- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:370.12-371.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于《论题篇》第五卷第一章(128b16–128b34),解释了特有属性的分类(就其自身/常在的与相对于他物/一时的)之间的外延关系与区别,并阐释了源自相对特有属性的诸问题之数量(两个或四个)以及“就其自身的特有属性”之定义。
" Ἀποδίδοται δὲ τὸ ἴδιον ἢ καθ’ αὑτὸ καὶ ἀεὶ ἢ πρὸς ἕτερον καὶ ποτέ." Ἰστέον ὅτι ἐπὶ πλέον τὸ ἀεὶ τοῦ καθ’ αὑτό·1 τὸ μὲν γὰρ καθ’ αὑτὸ ἴδιον καὶ ἀεί, οὐ μὴν τὸ ἀεὶ πάντως καὶ καθ’ αὑτό· τὸ μὲν γὰρ καθ’ αὑτὸ ἀπὸ πάντων χωρίζει τῷ μόνῳ αὐτῷ ὑπάρχειν, πολλὰ δὲ τῶν ἀεὶ τισιν ὑπαρχόντων οὐ μόνοις ὑπάρχει. ὁμοίως καὶ τὸ πρὸς ἄλλο ἴδιον τοῦ ποτὲ ἐπὶ πλέον· τὸ γὰρ πρὸς ἄλλο ἴδιον ἢ ἐν ἅπασι καὶ ἀεὶ ἢ ἐν τοῖς πλείστοις καὶ ὡς ἐπὶ τὸ πολύ. διὰ ταῦτα καὶ τοῦ ἀεὶ τὸ πρὸς ἄλλο ἐπὶ πλέον. τὸ δὲ καθ’ αὑτὸ ἴδιον τοῦ πρὸς ἄλλο διαφέρει, ὅτι τὸ μὲν καθ’ αὑτὸ ἴδιον ἀπὸ πάντων χωρίζει, τὸ δὲ πρὸς ἄλλο οὐκ ἀπὸ πάντων. τὸ οὖν καθ’ αὑτὸ πάντων διαχωρίζει τῷ μόνῳ αὐτῷ ὑπάρχειν. τὸ δ’ ἀεὶ ὑπάρχον τινὶ ἴδιον λέγεται, οὐχ ὅτι καὶ μόνῳ, ἀλλ’ οὐδ’ ὅτι χωρίζει αὐτὸ ἀπὸ τοῦ τινός, ὡς τὸ πρὸς ἄλλο ἴδιον, ἀλλὰ δι’ αὐτὸ τοῦτο μόνον, διότι ἀεὶ ὑπάρχει. διὸ οὐδὲν κωλύει αὐτὸ πλειόνων εἶναι κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ ἰδίου ἴδιον. Πρόσκειται τὸ φύσει,2 διότι ἐμφαίνεται τὸ ἥμερον καὶ τοῖς ἀλόγοις ζῴοις· ἀλλ’ οὐκ ἔστιν αὐτοῖς φύσει, ἀλλ’ ἐκ χειροηθείας καὶ τιθασεύσεως. καὶ τοῖς ὀρνέοις ὑπάρχει τὸ ἥμερον, ἀλλ’ οὐ πᾶσι· τοῖς δὲ ἀνθρώποις πᾶσι. διὸ καὶ λέγεται φύσει τούτοις ἐνυπάρχειν. [Καθ’ αὑτὸ μὲν ἴδιον, ὃ καὶ κυρίως ἴδιον λέγεται, ὡς ἐν ταῖς Πέντε φωναῖς ἀποδίδοται, ὃ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχει, ἢ ἀεὶ μὲν ὑπάρχει μὴ μόνῳ δέ, ὡς τῷ θεῷ τὸ ἀθάνατον· ἀεὶ μὲν γὰρ ὑπάρχει αὐτῷ τοῦτο, οὐ μόνῳ δέ, ἐπεὶ καὶ οἱ ἄγγελοι καὶ αἱ ψυχαὶ ἀθάνατοι. πρὸς ἕτερον δὲ ἴδιον, ὡς εἴ τις εἴποι ἴδιον ἀνθρώπου τὸ δίπουν· πρὸς τὸ τετράπουν γὰρ λέγεται δίπουν. ἀλλὰ καὶ τῆς ψυχῆς ἴδιον λεγόμενον τὸ προστακτικὸν πρὸς ἕτερον ἀποδίδοται, ἤγουν πρὸς τὸ σῶμα· ἄρχει μὲν γὰρ καὶ προστάσσει ἡ ψυχὴ καὶ κινεῖ τὸ σῶμα, τὸ δὲ σῶμα ὑπηρετεῖ ταῖς κινήσεσι καὶ ὁρμαῖς τῆς ψυχῆς. τὸ δὲ περιπατεῖν ἐν τῷ γυμνασίῳ ἴδιον ῥηθήσεται τοῦ τινὸς ἀνθρώπου, ἀλλὰ ποτέ, ἤγουν καθ’ ὃν καιρὸν περιπατεῖ· οὐ γὰρ ἀεὶ περιπατεῖ. ἀλλὰ τὸ μὲν πρὸς ἕτερον ἴδιον ἀποδιδόμενον δύο προβλήματα ποιεῖ, εἰ τοῦδε μὲν καταφάσκεται, ὡς τοῦ ἀνθρώπου τὸ δίπουν, τοῦδε δέ, ἤγουν τοῦ ἵππου, ἀποφάσκεται. καὶ γὰρ εἰ ἐπιχειρήσει τις δεῖξαι ὅτι ὁ ἄνθρωπος οὐ δίπουν ἐστί, τοῦτο ἓν πρόβλημα ἔσται· καὶ πάλιν εἰ ἐπιχειρήσει δεῖξαι ὅτι ὁ ἵππος δίπουν ἐστί, τοῦτο ἕτερον πρόβλημα ἔσται. ἀναιρεῖται δὲ τὸ τοιοῦτον ἴδιον ἀμφοτέρως, ἤγουν εἴτε δείξει τις τὸν ἄνθρωπον τετράπουν εἴτε τὸν ἵππον δίπουν. χάριν δὲ παραδείγματος καὶ πρὸς ἔνδειξιν τοῦ δύο γίνεσθαι προβλήματα ἐκ τοῦ πρὸς ἕτερον ἰδίου τὸ τοιοῦτον παράδειγμα εἴληπται· ἀδύνατον γὰρ δειχθῆναι τὸν ἄνθρωπον τετράπουν ἢ τὸν ἵππον δίπουν. τέτταρα δὲ προβλήματα γίνονται ἀπὸ τοῦ τοιούτου ἰδίου, ἐὰν ἑκατέρου, τοῦ τε ἀνθρώπου καὶ τοῦ ἵππου, ἀποδώσεις τὰ ἴδια, τοῦ μὲν τὸ δίπουν τοῦ δὲ τὸ τετράπουν, οἷον ὅτι ὁ ἄνθρωπος δίπουν, ὁ δὲ ἵππος τετράπουν, καὶ ἐὰν ἑκάτερον ἑκατέρου ἀπαρνηθῇ, οἷον ὁ ἄνθρωπος οὐ δίπουν, ὁ ἵππος οὐ τετράπουν. εἴτε γὰρ εἴποι τις ‘ὁ ἄνθρωπος οὐ δίπουν ἐστίν’, εἴτε ‘ὁ ἄνθρωπος τετράπουν ἐστίν’, ἓν ἔσται πρόβλημα ἀναιροῦν τὸ τὸν ἄνθρωπον δίπουν εἶναι· ὁμοίως καὶ εἰ φήσειεν ‘ὁ ἵππος οὐ τετράπουν ἐστίν’ ἢ ‘δίπουν ἐστί’· διὰ γὰρ τούτου κἀκεῖνο ἀναιρεῖται, ὅτι ὁ ἵππος τετράπουν ἐστίν.]]
“特有属性要么就其自身而言且常在地被指定,要么相对于他物且一时地被指定。” 应当知道,“常在”比“就其自身而言”外延更广;因为就其自身的特有属性也是常在的,但常在者绝非在任何情况下也都是就其自身的;因为就其自身的[特有属性]由于仅属于它〔即主体〕而〔将其〕与一切事物相区分,但许多始终属于某些事物的东西却并非仅属于它们。同样,相对于他物的特有属性也比“一时”外延更广;因为相对于他物的特有属性,要么存在于一切之中且常在,要么存在于多数之中且在绝大多数情况下[如此]。由于这些原因,相对于他物的[特有属性]也比“常在”外延更广。而就其自身而言的特有属性与相对于他物的[特有属性]不同,因为就其自身的特有属性〔将主体〕与一切事物相区分,而相对于他物的[特有属性]并不〔将主体〕与一切事物[相区分]。因此,就其自身的[特有属性]由于仅属于它〔即主体〕而〔将其〕与一切事物相区分。另一方面,始终属于某物者被称为特有属性,并非因为它也仅属于[该物],也不是因为它如相对于他物的特有属性那样将它与某物相区分,而仅仅是因为这一点,即因为它始终属于。因此,按照特有属性的这一含义,没有任何东西阻止它是多个事物的特有属性。附加了“依本性”,是因为温顺也表现在无理性的动物身上;但对它们而言并非依本性存在,而是出于习惯与驯化。鸟类也具有温顺,但并非全部具有;而在人身上,则是全体具有。因此它也被说成是依本性内在属于这些人。就其自身的特有属性,也被严格地称为特有属性,正如在《五通论》中所指定的那样,是仅属于[该主体]、属于全体且常在的,或者常在但并非仅属于[该主体]的,例如“不死的”属于神;因为这始终属于神,但并非仅属于神,因为天使与灵魂也是不死的。另一方面,相对于他物的特有属性,就如有人说“两足的”是人的特有属性;因为[人]是相对于四足动物被称为两足的。而且,被称为灵魂之特有属性的“支配性的”,也是相对于他物即相对于身体而被指定的;因为灵魂统治、命令并运动身体,而身体服从于灵魂的运动与冲动。而在运动场漫步将被说成是某个特定人的特有属性,但只是一时的,也就是在他漫步的那个时刻;因为他并非一直在漫步。然而,相对于他物而指定的特有属性产生两个问题,如果它对这一个被肯定(如两足的对人),而对另一个(即对马)被否定。因为如果有人试图证明人不是两足的,这将是一个问题;如果他又试图证明马是两足的,这将是另一个问题。而这样的特有属性通过两种方式被破除,也就是无论有人证明人是四足的,还是证明马是两足的。而之所以采用这样一个例子,是出于举例的需要以及为了指明从相对于他物的特有属性中产生两个问题;因为要证明人是四足的或马是两足的是不可能的。另一方面,如果为两者——即人和马——各自指定特有属性,一方为两足的,另一方为四足的,例如人是两足的,而马是四足的,并且如果〔这两种属性〕各自对各自被否定,例如人不是两足的,马不是四足的,那么从这样的特有属性中就会产生四个问题。因为无论有人说“人不是两足的”,还是说“人是四足的”,都将是破除人是两足的这一主张的一个问题;同样,如果他说“马不是四足的”或“[马]是两足的”,也是如此;因为通过这也破除了那一点,即马是四足的。
" Ἔστι δὲ τὸ μὲν καθ’ αὑτὸ ἴδιον." [[Ὁρίζεται τὸ καθ’ αὑτὸ ἴδιον, καὶ φησὶ καθ’ αὑτὸ καὶ κυρίως ἴδιον εἶναι ὃ ἀποδίδοται πρὸς ἅπαντα, ἤγουν ὃ ἐφαρμόζει πᾶσι τοῖς μερικοῖς ἀνθρώποις τοῖς ὑπὸ τὸν ἄνθρωπον ἀναγομένοις καὶ δύναται χωρίζειν τὸν ἄνθρωπον ἀπὸ πάντων τῶν ἄλλων ζῴων. τὸ δὲ πρὸς ἕτερον ἴδιόν ἐστιν ὃ οὐ δύναται χωρίζειν καὶ διορίζειν τὸ εἶδος ἀπὸ πάντων τῶν ἄλλων ἀλλὰ ἀπό τινων τακτῶν καὶ ὡρισμένων, ὡς τὸ δίπουν χωρίζει τὸν ἄνθρωπον ἀπὸ πάντων τῶν τετραπόδων, οὐ μέντοι γε καὶ τῶν ὀρνέων.]]
“而就其自身而言的特有属性是……” 他定义了就其自身的特有属性,并指出就其自身而言且严格意义上的特有属性是相对于一切事物而被指定的,也就是适用于归属于人这一概念下的所有个别的人,并且能够将人与所有其他动物区分开来的属性。另一方面,相对于他物的特有属性,则是不能将该物种与所有其他事物区分和界定开来,而只能与某些固定的、确定的事物相区分,例如两足的将人与所有四足动物区分开来,但决不能也将人与鸟类区分开来。
- 5.1ἐπὶ πλέον τὸ ἀεὶ τοῦ καθ’ αὑτό
短语 ἐπὶ πλέον(外延更广)支配比较属格 τοῦ καθ’ αὑτό(比就其自身而言者),由中性单数定冠词名词化的副词短语 τὸ ἀεὶ(‘常在者’)作句子的主语。
- 5.1Πρόσκειται τὸ φύσει
引用主语构文,带有定冠词的与格副词短语 τὸ φύσει(‘依本性’一语)充当被动语态动词 πρόσκειται(被附加)的主语。
