← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§380.21-382.14

共通词项的使用与多重特有属性的审查

亚历山大就亚里士多德《论题篇》卷五第二章(130b11–130b28)进行注解,讨论了在特有属性中使用适用于一切事物的共通词项(如“一”)的错误,以及将多个特有属性多余地合并为一个进行给出的错误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.22

" Εἰ τοιοῦτόν τι ἀποδέδωκεν." Εἰ κέχρηταί τις ἐν τῷ ἰδίῳ ὀνόματι κοινῷ καὶ πᾶσιν ἐφαρμόζοντι, οὐ καλῶς, φησίν, ἀποδέδωκε· τὸ γὰρ ἴδιον ἐκείνῳ μόνῳ τῷ ὑποκειμένῳ δεῖ προσεῖναι, οὗ ἐστιν ἴδιον, καὶ διαχωρίζειν αὐτὸ ἀπὸ πάντων τῶν ἀνομοειδῶν, ὡς καὶ τὰ ἐν τοῖς ὅροις λαμβανόμενα. οἷον ἐὰν εἴπω ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι, χωρίζω μὲν αὐτὸν ἀπὸ τῶν ἑτερογενῶν τῶν ἀναγομένων ἢ εἰς τὸ ποσὸν ἢ εἰς τὸ ποιὸν ἢ εἰς ἄλλην τινὰ τῶν κατηγοριῶν πλὴν τῆς οὐσίας, οὐ μὴν χωρίζω αὐτὸν καὶ ἀπὸ τῶν ὁμογενῶν, οἷον βοός, ἵππου ἢ τινος τῶν λοιπῶν. πάλιν ἐὰν εἴπω ζῴου ἴδιον τὸ ἔμψυχον, κοινὸν ἀπέδωκα ἴδιον ἐμφαινόμενον καὶ τοῖς φυτοῖς. ἢ ὁ εἰπὼν ἐπιστήμης ἴδιον εἶναι ὑπόληψιν ἀμετάπειστον ὑπὸ λόγου, ἓν ὄν·1 οὗτος γὰρ χρῆται τῷ ἑνί, ὅπερ ἐν πᾶσιν ὑπάρχει τοῖς οὖσιν· ἢ γὰρ τῷ γένει λέγονται ἕν, ὡς βοῦς, ἵππος, ἄνθρωπος, ἢ τῷ εἴδει ἕν, ὡς Σωκράτης καὶ Πλάτων, ἢ τῷ ἀριθμῷ, ὡς μονὰς ἢ τόδε τι ἄτομον, ἢ ἓν κατὰ συνέχειαν, ὡς ἅπας ὁ κόσμος. ὥστε οὐ καλῶς ἀποδέδοται κατὰ τοῦτο τὸ ἴδιον. [τὸ γὰρ ἴδιον χάριν γνώσεως τοῦ πράγματος λαμβάνεται, οὗ λέγεται ἴδιον εἶναι, καὶ δεῖ χωρίζειν τὸ εἶδος, οὗ ἐστιν ἴδιον, τῶν ἄλλων εἰδῶν, ὥσπερ καὶ ὁ ὁρισμός· τὸ δὲ ἓν καὶ ὂν ὡς πᾶσι παρακολουθοῦντα τοῖς οὖσιν οὐ χωρίζουσι τὸ εἶδος ἀπό τινων, εἴ γε λάβοι τι τούτων ἐν τῷ ἀποδεδομένῳ ἰδίῳ.] " Οὐδενὶ κέχρηται κοινῷ." Εἴη ἂν κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ ἴδιον, καθ’ ὅσον οὐ πρόσκειταί τι πᾶσιν ὑπάρχον· ἐπεὶ τό γε ἀποδεδομένον οὐκ ἴδιον ζῴου ἀλλ’ ἐμψύχου, ζῴου δὲ τὸ αἰσθητικόν, εἰ μὴ ἄρα ζῴου ἴδιον ὡς ἀεὶ ὑπάρχον.2

“他是否给出了某种这样的东西。” 他说,如果有人在特有属性中使用了共通的名称,即适用于所有事物的名称,他就没有恰当给出;因为特有属性必须仅仅属于它是其特有属性的那一基体,并把它与所有不同形式的事物区分开来,正如在定义中所取的成分一样。例如,如果我说人是动物,我诚然把他与不同属的事物区分开来,即那些归属于数量、性质或除实体之外的其他范畴之一的事物,但我并没有把他与同属的事物,如牛、马或其他任何事物区分开来。再者,如果我说动物的特有属性是“有生命的”,我就给出了一个共通的特有属性,它也表现在植物中。或者如同说知识的特有属性是“不可被论辩动摇的信念,作为一”的人一样;因为这个人使用了存在于所有存在之物中的“一”;因为事物要么在属上被称为一,如牛、马、人,要么在种上被称为一,如苏格拉底和柏拉图,要么在数量上被称为一,如单子或这个个别事物,要么在连续性上被称为一,如整个宇宙。因此就这一点而言,特有属性未被恰当给出。[因为特有属性是为了认识它是其特有属性的事物而选取的,并且它必须把它是其特有属性的种与其他各种区分开来,正如定义一样;但“一”和“存在”作为伴随着所有存在之物者,并不能把种与任何事物区分开来,如果有人在给出的特有属性中确实选取了这些之中的某种东西的话。]“他没有使用任何共通的东西。” 就没有附加存在于所有事物中的成分而言,特有属性在这一点上本该是恰当给出的;然而所给出的成分并非动物的特有属性,而是有生命之物的特有属性,而动物的特有属性是具有感知能力,除非它是作为恒常存在于〔其中〕者而成为动物的特有属性。

§5.24

"Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ πλείω ἴδια ἀποδίδωσι τοῦ αὐτοῦ ὡς ἕν." Εἰ πλείω τις, φησίν, ἀπέδωκεν ἴδια τοῦ αὐτοῦ μὴ προσδιορίσας ὅτι πλείω ἀπέδωκεν, ἁμαρτάνει· διὸ καὶ ἀναιρεθήσεται. ὥσπερ γὰρ ἐν τοῖς ὅροις οὐ δεῖ πλείω λαμβάνειν παρὰ τὸν λόγον τὸν δηλοῦντα τὴν οὐσίαν, ὡς τὸ ‘ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν πλατυώνυχον ὀρθοπεριπατητικόν’ (περιττῶς γὰρ ἔχει κείμενα τό τε πλατυώνυχον καὶ τὸ ὀρθοπεριπατητικόν), οὕτως οὐδ’ ἐν τοῖς ἰδίοις δεῖ πολλὰ ἴδια ἀποδίδοσθαι παρὰ τὸ ἓν ὄνομα τὸ σημαῖνον τὸ ἴδιον ἢ τὸν λόγον τὸν ποιοῦντα τὸ ἴδιον.

“其次,在反驳时,他是否把同一事物的多个特有属性作为一个给出。” 他说,如果有人给出了同一事物的多个特有属性,而没有附加说明自己给出了多个,他就犯了错误;因此[该特有属性]也就会被推翻。因为正如在定义中,不应当在指明实体的说明之外选取多个成分,如“人是动物,有理性的,会死的,能接纳理智与知识的,具有宽指甲的,直立行走的”(因为具有宽指甲和直立行走都被多余地置于其中),同样,在特有属性中,也不应当在表示特有属性的单一名称或构成特有属性的说明之外给出许多特有属性。

§5.25

"Ἀχρεῖον γὰρ γίνεται τὸ τοιοῦτον." Ὅτι ὁ τὰ πλείω ἴδια ὡς ἓν ἀποδιδοὺς δῆλον ὡς ἕκαστον αὐτῶν οὐχ ἡγεῖται αὔταρκες εἶναι3 πρὸς ἰδίου ἀπόδοσιν. Οἷον εἴ τις εἴποι πυρὸς ἴδιον εἶναι τὸ λεπτότατον καὶ κουφότατον· ἓν γὰρ τῶν δύο, ἢ τὸ λεπτότατον ἢ τὸ κουφότατον, περιττὸν καὶ ἀχρεῖόν ἐστιν. ἢ πάλιν ὁ εἰπὼν ‘ὕδωρ ἐστὶ σῶμα ὑγρὸν ἐν ἀλλοτρίῳ εὐόριστον’ ἓν μὲν ἴδιον ἀπέδωκε τῷ ὕδατι τὸ ‘σῶμα ὑγρόν’, ἕτερον δὲ τὸ ‘ἐν ἀλλοτρίῳ εὐόριστον’· τὸ γὰρ ὕδωρ ἐν μὲν τῷ οἰκείῳ τόπῳ ἀόριστόν ἐστι καὶ διακέχυται, ἐν ἀλλοτρίῳ δὲ τόπῳ περιορίζεται, οἷον ἐν κυάθῳ ἢ ἄλλῳ τινί. ὁ γὰρ ἀποδοὺς πολλὰ ἔοικεν ἀγνοεῖν ὅτι πολλὰ ἀποδέδωκεν. ἐὰν δὲ ἀποδῷ ἴδιον εἶναι ὑγροῦ τὸ εἰς ἅπαν ἄγεσθαι σχῆμα, καλῶς ἐποιήσατο τὴν τοῦ ἰδίου ἀπόδοσιν· εἰ γὰρ ἐν στρογγύλῳ τινὶ ἐμβληθείη, στρογγυλῶδες καὶ αὐτὸ γίνεται· ὁμοίως καὶ εἰ εἰς ἄλλο τι σχῆμα ὁποιονοῦν.

“因为这样的东西变得毫无用处。” [这是因为],把多个特有属性作为一个给出的人,显然不认为它们中的每一个足以构成特有属性的给出。例如,若有人说火的特有属性是“最微薄且最轻的”;因为两者之一,要么是“最微薄的”,要么是“最轻的”,是多余且无用的。又或者,说“水是容易在他物中被界定的湿润物体”的人,给水指定了一个特有属性“湿润物体”,又指定了另一个“容易在他物中被界定的”;因为水在自身的场所中是无界定且弥散的,但在他物的场所中,例如在勺子或其他某物中,是受到界定的。因为给出许多特有属性的人似乎不知道自己给出了许多。但如果他给出湿润之物的特有属性是“被塑造成一切形状”,他就恰当地给出了特有属性;因为若被注入某个圆形之物中,它自身也变得接近圆形;同样,若被注入任何其他形状中亦然。

语法注3 条
  1. 5.22ἢ ὁ εἰπὼν ἐπιστήμης ἴδιον εἶναι ὑπόληψιν ἀμετάπειστον ὑπὸ λόγου, ἓν ὄν

    ἢ ὁ εἰπὼν ... 与前文不当指定的例子(如 [εἰπών] ζῴου ἴδιον τὸ ἔμψυχον)并列,在 ἢ 之后省略了主要述谓(“或者[正如]说了……[的人一样]”)。末尾的中性宾格分词 ἓν ὄν 并非修饰前方的阴性名词 ὑπόληψιν,而是修饰其所指的“知识”或作为同位语附加于给出的规定本身(“作为一”)。

  2. 5.23εἰ μὴ ἄρα ζῴου ἴδιον ὡς ἀεὶ ὑπάρχον

    条件从句 εἰ μὴ ἄρα 为习语,意为“除非确实”(表示例外或保留)。补充省略的述谓(ἴδιον [ἐστι])后,它对前句“有生命并非动物的固有属性”进行了保留,即“除非作为恒常内在于其中的属性而被视为动物的特有属性”。

  3. 5.25Ὅτι ὁ τὰ πλείω ἴδια ὡς ἓν ἀποδιδοὺς δῆλον ὡς ἕκαστον αὐτῶν οὐχ ἡγεῖται αὔταρκες εἶναι

    Ὅτι 引导对引文的解释(“[这是因为]……”)。在句法结构上,作为 δῆλον [ἐστιν] ὡς(“显然……”)之后从属分句主语的名词短语 ὁ τὰ πλείω ἴδια ὡς ἓν ἀποδιδούς(“把多个特有属性作为一个给出的人”)被前置到了句首(提前结构/倒装)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:380.21-382.14