- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:373.27-375.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《论题篇》卷五第二章(129a26–129b2)的注释。亚历山大阐述了常在特有属性与一时特有属性在辩证论证难易程度上的差异,说明相对于他物的特有属性与偶性论题之间的关联,并解释了考察特有属性是否通过比主体本身及其从属关系“更为可知”的事物而被恰当指定的论题。
" Τὸ δ’ ἀεὶ πρὸς πολλοὺς χρόνους." Τὸ ἀεὶ ἴδιον πολλά, φησί, τὰ ἐπιχειρήματα χορηγεῖ τῷ τηροῦντι καὶ ἀποβλέποντι πρὸς ἅπαντας τοὺς χρόνους. δεῖ γὰρ ὁρᾶν εἰ τὸ καθῆσθαι μὴ ὑπάρχει νῦν τῷ Σωκράτει ἢ μὴ ὑπῆρξεν ἢ μὴ ὑπάρξει, ὥστε οὐκ ἔστι τὸ καθῆσθαι ἴδιον τοῦ Σωκράτους.1
“而常在的[特有属性]则着眼于多个时间。” 他说,常在的特有属性为观察并着眼于一切时间的人提供了许多论证。因为必须看“坐着”现在是否不属于苏格拉底,或者过去不属于,或者将来不属于,以致“坐着”并不是苏格拉底的特有属性。
"Τὸ δὲ ποτὲ πρὸς τὸν νῦν λεγόμενον χρόνον ἐπισκοποῦμεν." Ἐπὶ δὲ τοῦ ποτὲ ἰδίου οὐκ εἰσὶ λόγοι καὶ ἐπιχειρήματα πολλά, διότι ἐπὶ τοῦ νῦν μόνον χρόνου σκοποῦμεν. καὶ εἰ μὲν ἔστι τῷ Σωκράτει νῦν τὸ καθῆσθαι, ἔστι καὶ ἴδιον αὐτοῦ· εἰ δὲ οὐκ ἔστι νῦν, οὐδὲ ἴδιον αὐτοῦ εἴη ἄν. ἐπὶ γὰρ τοῦ παρεληλυθότος καὶ μέλλοντος τὸ ποτὲ οὐ σκοποῦμεν, ἀλλὰ πρὸς τὸ νῦν· πρὸς γὰρ τοῦτον τὸν χρόνον ἐν ᾧ ὑπάρχειν αὐτῷ λέγεται τὸ ποτὲ ἴδιον. οὐκ εὔπορος δὲ πρὸς τὸ οὕτως ἴδιον ἡ ἐπιχείρησις ἀπὸ ἑνός τινος γινομένη χρόνου. λογικὸν δέ, φησί, τοῦτ’ ἔστι πρόβλημα πρὸς ὃ λόγοι γίνονται καὶ συχνοὶ καὶ καλοί· τὰ γὰρ εὐεπιχείρητα καὶ πολλὰς ἀφορμὰς ἔχοντα λογικὰ καλεῖ.
“而一时的[特有属性],我们则着眼于现在所说的时间来考察。” 然而在一时的特有属性中,并不存在许多言论和论证,因为我们仅着眼于现在的时间进行考察。如果“坐着”现在属于苏格拉底,它也就是他的特有属性;但如果现在不属于,它也就不会是他的特有属性。因为对于一时的[特有属性],我们并不就过去和未来进行考察,而是着眼于现在;因为〔我们〕着眼于一时的特有属性被说成属于他的这一时间〔进行考察〕。然而,针对以此种方式存在的特有属性的论证并非轻而易举,因为它是从单一的时间出发作出的。他说,一个问题如果有频繁且优秀的论据被提出来,它就是辩证的问题;因为他把那些易于论证并具有许多出发点的问题称为辩证的。
"Τὸ μὲν οὖν πρὸς ἕτερον ἴδιον ῥηθὲν ἐκ τῶν περὶ τὸ συμβεβηκὸς τόπων ἐπισκεπτέον." Καὶ γὰρ ἢ τοῦ ἀεὶ καὶ παντὶ ὑπάρχοντός ἐστι τὸ πρὸς ἕτερον ἴδιον, καὶ παραδίδωσι τοὺς πρὸς τοῦτο τόπους, ἢ τῶν ὡς ἐπὶ τὸ πλεῖστον καὶ οὐκ ἀεί. καὶ ἄντικρυς τὰ οὕτως ὑπάρχοντά τισι τῶν συμβεβηκότων ἐστίν. εἶπε δὲ καὶ ἐν τῷ πρώτῳ ὅτι τὰ συμβεβηκότα πολλάκις ἴδια γίνονται πρός τι. [[Δεῖ οὖν ἐν τούτοις ἐπισκέπτεσθαι καὶ λαμβάνειν τὰ ἐπιχειρήματα ἐξ ὧν εἴπομεν τόπων περὶ τοῦ συμβεβηκότος. ὡς γὰρ ὁ τὸ λευκὸν κατασκευάζων συμβεβηκέναι τῷ σώματι ἐκ τοῦ τινὶ μὲν ὑπάρχειν τινὶ δὲ μὴ ὑπάρχειν, οὕτω καὶ τὸ πρὸς ἕτερον ἴδιον μὴ ἀεὶ δὲ ὑπάρχον κατασκευάσει ἐκ τοῦ τισὶ μὲν ψυχαῖς ὑπάρχειν τισὶ δὲ μὴ ὑπάρχειν. ὥστε οἱ αὐτοὶ τόποι χρήσιμοί εἰσι καὶ πρὸς τὰ κατὰ συμβεβηκὸς προβλήματα καὶ πρὸς τὰ πρὸς ἕτερον καὶ ποτὲ ἴδια. ἐκ δὲ τῶν ῥηθησομένων τόπων θεωρητέον, φησί, κατασκευάζειν καὶ ἀνασκευάζειν τά τε καθ’ αὑτὰ ἴδια καὶ τὰ ἀεί.]]
“因此,相对于他物而表述的特有属性必须从关于偶性的论题出发来考察。” 因为相对于他物的特有属性,要么属于始终且全体属于的事物(并且他传授了针对这一点的论题),要么属于绝大多数情况下属于而非始终属于的事物。而以这种方式属于某些事物的东西,全然是属于偶性之列的。他在第一卷中也说过,偶性经常相对于某物而成为特有属性。因此在这些情况中,必须考察并从我们所说的关于偶性的论题中获取论证。因为正如将白确立为物体的偶性的人是从它属于某些而不属于某些出发的一样,他也将从属于某些灵魂而不属于某些出发,来确立并非始终属于的相对于他物的特有属性。因此,同样的论题既对偶性的问题有用,也对相对于他物的特有属性和一时的特有属性有用。他说,而从将要讲述的论题出发,应当考察如何确立和破除就其自身的特有属性以及常在的特有属性。
" Πρῶτον μὲν εἰ καλῶς." [[Πρῶτον τόπον ἐκτίθησιν ἀνασκευαστικὸν τὸν δεικνύοντα τὸ ἴδιον μὴ διὰ γνωριμωτέρων καὶ σαφεστέρων λόγων ἀποδεδομένον. τὸ γὰρ ἴδιον χάριν γνώσεως καὶ μαθήσεως τοῖς πράγμασιν ἀποδίδοται, ὥσπερ καὶ ὁ ὁρισμὸς πρὸς παράστασιν καὶ γνῶσιν τοῦ ὁριστοῦ. εἰ γοῦν ἀσαφὲς τὸ ἀποδεδομένον τινὸς ἴδιον, πῶς γνωρίσομεν τὸ εἶδος οὗ ἐστιν ἴδιον; οἷον εἴ τις ἀποδοίη τοῦ πυρὸς ἴδιον τὸ ὁμοιότατον εἶναι τῇ ψυχῇ, ἀσαφέστερον τοῦ πυρὸς ἴδιον ἀπέδωκε τὴν ὁμοιότητα τῆς ψυχῆς· μᾶλλον γὰρ γνωρίζομεν τὴν φύσιν τοῦ πυρὸς ἢ τὴν ψυχήν.]]
“首先,是否恰当地[指定]。” 他提出的第一个破除性论题,是指出特有属性并非通过更为可知和更明晰的言说而被指定的。因为特有属性被指定给事物是为了认识和学习,正如定义是为了被定义者的展示和认识一样。那么,如果某物被指定的特有属性是不明晰的,我们又怎能认识它作为特有属性所属的物种呢?例如,如果有人把“与灵魂最为相似”指定为火的特有属性,他就是把“灵魂的相似性”这一较不明晰的东西指定为了火的特有属性;因为比起灵魂,我们更认识火的本性。
" Ἓν μέν, εἰ μὴ διὰ γνωριμωτέρων ἢ γνωριμωτέρων." Καὶ τοῦτο διχῶς· ἢ γὰρ ὅλως ἀγνωστότερόν ἐστι τὸ ἀποδιδόμενον ἴδιον τοῦ οὗ ἔστιν ἴδιον· τὸ δέ, εἰ μὴ γνωριμώτερόν ἐστι τόδε τῷδε ὑπάρχον.2 δεῖ γὰρ οὐ μόνον εἶναι γνωριμώτερον τοῦ πράγματος, ἀλλὰ καὶ ὅτι τῷδε ὑπάρχει, γνωριμώτερον ὑπάρχειν· ὁ γὰρ μὴ εἰδὼς εἰ τῷδε ὑπάρχει, οὐδ’ εἰ τούτῳ ὑπάρχει μόνῳ γνωριεῖ. Ἀποδοτέον οὖν, φησί, τὸ ἴδιον διὰ γνωριμωτέρων· οὕτω γὰρ καλῶς ἂν μᾶλλον κατανοηθείη τὸ ὑποκείμενον. εἰ γὰρ ἀποδοθείη πυρὸς εἶναι ἴδιον τὸ ὁμοιότατον σφαιρικῇ ἀτόμῳ, οὐκ ἔσται καλῶς ἀποδεδομένον· μᾶλλον γὰρ δῆλον τί ἐστι πῦρ τοῦ τί ἐστιν ἡ σφαιρικὴ ἄτομος.
“一方面,是否并非通过更为可知的事物,或者通过更为可知的事物。” 而这也是双重的:要么被指定的特有属性完全比它作为特有属性所属者更为不可知;要么在另一方面,这一点属于这一点是否并非更为可知。因为不仅必须比事物自身更为可知,而且它属于这一点也必须作为更为可知者而存在;因为不知道它是否属于这一点的人,甚至也不会知道它是否仅属于这一点。他说,因此特有属性必须通过更为可知的事物来指定;因为这样基底事物才能更恰当地被理解。因为如果指定火的特有属性是“与球形原子最为相似”,它就不会是被恰当指定的;因为火是什么比起球形原子是什么更为明了。
- 5.6δεῖ γὰρ ὁρᾶν εἰ τὸ καθῆσθαι μὴ ὑπάρχει νῦν τῷ Σωκράτει ἢ μὴ ὑπῆρξεν ἢ μὴ ὑπάρξει, ὥστε οὐκ ἔστι τὸ καθῆσθαι ἴδιον τοῦ Σωκράτους.
εἰ从句引导间接疑问句,连词ὥστε连同后面的直陈式现在时οὐκ ἔστι表示推论性的结果。这表明要破除“常在特有属性”,只需发现“坐着”在过去、现在或未来的任何一个时间不属于苏格拉底即已足够。
- 5.10τὸ δέ, εἰ μὴ γνωριμώτερόν ἐστι τόδε τῷδε ὑπάρχον
该短语与前面的 ἢ γὰρ ὅλως ἀγνωστότερόν ἐστι... 相对,引出第二种备选情况。τὸ δέ 作对比性的副词性宾格(“在另一方面”),后接条件从句 εἰ μὴ γνωριμώτερόν ἐστι...。该从句的主语是分词短语 τόδε τῷδε ὑπάρχον,以名词性方式表达“这一点属于这一点”这一事实情况。
