- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:376.31-378.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《论题篇》卷五第2至3章,论述了通过更为可知的事物来肯定确立特有属性的论题(在特定方面确立其恰当性),以及在特有属性包含同名异义词或句法两可歧义时,如何将回答者引向矛盾从而予以反驳的论题。
" Κατασκευάζοντα δὲ εἰ διὰ γνωριμωτέρων κεῖται τὸ ἴδιον." Ὅτι δεῖ τὸν κατασκευάζοντα διὰ γνωριμωτέρων καθ’ ἑκάτερον τῶν τρόπων τὴν ἀπόδοσιν τοῦ ἰδίου ποιεῖσθαι τῷ αὐτοῦ τοῦ πράγματος γνωριμώτερον εἶναι τὸ ἴδιον καὶ τὴν ὕπαρξιν αὐτοῦ·1 εἰ γάρ τι τούτων ἐνδεῖ, ἀσαφὴς ἡ ἀπόδοσις. προσθεὶς δὲ τὸ ἔσται γὰρ κατὰ τοῦτο καλῶς κείμενον, τῆς προσθήκης ταύτης αἰτίαν ἀπέδωκεν εἰπὼν τῶν γὰρ κατασκευαστικῶν τόπων τοῦ καλῶς οἱ μὲν τὸ καλῶς ἁπλῶς κατασκευάζουσιν, ὧν ὕστερον μνημονεύσει, οἱ δὲ κατὰ τοῦτο· ὁ γὰρ δείξας ἔχειν τι τόδε κατὰ τοῦτο καλῶς ἔχειν τὸ προκείμενον ἔδειξε, κἂν μὴ πάντῃ καλῶς ἔχῃ.
“而在肯定确立时,特有属性是否通过更为可知的事物而被确立。” 这是说,肯定确立者必须按照两种方式中的每一种,通过更为可知的事物来进行特有属性的指定,这是借由特有属性及其存在比事物本身更为可知来实现的;因为如果其中任何一项欠缺,这一指定就是不明晰的。他添加了“因为按照这一点它将是恰当确立的”,并说明了这一补充的原因,说:“因为在表示恰当的肯定论题中,有些单纯地确立其恰当(他随后将提及这些论题),而另一些则按照这一点[确立其恰当]”;因为表明某物具有此点的人,已经表明摆在面前的事物按照这一点处于恰当状态,即使它并非在所有方面都处于恰当状态。
"Ἔσται γὰρ κατὰ τοῦτο." [Εἰκότως πρόσκειται τὸ κατὰ τοῦτο, ἤγουν ὅτι κατὰ τούτους μὲν τοὺς τρόπους, καθό τε σαφὲς ὑπάρχει τὸ ἴδιον καὶ πρόδηλός ἐστιν ἡ τούτου ὕπαρξις, καλῶς ἀποδέδοται· κατὰ δὲ τοὺς ἄλλους τρόπους ἴσως, τουτέστιν εἰ μὴ ἀντιστρέφει, εἰ μὴ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχει, οὐχ εὑρεθήσεται καλῶς ἀποδοθέν. τῶν γὰρ κατασκευαστικῶν τόπων τοῦ καλῶς ἀποδεδόσθαι τὸ ἴδιον οἱ μὲν κατὰ τοῦτο μόνον κατασκευάζουσιν αὐτὸ καλῶς ἀποδοθέν, ἤγουν κατά τε τὸ σαφὲς καὶ γνώριμον εἶναι τὸ ἴδιον καὶ κατὰ τὸ πρόδηλον εἶναι τὴν αὐτοῦ ὕπαρξιν, κατὰ δὲ τοὺς ἄλλους τρόπους, ἤγουν τό τε ἀντιστρέφειν καὶ τὸ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχειν, ἴσως οὐ δεικνύουσι καλῶς ἀποδοθέν, οἱ δὲ ἁπλῶς δείξουσιν, ἤγουν κατὰ πάντα τρόπον καθ’ ὃν συνίσταται τὸ ἴδιον καλῶς ἀποδοθέν.] " Ἔπειτ’ ἀνασκευάζοντα μέν." Εἴ τι τῶν ὀνομάτων, φησί, τῶν ἐν τῷ ἰδίῳ πλεοναχῶς λέγεται ἢ καὶ ὅλος ὁ λόγος πλείω σημαίνει, ἀσαφὲς τοῦτο ἔλεγχον παρέχει. Εἰκότως δὲ προσέθηκε τὸ ἢ καὶ ὅλως ὁ λόγος· οὐ μόνον γὰρ ἐπὶ τῶν ὁμωνύμων φωνῶν εὑρίσκεται τὸ πλεοναχῶς λέγεσθαι ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου, ὃ καλεῖται ἀμφιβολία, ὡς ἐν τῷ “γένοιτο, Ζεῦ, τὸν σῦν καταβαλεῖν ἐμέ”·2 δύναται γὰρ καὶ διὰ λόγου ἀποδίδοσθαι τὸ ἴδιον, ὡς τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. δεῖ οὖν, φησίν, ὁρᾶν εἰ δι’ ὁμωνύμου φωνῆς ἀποδέδοται τὸ ἴδιον ἢ διὰ λόγου ἀμφιβολίαν ποιοῦντος, καὶ οὕτως ἀνασκευάζειν καὶ ἀποδεικνύναι μὴ καλῶς ἀποδεδομένον τὸ ἴδιον.
“因为按照这一点。” [补充“按照这一点”是合情合理的,也就是按照这些方式而言——由于特有属性是明晰的且其存在显而易见——它是被恰当地指定的;但按照其他方式或许(即如果不换位,或者如果不属于唯一者、所有者以及常在),它就不会被发现是被恰当指定的。因为在肯定特有属性被恰当指定的论题中,有些仅按照这一点确立它是被恰当指定的,也就是按照特有属性明晰且可知,以及按照其存在显而易见[来确立],而在其他方式上(也就是换位,以及属于唯一者、所有者和常在)它们或许并未表明它是被恰当指定的;但另一些论题将单纯地表明,也就是按照特有属性被恰当指定得以成立的一切方式来表明。]“其次,在反驳时。” 他说,如果特有属性中的任何词语具有多重含义,或者甚至整个说明都表示多种事物,这种不明晰性就提供了反驳。他补充说“或者甚至整个说明”是合情合理的;因为具有多重含义不仅在同名异义的语声中被发现,而且也在说明中[被发现],这被称为两可歧义,正如在“宙斯啊,但愿我击倒野猪(或野猪击倒我)”中一样;因为特有属性也可以通过说明来指定,例如“能够接受理智和知识者”。他说,因此必须考察,特有属性是通过同名异义的语声被指定的,还是通过产生两可歧义的说明被指定的,并以此来进行反驳,证明特有属性未被恰当地指定。
"Ἔτι δὲ πρὸς τούτοις." Ἔτι, φησί, πρὸς τούτοις ἔλεγχόν τινα 〈ἢ τινας〉 ἀφορμὰς ἐλέγχου παρέχει ἡ τοιαύτη ἀπόδοσις. ἐπεὶ γὰρ οὐ κατὰ πάντα τὰ σημαινόμενα ὑπὸ τοῦ πολλαχῶς λεγομένου τὸ ἴδιον δηλοῦται, ἔστι μεταφέροντα τὸ ὄνομα ἢ τὸν λόγον ἐπὶ τῶν ἄλλο τι σημαινόντων ἀνασκευάζειν3 τὸ ἀποδοθὲν ὡς οὐκ ἴδιον. [Ἔλεγχος δέ ἐστι τὸ τὸν προσδιαλεγόμενον εἰς ἀντίφασιν περιάγειν τὸν ἀποκρινόμενον. ἐν γὰρ τῇ τοῦ ἰδίου δι’ ὁμωνύμων λέξεων ἀποδόσει, οἷόν ἐστι τὸ αἴσθησιν ἔχειν, ἴσως ὁ μὲν ἀποκρινόμενος ἐξελάβετο αὐτὸ ἐπὶ τοῦ δυνάμει, ὡς διὰ τοῦτο καὶ τὸν κοιμώμενον λέγειν αἴσθησιν ἔχειν, ὁ δὲ ἐρωτῶν καὶ ποιῶν τὸν συλλογισμὸν οὐκ ἐπὶ τοῦ δυνάμει ἐκλήψεται τοῦτο ἀλλ’ ἐπὶ τοῦ ἐνεργείᾳ τοῦ διαφωνοῦντος καὶ διαφέροντος πρὸς τὸ δυνάμει, καὶ συλλογιεῖται ὅτι ὁ κοιμώμενος οὐκ ἐνεργεῖ κατὰ τὴν αἴσθησιν· ὁ δὲ μὴ κατὰ ταύτην ἐνεργῶν οὐχ ὁρᾷ· ὁ κοιμώμενος ἄρα οὐχ ὁρᾷ· πῶς οὖν σὺ φὴς τὸν κοιμώμενον αἰσθάνεσθαι; εἰ γάρ ᾐσθάνετο, καὶ ἑώρα.]
“此外除了这些。” 他说,此外除了这些,这样的指定还提供某种反驳或反驳的某些出发点。因为特有属性并不是按照多重含义之物所表示的全部含义被表明的,所以有可能通过将名称或说明转移到表示某种其他含义的事物上,从而将所指定之物作为并非特有属性加以反驳。[反驳就是将与自己对话的回答者引向矛盾。因为在通过同名异义字句指定特有属性时,例如“具有感觉”,回答者或许是就潜能而言理解它,从而因此也说睡眠者具有感觉;而提问并建构推论的人不会就潜能而言理解这一点,而是就与潜能不合且有别的现实而言理解这一点,并且将推论出:睡眠者并不按照感觉活动;而不按照此活动的人不看;因此睡眠者不看;那么你怎么能说睡眠者在感觉呢?因为如果他在感觉,他也就会在看了。]
- 5.13τῷ αὐτοῦ τοῦ πράγματος γνωριμώτερον εἶναι τὸ ἴδιον καὶ τὴν ὕπαρξιν αὐτοῦ
带冠词不定式短语 τῷ ... εἶναι 用作表示手段或原因的与格,修饰主句的 δεῖ ... τὴν ἀπόδοσιν ... ποιεῖσθαι(必须进行指定)。不定式 εἶναι 的主语是 τὸ ἴδιον καὶ τὴν ὕπαρξιν αὐτοῦ(特有属性及其存在),比较属格 αὐτοῦ τοῦ πράγματος(比事物本身)修饰 γνωριμώτερον。
- 5.15γένοιτο, Ζεῦ, τὸν σῦν καταβαλεῖν ἐμέ
句法歧义(两可歧义:ἀμφιβολία)的标准例句。在表愿望的祈愿语气 γένοιτο 之后的带对格的不定式结构(τὸν σῦν καταβαλεῖν ἐμέ)中,针对不定式 καταβαλεῖν,两个对格(τὸν σῦν 与 ἐμέ)既可以做主语对格也可以做直接宾语,从而产生了“我打倒野猪”或“野猪打倒我”的双重解读可能。
- 5.16ἔστι μεταφέροντα τὸ ὄνομα ἢ τὸν λόγον ἐπὶ τῶν ἄλλο τι σημαινόντων ἀνασκευάζειν
无人称动词 ἔστι(可以、可能)支配不定式 ἀνασκευάζειν(反驳),分词 μεταφέροντα 为对格,作为其泛指的逻辑主语(“[人]通过转移……”)。介词短语 ἐπὶ τῶν ἄλλο τι σημαινόντων 为中性复数属格,意为“转移到表示某种其他含义的事物上”。
