- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:372.1-373.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《论题篇》卷五(128b37–129a17),注释者通过德性与知识的对比阐明属性是否仅在确定事物中体现的差异,解释了相对于他物的特有属性如何常在或多半成立,并阐述了为何就其自身与相对于他物的特有属性因能提供大量论据而被称作“辩证的”问题。
" Καθάπερ ἀρετῆς πρὸς ἐπιστήμην." [Ἡ μὲν γὰρ ἀρετὴ ἐν πλείοσι θεωρεῖται, καὶ ἐν τοῖς φυσικοῖς καὶ τεχνητοῖς, καὶ οὐκ ἐπί τινων ὡρισμένων λέγεται· τοῦ γὰρ ἀνθρώπου ἀρετὴ τὸ κατὰ νοῦν ἐνεργεῖν, ἵππου δὲ τὸ εὖ τρέχειν, οἰκίας δὲ τὸ κωλύειν τοὺς ὄμβρους καὶ τοὺς καύσωνας, κλίνης δὲ τὸ πρὸς ἀνάπαυσιν ἐπιτήδειον· ἡ δὲ ἐπιστήμη ἐν τακτοῖς καὶ ὡρισμένοις θεωρεῖται, τοῖς λογικοῖς δηλονότι μόνοις, ἤγουν τοῖς ἀνθρώποις. τὴν δὲ ἀρετὴν καὶ ἐπιστήμην ἔλαβεν οὐχ ὡς ἴδια ἀλλὰ πρὸς ἀπόδειξιν τοῦ ποῖα θεωρεῖται ἐν ὡρισμένοις ποῖα δὲ οὔ.]]1 Καθάπερ ἀρετῆς πρὸς ἐπιστήμην, ὅτι τὸ μὲν ἐν πλείοσι. Ὅτι ἡ μὲν ἀρετὴ ἐν πλείοσι δυνάμεσι τῆς ψυχῆς γίνεται (καὶ γὰρ ἐν τῷ παθητικῷ καὶ τῷ λογιστικῷ), ἡ δὲ ἐπιστήμη ἐν μόνῳ τῷ λογιστικῷ.
“正如德性相对于知识那样。” 因为德性在更多事物中被观察到,无论在自然物还是人造物中皆是如此,且并非就某些确定的事物而被表述;因为人的德性是依照理智活动,马的[德性]是善跑,房屋的[德性]是阻挡雨水与酷暑,床榻的[德性]是适于休憩;而知识则在固定的、确定的事物中被观察到,显然仅仅在有理性的事物中,也就是在人中。而他之所以采用德性与知识,并非视之为特有属性,而是为了证明何种事物在确定的事物中被观察到,何种事物则不然。 “正如德性相对于知识那样”,即前者存在于更多事物之中。 也就是说,德性在灵魂的更多机能中生成(因为它既在被动部分也在推理部分中生成),而知识仅在推理部分中[生成]。
"Ἔστι δὲ τὸ πρὸς ἄλλο ἴδιον ἀποδοῦναι." [Τὸ πρὸς ἄλλο ἴδιον, φησίν, ἢ ἐν πᾶσι θεωρεῖται καὶ ἀεί, ὡς τὸ δίπουν διαφορὰ ὂν ἐν πᾶσι τοῖς ἀνθρώποις θεωρεῖται καὶ ἀεί, ἢ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐν τοῖς πλείστοις. οἷον τὸ ἄρχειν ἴδιον μέν ἐστι τοῦ λογικοῦ, ἀλλ’ οὐκ ἀεὶ ὑπάρχει αὐτῷ, ἀλλ’ ἐπὶ μὲν τῶν ἀγαθῶν ἀνθρώπων ἄρχει τὸ λογικὸν τοῦ θυμικοῦ καὶ τοῦ ἐπιθυμητικοῦ καὶ ἀναχαιτίζει αὐτὰ τῆς ἀλόγου ὁρμῆς, ταῦτα δὲ ὑπηρετοῦσιν αὐτῷ· ἐπὶ δὲ τῶν μοχθηρῶν καὶ φαύλων ψυχῶν τοὐναντίον γίνεται, ταῦτα μὲν ἄρχουσι τοῦ λογικοῦ, τὸ δ’ ὑπείκει αὐτοῖς.]]
“而相对于他物的特有属性是可以指定的。” 他说,相对于他物的特有属性,要么存在于一切之中且常在(例如两足的是属差,存在于所有人类之中且常在),要么在绝大多数情况下且存在于多数之中。例如,统治是有理性部分的特有属性,但并非始终属于它;在善良的人身上,有理性部分统治着血气部分和欲望部分,制止它们产生非理性的冲动,而这两者服从于它;但在恶劣和低贱的灵魂中,情况适得其反:这两者统治着有理性部分,而它向它们屈服。
" Τῶν δὲ ἰδίων ἐστὶ λογικὰ μάλιστα." Λογικὰ προβλήματα λέγει τὰ ἐπιχορηγοῦντα πολλοὺς λόγους καὶ πολλὰ ἐπιχειρήματα καὶ ἰσχυρά· εἰσὶ δὲ ταῦτα τά τε καθ’ αὑτὰ καὶ ἀεὶ καὶ τὰ πρὸς ἕτερον. τὸ μὲν γὰρ πρὸς ἕτερον ἴδιον, φησί, τέσσαρα ποιεῖ προβλήματα· τὸ δὲ καθ’ αὑτὸ καὶ ἀεὶ πρὸς πολλὰ ἔστιν ἐπιχειρεῖν. καὶ γὰρ δεῖ λαμβάνειν τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ δεῖ τούτῳ τῷ ἰδίῳ χωρίζειν τὸν ἄνθρωπον ἀφ’ ἑκάστου τῶν ὄντων, οἷον ἵππου, βοὸς καὶ τῶν ἄλλων τῶν ἀνομοειδῶν. οὕτω γὰρ χωρίζοντες τὸν ἄνθρωπον ἀπὸ τῶν ἀνομοειδῶν πάντων ποιοῦμεν πολλὰ ἐπιχειρήματα· οἷον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἴδιον καθ’ αὑτὸ τοῦ ἀνθρώπου· λοιπὸν οὔτε τῷ ἵππῳ ἐστὶν ἴδιον οὔτε τῷ βοῒ οὔτε ἄλλῳ τῶν τοιούτων, ἀλλὰ τὸ τετράπουν. τὰ πρὸς ἕτερον οὖν ἴδια δύο 〈ἢ〉 καὶ τέσσαρα προβλήματα, ὡς εἴρηκε, ποιοῦντα πολλὰ ἐπιχειρήματα πρὸς ἕκαστον ἑαυτῶν ἐφέλκεται. τὸ δὲ καθ’ αὑτὸ καὶ κυρίως ἴδιον καὶ τοῦτο λογικόν ἐστιν,2 ὅτι δυνατὸν καὶ ἐξ αὐτοῦ πρὸς πλείονα ἐπιχειρεῖν ⟦ἤγουν πολλὰ ἐπιχειρήματα λαμβάνειν· ὁ γὰρ κατασκευάζων τὸ γελαστικὸν καθ’ αὑτὸ ἴδιον εἶναι τοῦ ἀνθρώπου δείκνυσιν αὐτὸ ἀντιστρέφον καὶ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχον. τὸ δὲ ἀεὶ ἴδιον ὁ κατασκευάζων πρὸς πλείονας χρόνους, ἤγουν τὸν παρεληλυθότα, τὸν ἐνεστῶτα καὶ τὸν μέλλοντα, παρατηρήσει καὶ σπουδάσει λαμβάνειν ἐξ αὐτῶν τὰ ἐπιχειρήματα, ὡς ὁ εἰπὼν τὸν θεὸν ζῷον ἀθάνατον εἶναι καὶ ἴδιον ὑπάρχειν αὐτὸ τῷ θεῷ δείξει καὶ κατὰ τὸν παρεληλυθότα χρόνον ἀθάνατον εἶναι καὶ κατὰ τὸν ἐνεστῶτα καὶ κατὰ τὸν μέλλοντα· εἰ γὰρ μὴ ἐφαρμόζει τοῦτο τῷ θεῷ κατά τινα τῶν τοιούτων χρόνων, ἀναιρεῖται, ὥσπερ καὶ τὸ καθ’ αὑτὸ δεῖ χωρίζειν τὸ εἶδος, οὗ ἐστιν ἴδιον, ἀφ’ ἑκάστου τῶν ὄντων· εἰ δὲ μή, οὐκ ἔσται καθ’ αὑτὸ ἴδιον. δεῖ δὲ γινώσκειν ὅτι τὸ ἀεὶ ἴδιον πλέον ἐστὶ τοῦ καθ’ αὑτό. πᾶν μὲν γὰρ καθ’ αὑτὸ καὶ κυρίως ἴδιόν ἐστι καὶ ἀεί, ὡς τὸ ἐπιστήμης δεκτικόν· οὐ πᾶν δὲ τὸ ἀεὶ ἴδιόν ἐστι καὶ καθ’ αὑτό· τὸ γὰρ δίπουν ἀεὶ μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, οὐ καθ’ αὑτὸ δὲ καὶ κυρίως διὰ τὸ εἶναι καὶ τοῖς ὀρνέοις. τὸ δὲ ποτὲ ἴδιον οὐ λέγεται λογικὸν πρόβλημα διὰ τὸ μὴ εἰς πολλοὺς λόγους ἐπιχειρεῖν· ἀπὸ μόνου γὰρ τοῦ χρόνου ἔχομεν ἐπιχειρεῖν πρὸς κατασκευὴν καὶ ἀνασκευὴν τούτου, καθ’ ὃν λέγομεν νῦν ὑπάρχειν αὐτό· οἷον τὸ ἐν γήρᾳ πολιοῦσθαι τὸν ἄνθρωπον κατασκευάσομεν, εἰ κατὰ τὸν καιρὸν τοῦ γήρως πάντας δείξομεν πολιουμένους.⟧
“而在特有属性中,最具有辩证性的是……” 他说,辩证的问题是指那些能够提供许多论证以及许多强有力推论的问题;而这些既包括就其自身而言且常在的问题,也包括相对于他物的问题。他说,因为相对于他物的特有属性会产生四个问题,而对于就其自身而言且常在的特有属性,则可以针对许多事物进行论证。因为必须选取“能够接受理智与知识”,并且必须用这一特有属性将人与现有事物中的每一者区分开来,例如与马、牛以及其他不同属种的事物。因为通过这样将人与所有不同属种的事物区分开来,我们便能作出许多论证;例如,“能够接受理智与知识”是人的就其自身的特有属性;因此它既不是马的特有属性,也不是牛或任何其他此类事物的特有属性,而“四足的”才是[它们的特有属性]。所以,相对于他物的特有属性如他所说产生两个甚至四个问题,将许多论证吸引到各自之上。而就其自身而言且严格意义上的特有属性也是辩证的,因为也可以从它出发针对更多事物进行论证,也就是获得许多论证。因为确立“能笑的”是人的就其自身的特有属性的人,会证明它是可换位的,并且仅仅、全体且始终属于[人]。而确立常在特有属性的人,将针对多个时间——即过去、现在与未来——进行观察,并努力从它们之中获得论证,正如说神是不死的生物且这一属性作为特有属性属于神的人,将证明神在过去的时间是不死的,在现在与未来也是如此;因为如果在这些时间的某一个中这并不适用于神,它就会被破除,正如就其自身的特有属性必须将它所属的物种与现有事物中的每一者区分开来一样;否则它就不是就其自身的特有属性。而且应当知道,常在的特有属性比就其自身而言的特有属性外延更广。因为每一个就其自身而言且严格意义上的特有属性也都是常在的,例如“能够接受知识”;但并非每一个常在的特有属性也都是就其自身的;因为“两足的”始终属于人,但并非就其自身而言且严格地[属于人],因为它也存在于鸟类之中。另一方面,一时的特有属性不被称为辩证的问题,因为它并不深入到许多论证之中;因为我们仅仅从我们声称它现在属于〔某物〕的那个时间出发,才有手段对其确立与破除进行论证;例如,如果我们在老年的时期证明所有人都变白发,我们就确立了人在老年变白发这一点。
- 5.3τὴν δὲ ἀρετὴν καὶ ἐπιστήμην ἔλαβεν οὐχ ὡς ἴδια ἀλλὰ πρὸς ἀπόδειξιν τοῦ ποῖα θεωρεῖται ἐν ὡρισμένοις ποῖα δὲ οὔ
动词 ἔλαβεν 的主语未明示,按上下文指亚里士多德。τὴν δὲ ἀρετὴν καὶ ἐπιστήμην 作其直接宾语,οὐχ ὡς ἴδια 充当宾语补足语(“并非作为特有属性”)。在介词短语 πρὸς ἀπόδειξιν 之后,中性单数属格冠词 τοῦ 将两个并列的间接疑问从句(ποῖα θεωρεῖται ἐν ὡρισμένοις 与 ποῖα δὲ οὔ)整体名词化,充当依附于 ἀπόδειξιν 的宾格性属格。
- 5.5τὸ δὲ καθ’ αὑτὸ καὶ κυρίως ἴδιον καὶ τοῦτο λογικόν ἐστιν
句首的主格短语 τὸ δὲ καθ’ αὑτὸ καὶ κυρίως ἴδιον 作为悬空主格(nominativus pendens)提出,随后在主句中由指示代词短语 καὶ τοῦτο(“这也”)进行复指,作为谓语 λογικόν ἐστιν 的语法主语。
