μηδενὶ προσκέχρηται μήτ’ ἀντικειμένῳ." Πόθεν οὖν ληπτέον τὰ ἴδια, εἰ μήτε ἐκ τῶν ἅμα μήτε ἐκ τῶν ὑστέρων μήτε ἐκ τῶν προτέρων, ἵνα μὴ γένηται ὅρος; ἢ ἐκ τῶν ὑστέρων οὐ τῇ γνώσει ἀλλὰ τῷ πράγματι.3
“在确立时,他是否没有附加使用任何对立者。” 那么,如果不从同时的事物中选取,也不从居后的事物中选取,又不从居先的事物中选取(免得变成定义),特有属性应当从何处选取呢?或者应当从并非在认识上而是在事实中居后的事物中[选取]。
- 5.27ἀλλ’ ἔστι τὸ τῶν αὐτοῦ λεγόμενον, ὅταν
ἔστι 作为谓词表示“意味着”或“在于”,主语是名词化短语 τὸ τῶν αὐτοῦ λεγόμενον(“所谓‘属于它自身的成分’”),后续由 ὅταν 引导的从句则给出了具体的规定和实质内容。
- 5.29ἐπιζητήσειε δ’ ἄν τις ἐπὶ τῶν πρός τι, εἰ μὴ
这是由带有 ἄν 的愿望式(潜在表达,ἐπιζητήσειε ἄν,“有人可能会提出疑问”)所统辖的间接疑问句,其中 εἰ μή 引导反问/否定疑问(“是否……不正是……”)。它引入了一个辩证难题:关系词的定义或特有属性必然要通过其相关项(对立者)来给出。
- 5.30ἢ ἐκ τῶν ὑστέρων οὐ τῇ γνώσει ἀλλὰ τῷ πράγματι.
助词 ἢ 引出注释者针对上一句所提诘问(πόθεν οὖν ληπτέον...;“应当从何处选取?”)的解答。前文的动词性成分 ληπτέον [ἂν εἴη] τὰ ἴδια 被省略,与格 τῇ γνώσει 和 τῷ πράγματι 是限制/方面与格(“不是在认识上,而是在事物/事实上”)。
