- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:378.23-380.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论题篇》第5卷130a8–130a29,考察在确立特有属性时避免歧义与两可的规则、基体本身具多义时的缺陷,以及通过词语或定义的重复进行反驳的两种方式。
" Κατασκευάζοντα δὲ εἰ μὴ πλείω σημαίνει." Πολλὰ γὰρ καθ’ αὑτὰ μὲν λεγόμενα οὐκ ἔστι τῶν πολλὰ σημαινόντων, συντεθέντα δὲ ἀλλήλοις πλείω σημαίνει· καὶ πάλιν ἔστιν ἃ καθ’ αὑτὰ μὲν λεγόμενα πλείω σημαίνει, συντεθέντα δὲ οὐκέτι, ὡς ἐδείχθη ἐν τῷ Περὶ τοῦ πολλαχῶς Θεοφράστου. ἐν γὰρ τῷ ἐπίστασθαι γράμματα τὸ συναμφότερον ἀμφίβολον μηδετέρου τῶν ὀνομάτων ὁμωνύμου ὄντος καθ’ αὑτό·1 τὸ αὐτὸ καὶ τὸ τὸν Δίωνα τὸν Πλάτωνα τύπτειν· τὰ μὲν γὰρ ὀνόματα ἁπλᾶ, ὁ δὲ ἐξ αὐτῶν συγκείμενος λόγος ἀμφίβολος· πάλιν ἐν τῷ ‘ἀετὸς πέτεται, κύων ὑλακτεῖ’ τὰ μὲν ὀνόματα ὁμώνυμα, οἱ δὲ λόγοι ἁπλοῖ. τὸ δὲ κατὰ τοῦτο προστίθησιν, ὡς εἴρηται, ὅτι καὶ ἐνδέχεται ὡς ἴδιόν〈τί〉 τινος ἀποδεδόσθαι οὐκ ὂν ἴδιον χωρὶς ὁμωνυμίας ἢ ἀμφιβολίας καὶ κατὰ ἄλλην τινὰ ἁμαρτίαν ἁμαρτάνειν τὸν ἀποδιδόντα τὸ ἴδιον· ὥστε οὐ πάντως ἴδιον ὃ μὴ τούτων τι ἔχει, ἀλλ’ ὅσον γε κατὰ τοῦτο ὑγιὴς ἡ ἀπόδοσις. Κατασκευάζοντα οὖν, φησί, δεῖ σκοπεῖν εἰ τὸ ἀποδοθὲν ἴδιον οὔτε δι’ ὁμωνύμου ἀπεδόθη φωνῆς οὔτε διὰ λόγου πλεοναχῶς λεγομένου, ὥσπερ εἴ τις θείη τοῦ πυρὸς ἴδιον εἶναι τὸ σῶμα εὐκινητότατον εἰς τὸν ἄνω τόπον· οὔτε γὰρ τὸ σῶμα αὐτὸ καθ’ ἑαυτὸ οὔτε τὸ εὐκινητότατον εἰς τὸν ἄνω τόπον πλείω σημαίνει, ἀλλ’ οὐδὲ τὸ σύνολον, τουτέστι τὸ ἐκ τούτων συντιθέμενον, ἤγουν αὐτὸς ὁ λόγος δι’ οὗ ἀπεδόθη τὸ ἴδιον.
“而在肯定确立时,它是否不表示多种含义。” 因为许多事物在就其自身被言说时不属于表示多种含义之列,但彼此结合时却表示多种含义;反之,有些事物在就其自身被言说时表示多种含义,但在结合时却不再如此,正如在泰奥弗拉斯托斯的《论多义》中所表明的那样。因为在“认识文字”中,结合后的整体是两可歧义的,尽管这两个词就其自身而言都不是同名异义的;“狄翁打柏拉图”也是同样的情况;因为词语本身是单纯的,但由它们组成的说明却是两可歧义的;反之,在“鹰在飞,狗在吠”中,词语是同名异义的,但说明却是单纯的。正如所说,他补充了“按照这一点”,是因为某物并非某物的特有属性,却完全可能在没有同名异义或两可歧义的情况下被当作特有属性指定,并且指定特有属性的人也可能按照某种其他错误而犯错;因此,不具有这些缺陷的事物未必就是特有属性,而仅仅是就这一点而言该指定是健全的。他说,因此在肯定确立时,必须考察所指定的特有属性是否既没有通过同名异义的语声被指定,也没有通过具有多重含义的说明被指定,正如有人若把火的特有属性设定为“最易向上方场所运动的物体”一样;因为无论“物体”就其自身而言,还是“最易向上方场所运动”,都不表示多种含义,而且整体本身,即由这些结合而成的东西,也就是用以指定特有属性的说明本身,也[不表示多种含义]。
"Εἰ πλεοναχῶς λέγεται." Πάλιν ἀνασκευάζοντα μέν, φησί, δεῖ σκοπεῖν εἰ πλεοναχῶς λέγεται τὸ ὑποκείμενον, οὗ τὸ ἴδιον ἀποδέδοται, καὶ οὐ διώρισται ποίου τῶν σημαινομένων 〈ὑπὸ τοῦ〉 ὑποκειμένου ἀποδέδοται τὸ ἴδιον· οὕτω γὰρ ἀποδοθὲν οὐ καλῶς ἀποδέδοται. [δι’ ἃς δὲ αἰτίας οὐκ ἂν εἴη καλῶς ἀποδεδομένον τὸ ἴδιον, καὶ αὐτὸς μέν, ὥς φησιν, εἴρηκε πρὸ ὀλίγου, ἡμεῖς δ’ ἱκανῶς ἐπεσημηνάμεθα· τὰ γὰρ αὐτὰ κἀν τούτῳ συμβαίνειν ἄτοπα ἀναγκαῖον ἃ καὶ ἐν τοῖς πρότερον συνέβαινε. λαμβάνει οὖν εἰς παράδειγμα τὸ ἐπίστασθαι τοῦτο ὡς ὑποκείμενον, ὃ σημαίνει πλείονα· τὸ μὲν γὰρ σημαίνει ὅτι ἔχει αὐτὸ ἐπιστήμην, τὸ δὲ τὸ ἐπιστήμην εἶναι αὐτοῦ, τουτέστι τὸ ἐπιστητὸν εἶναι αὐτὸ ἐνεργείᾳ. οὐ δεῖ οὖν τοῦ ἐπίστασθαι τοῦτο ὑποκειμένου πειρᾶσθαι τὸ ἴδιον αὐτοῦ ἀποδιδόναι, πρὶν ἂν διορισθῇ ποίου τῶν σημαινομένων ὑπ’ αὐτοῦ ζητεῖται ἀποδοθῆναι τὸ ἴδιον. εἰ δὲ οὐ σημαίνει τὸ ὑποκείμενον πολλὰ ἀλλ’ ἕν, οἷον ὁ ἄνθρωπος, τότε δεῖ αὐτοῦ ἴδιον ἀποδοῦναι.] " Δι’ ἃς δὲ αἰτίας, οὐκ ἄδηλόν ἐστιν ἐκ τῶν πρότερον εἰρημένων." Καὶ γὰρ ἀσαφὲς τὸ λεγόμενον τῷ μὴ γνώριμον εἶναι τίνος τῶν σημαινομένων ὑπὸ τοῦ ὁμωνύμου τὸ ἴδιον ἀποδίδωσι, καὶ * ἀφορμὴν ἀνασκευῆς,2 ἂν ἄλλο τι τῶν σημαινομένων ὑπὸ τοῦ ὀνόματος, οὗ μή ἐστι τὸ ἀποδοθὲν ἴδιον, προχειρισάμενος ἐπ’ αὐτοῦ ποιῆται τὸν ἔλεγχον.
“如果具有多重含义。” 他说,再次在反驳时,必须考察被指定特有属性的基体是否具有多重含义,并且未曾辨明特有属性所指定的是该基体所表示的哪一种含义;因为这样指定的特有属性未被恰当指定。[至于特有属性为何未被恰当指定的原因,正如他所说,他不久前已经讲过,而我们也已充分指出;因为在以前的情况下所出现的荒谬,在这一情况下也必然会出现。因此,他把“认识这个”作为具有多重含义的基体取作例证;因为一方面它表示它本身具有知识,另一方面它表示有关于它的知识存在,即它本身在现实中是被认识的对象。因此,绝不能在辨明探索指定的特有属性属于由它所表示的哪一种含义之前,就试图给出这一“认识这个”之基体的特有属性。但如果基体不表示多种含义而是像人那样表示单一含义,那么就应当给出它的特有属性。]“至于由于何种原因,从之前所说的话来看并非不明朗。” 因为由于人们不知道他给出的是同名异义词所表示的哪一种含义的特有属性,所说的话便是不明晰的;而且如果有人提出由该名称所表示的、且所指定的特有属性并不属于它的另一种含义,并就此进行反驳,这[就提供了]反驳的出发点。
"Οἷον ἐπεὶ τὸ ἐπίστασθαι τοῦτο πολλὰ σημαίνει." Τὸ ἐπίστασθαι τοῦτο δύο σημαίνει, ἢ τὸ ἐπιστήμην αὐτὸ ἔχειν ἢ τὸ ἐπιστήμην αὐτοῦ εἶναι, καὶ ἑκάτερον διχῶς, ἢ καθ’ ἕξιν ἢ κατὰ προχείρισιν.
“例如,既然‘认识这个’表示多种含义。” “认识这个”表示两层含义:要么是它本身具有知识,要么是有关于它的知识存在;而每一种含义又各以两种方式存在,要么按照状态,要么按照现行运用。
"Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ πλεονάκις εἴρηκε τὸ αὐτὸ ἐν τῷ ἰδίῳ." Κατὰ δύο τρόπους φησὶ συμπίπτειν τὸ πλεονάκις ἀποδίδοσθαι τὸ αὐτὸ ἴδιον· καθ’ ἕνα μέν, εἴ τις τὸ αὐτὸ ὄνομα δὶς ἢ τρὶς λάβοι ἐν τῇ ἀποδόσει τοῦ ἰδίου [τὸ αὐτὸ ὄνομα πλεονάκις], οἷον εἰ πυρὸς ἴδιον ἀποδοίη τις λέγων σῶμα τὸ λεπτότατον τῶν σωμάτων· ἔλαβε γὰρ δὶς τὸ σῶμα· καθ’ ἕτερον δέ, ὅταν ἀντὶ ὀνομάτων λόγον ἀποδῷ,3 ὡς εἴ τις φήσειε γῆς ἴδιον εἶναι τὸ οὐσία ἡ μάλιστα κατὰ φύσιν φερομένη τῶν σωμάτων εἰς τὸν κάτω τόπον· εἴ τις γὰρ ἐνταῦθα μεταλάβοι τὸ ὄνομα τῶν σωμάτων εἰς τὸν λόγον αὐτῶν, ὅς ἐστι τὸ οὐσιῶν τοιωνδί, τουτέστι τριχῇ διαστατῶν μετὰ ἀντιτυπίας (τὰ γὰρ τέσσαρα στοιχεῖα τριχῇ διαστατά εἰσι), τὸ ‘οὐσία’ πλεονάκις ἔλαβε. τεσσάρων δὲ ὄντων τῶν στοιχείων φανερὸν ὅτι ἡ γῆ τὸν κατώτατον ἐπέχει τόπον.
“其次,在反驳时,是否在特有属性中多次说了同样的话。” 他说,多次指定同样的特有属性以两种方式发生:就一种方式而言,如果有人在指定特有属性时两次或三次使用了同一个词,例如若有人在指定火的特有属性时说“物体中最微薄的物体”;因为他两次使用了“物体”;就另一种方式而言,当他用说明代替词语时,例如若有人说土的特有属性是“诸物体中最自然地向下方场所运动的实体”;因为若有人在这里把“诸物体”这一词语替换为它们的说明,即“具有如此性质的实体”,也就是“具有抗拒性且向三方伸展者”(因为四元素皆向三方伸展),他就多次使用了“实体”。在有四元素存在的情况下,显然土占据着最下方的场所。
- 5.17ἐν γὰρ τῷ ἐπίστασθαι γράμματα τὸ συναμφότερον ἀμφίβολον μηδετέρου τῶν ὀνομάτων ὁμωνύμου ὄντος καθ’ αὑτό
整句骨架为 τὸ συναμφότερον [ἐστιν] ἀμφίβολον(结合的整体是两可的),μηδετέρου τῶν ὀνομάτων ὁμωνύμου ὄντος καθ’ αὑτό 为带有让步意味的独立属格结构。
- 5.19καὶ * ἀφορμὴν ἀνασκευῆς
文本中带有脱文记号(*)。在句法上,它与前句的 ἀσαφὲς τὸ λεγόμενον... 并列,并呼应前文(关于130a5的注解)中出现的 ἔλεγχον / ἀφορμὰς ἐλέγχου παρέχει,需补出被省略的谓语动词(如 παρέχει),理解为“[提供]反驳的出发点”。
- 5.21ὅταν ἀντὶ ὀνομάτων λόγον ἀποδῷ
此句为接在 καθ’ ἕτερον [τρόπον] 之后的时间/条件从句。复数 ἀντὶ ὀνομάτων(代替名词/词语)与单数 λόγον(说明/定义)相对,指后文例证中所展示的将名词“诸物体”替换为其定义(“诸实体……”)的操作。
