← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§375.14-376.30

破除归属基底不明确或存争议的特有属性

根据亚里士多德《论题篇》129b13–17,亚历山大阐述了破除不恰当指定的特有属性的第二个论题(特有属性属于其基底是不知或存在争议的),并借由灵魂是否首先存在于天生热或火之中的例子加以说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.11

" Τὸ δέ, εἰ μὴ γνωριμώτερόν ἐστι." Δεύτερον τόπον καὶ τοῦτον ἀνασκευαστικὸν ἐκτίθησι λέγων εἰ μὴ γνωριμώτερόν ἐστι τόδε τῷδ’ ὑπάρχον,1 τουτέστιν εἰ ἀμφισβητεῖται τὴν ὕπαρξιν ἔχειν τὸ ἀποδιδόμενον ἴδιον ἐν τῷδε τῷ ὑποκειμένῳ. οἷον εἴ τις θείη πυρὸς ἴδιον εἶναι τὸ ἐν ᾧ πρώτῳ πέφυκεν εἶναι ψυχήν· ἀμφισβητεῖται γὰρ εἰ ἐν τῷ ἐμφύτῳ θερμῷ ὑπάρχει ἡ ψυχή· ἄλλοι γὰρ ἐν τῷ πνεύματι ἀπέδωκαν εἶναι τὴν ψυχὴν καὶ ἄλλοι ἐν τῇ καρδίᾳ· ὥστε οὐκ ἔστι καλῶς ἔχον τὸ ἀποδοθὲν ἴδιον. δεῖ οὖν μὴ μόνον γνωριμώτερον εἶναι τὸ ἴδιον τοῦ ὑποκειμένου, ἀλλὰ καὶ ὅτι γνωριμώτερον καὶ μὴ ἀμφισβητούμενον ὑπάρχει ὑπάρχον τῷδε, τουτέστιν ὅτι ἔχει τὴν ὕπαρξιν ἐν τῷδε τῷ ὑποκειμένῳ. ὁ γὰρ μὴ εἰδὼς εἰ τὸ γελαστικὸν ὅλως ὑπάρχει τῷ ἀνθρώπῳ, οὐδ’ εἰ [τῷδε] τῷ ἀνθρώπῳ μόνῳ καὶ παντὶ [καὶ πρώτῳ] καὶ ἀεὶ ὑπάρχει εἴσεται· τὸ γὰρ κυρίως ἴδιον οὕτω πρόσεστι τῷ οὗ ἐστιν ἴδιον. τὸν οὖν μέλλοντα, φησί, κατασκευάζειν τὸ ἴδιον χρὴ σκοπεῖν εἰ γνωριμώτερον καὶ σαφέστερον αὐτὸ ἀπεδόθη, καὶ εἰ καθ’ ἑκάτερον τῶν εἰρημένων τρόπων, τοῦτ’ ἔστι τοῦ μήτε ἁπλῶς ἄγνωστον τὸ ἀποδοθὲν ἴδιον εἶναι2 μήτε γνωστὸν μὲν μὴ γνωριμώτερον δὲ τοῦ ὑποκειμένου πράγματος οὗ ἴδιον ἀπεδόθη· εἰ γὰρ μὴ ἀμφισβητεῖται ὅτι τόδε τὸ ἴδιον ὑπάρχει τῷ ὑποκειμένῳ, καὶ εἰ διὰ σαφῶν καὶ γνωρίμων εἴτε ὀνομάτων εἴτε λόγων ἀπεδόθη, φανερὸν ὅτι καλῶς ἀποδέδοται. οἱ γὰρ κατασκευαστικοὶ τόποι τοῦ καλῶς ἀποδεδόσθαι τὸ ἴδιον οἱ μὲν αὐτὸ τοῦτο μόνον τὸ καλῶς ἀποδεδόσθαι τὸ ἴδιον κατασκευάζουσι (τοῦτο γὰρ δηλοῖ τὸ κατὰ τοῦτο μόνον), οἱ δ’ ἁπλῶς δείξουσιν ὅτι καλῶς. ἁπλῶς δέ φησιν ἀντὶ τοῦ ‘καθόλου καὶ κυρίως’, οὓς καὶ μέλλει μετὰ ταῦτα παραδώσειν. καὶ ἐνταῦθα δὲ διὰ τοῦ παραδείγματος, ὃ ἐκτίθησι, σαφὲς ποιεῖ τὸ λεγόμενον· ὁ γὰρ ἀποδούς, φησί, ζῴου ἴδιον τὸ αἴσθησιν ἔχειν καλῶς ἀπέδωκε καὶ καθ’ ἑκάτερον τῶν εἰρημένων τρόπων, τουτέστιν ὅτι καὶ διὰ γνωριμωτέρων καὶ σαφεστέρων, καὶ ὅτι οὐκ ἀμφισβητεῖται τὸ ὑπάρχειν τῷ ζῴῳ τὸ αἰσθητικὸν εἶναι.

“而[第二点是],是否并非更为可知。” 他提出了第二个、同样是破除性的论题,即说这一点属于这一点是否并非更为可知,也就是被指定的特有属性在这一基底事物中具有其存在是否受到争议。例如,如果有人把“灵魂在本性上首先存在于其中的事物”确立为火的特有属性;因为灵魂是否属于天生热中是受到争议的,因为另一些人把灵魂指定为在气息中,还有一些人指定在心脏中;以致被指定的特有属性并不处于良好状态。因此,不仅特有属性必须比基底事物更为可知,而且它属于这一点也必须作为更为可知且无可争议者而存在,也就是在这一基底事物中具有其存在。因为不知道“能笑”究竟是否属于人的人,甚至也不会知道它是否仅属于[这]人、属于所有〔人〕[且首先]并总是属于;因为本义上的特有属性正是以这种方式属于它作为特有属性所属的事物的。他说,因此将要确立特有属性的人应当考察,它自身是否作为更为可知和更明晰者被指定,以及是否按照所说的两种方式中的每一种[被指定],也就是被指定的特有属性既非完全不可知,亦非虽然可知却并不比它作为特有属性被指定的基底事物更为可知;因为如果这一特有属性属于基底事物并未受到争议,且它是通过明晰且可知的名称或言辞被指定的,那么显而易见它是被恰当指定的。因为在肯定特有属性被恰当指定的诸论题中,有些仅确立特有属性被恰当指定的这本身(因为这就是“仅按照这一点”所表明的),而另一些则将单纯地表明其恰当。他说“单纯地”代替了“普遍且本义地”,这些论题他也正打算在此之后传授。在此处,他也通过所提出的例子使所说的内容明了;他说,因为把“具有感觉”指定为动物的特有属性的人,按照所说的两种方式中的每一种都恰当地作了指定,也就是既通过更为可知和更明晰的事物,又因为“具有感觉能力”属于动物这一点是无可争议的。

§5.12

"Ὥστε ὁποτέρου τούτων συμβάντος ἀσαφὲς γίνεται τὸ ἴδιον." [Τουτέστιν εἴτε ἀσαφές ἐστι τὸ ἴδιον, εἴτε οὐ πρόδηλόν ἐστιν ὅτι ὑπάρχει τῷ εἴδει οὗ ἴδιον ἀποδίδοται, ἀσαφῶς καὶ μὴ καλῶς ἀποδοθὲν τὸ ἴδιον ἀπελέγχεται. οἷον ὁ θεὶς ἴδιον τοῦ πυρὸς τὸ ἐν ᾧ πρώτῳ ψυχὴ πέφυκεν εἶναι οὐ καλῶς ἀποδέδωκε τὸ ἴδιον κατ’ ἄμφω τοὺς τρόπους, ὅτι τε ἀσαφές ἐστιν (ἀγνωστοτέρα γὰρ ἡ ψυχὴ τοῦ πυρός ἐστι), καὶ ὅτι οὐ πρόδηλός ἐστιν ἡ ὕπαρξις αὐτῆς· ἄδηλον γὰρ εἰ πρώτῳ πυρὶ ἐνυπάρχει ἡ ψυχή. σαφηνιστέον δὲ τὸν περὶ τούτου λόγον. πῦρ μὲν λέγουσιν οἱ τοῦτο τιθέμενοι τὸ ἔμφυτον θερμόν, οὗ φασιν ὄχημα εἶναι τὴν ψυχήν· ἐν τούτῳ γὰρ φαίνεται καὶ ἔνεστιν αὕτη, καὶ χωρὶς αὐτοῦ οὐ δύναταί τι ἐνεργῆσαι· νεκροποιὸν γὰρ τὸ ψυχρὸν καὶ ἀκινησίαν ἐμποιοῦν. ἡ γὰρ κινητικὴ καὶ ἡ θρεπτικὴ ψυχὴ καὶ αἱ ἄλλαι δυνάμεις αὐτῆς διὰ τοῦ ἐμφύτου θερμοῦ ὡς δι’ ὀργάνου τινὸς τὰς πέψεις καὶ θρέψεις τοῦ ζῴου καὶ τὰς κινήσεις καὶ τὰς αὐξήσεις καὶ τὰς ἄλλας ἐνεργείας ἀποτελοῦσιν.]

“以致无论其中哪一种发生,特有属性都会变得不明晰。” [也就是说,无论特有属性是不明晰的,还是它属于它作为特有属性被指定的物种并非显而易见,特有属性都会作为不明晰且不恰当地被指定而遭到反驳。例如,把“灵魂在本性上首先存在于其中的事物”确立为火的特有属性的人,按照两种方式都没有恰当指定特有属性,既因为它是指不明晰的事物(因为灵魂比火更为未知),又因为它的存在并非显而易见;因为灵魂是否首先内在于火中是不清楚的。而关于这一点的说明必须予以阐明。主张这一点的人将天生热称为火,他们称灵魂是其载体;因为灵魂显现于其中并在其中,且没有它就不能施行任何现实活动;因为冷性致死并带来不动性。因为动力的灵魂、营养的灵魂及其其余的能力,通过天生热如同通过某种工具一般,完成动物的消化与营养、运动与生长以及其余的现实活动。]

语法注2 条
  1. 5.11εἰ μὴ γνωριμώτερόν ἐστι τόδε τῷδ’ ὑπάρχον

    分词短语 τόδε τῷδ’ ὑπάρχον 用作表语形容词 γνωριμώτερον 的主语(即“这一点属于这一点”)。此处直接承袭亚里士多德本文的句式,分词 ὑπάρχον 实词化地表达这一事实事态。

  2. 5.11τοῦ μήτε ἁπλῶς ἄγνωστον τὸ ἀποδοθὲν ἴδιον εἶναι

    带属格冠词的不定式短语(τοῦ ... εἶναι)充当前文 τῶν εἰρημένων τρόπων(“所说的诸种方式”)的同位语(同位属性属格),具体阐明其内容(即“被指定的特有属性既非完全不可知……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:375.14-376.30