← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§369.3-370.11

向特有属性的过渡与论题排序的根据

在《论题篇》第五卷开头,亚历山大指出亚里士多德已从属的问题过渡到特有属性的问题,并阐释了属、特有属性和定义的诸论题依此前后排列的逻辑理由,即本质性事物优于附随性事物,以及特有属性的判据可以直接应用于定义的检验。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.0

Παραδοὺς ἡμῖν ἐν τῷ πρὸ τούτου, τοῦτ’ ἔστι τῷ τετάρτῳ τῆς τῶν τοπικῶν πραγματείας, τοὺς τόπους, δι’ ὧν οἷόν τε πρὸς τὰ ἀπὸ τοῦ γένους προβλήματα ἐπιχειρεῖν κατασκευαστικῶς τε καὶ ἀνασκευαστικῶς, μεταβαίνει1 ἐντεῦθεν ἐπὶ τὰ ἀπὸ τοῦ ἰδίου προβλήματα, καὶ παραδίδωσι καὶ πῶς πρὸς ταῦτα ἐπιχειρεῖν δεῖ. καὶ προλαμβάνει ποσαχῶς τε τὸ ἴδιον, ὅτι τετραχῶς, καὶ τί ἕκαστον, καὶ τίς ἡ πρὸς ἄλληλα τούτων διαφορά. εἰκότως δὲ προετάγησαν οἱ μὲν πρὸς τὰ γενικὰ προβλήματα τόποι τῶν πρὸς τὰ ἰδικά, οἱ δὲ πρὸς τὰ ἰδικὰ τῶν πρὸς τὰ ὁρικά,2 διότι, δι’ ὧν τόπων δείκνυμεν ὅτι τόδε τοῦδε γένος ἐστί, διὰ τῶν αὐτῶν τούτων δείκνυμεν ὅτι τὸ παραληφθὲν γένος ἐν τῷ ὁρισμῷ γένος ἐστὶ τοῦ ὁριστοῦ, καὶ διὰ τῶν ἀνασκευαστικῶν πάλιν τῶν δεικνύντων μὴ εἶναι τὸ παραληφθὲν γένος ἀνασκευάζοντες δείκνυμεν ὅτι οὐδὲ τοῦ ὁριστοῦ ἐστι γένος. τοὺς δὲ τόπους τοὺς πρὸς τὰ γενικὰ προβλήματα προέταξε πρὸ τῶν ἰδικῶν, διότι τὰ γενικὰ προβλήματα οὐσιώδη εἰσί, τὰ δὲ ἰδικὰ ἐπουσιώδη, τιμιώτερα δὲ τὰ οὐσιώδη τῶν ἐπουσιωδῶν. πάλιν δὲ τοὺς τόπους τοὺς περὶ τῶν ἰδικῶν προβλημάτων προέταξε τῶν πρὸς τὰ ὁρικά, διότι οἱ περὶ τῶν ἰδικῶν προβλημάτων τόποι χρησιμεύουσιν ἡμῖν καὶ ἐν τοῖς ὁρικοῖς προβλήμασι· δι’ ὧν γὰρ τόπων δείκνυμεν ὅτι τόδε οὐκ ἔστιν ἴδιον τοῦδε, διὰ τῶν αὐτῶν δείκνυμεν ὅτι οὐδὲ ὁρισμός ἐστι τόδε τοῦδε. δείκνυμεν 〈δ’〉 ὅτι οὐκ ἔστι τόδε τοῦδε ἴδιον, ἐὰν ἀσαφέστερον ᾖ τὸ ἀποδοθὲν ἴδιον τοῦ ὑποκειμένου ᾧ ἀπεδόθη· οἷον εἴ τις ἀποδώσει ἴδιον τοῦ πυρὸς τὸ ὅμοιον εἶναι τῇ ψυχῇ, μᾶλλον οἶδε τὸ ὑποκείμενον ἢ τὸ ἀποδοθὲν ἴδιον. ἢ εἰ ὁμωνύμους ἔχοι φωνάς, οἷον ἴδιον τῆς ψυχῆς τὸ κινεῖσθαι κίνησιν τὴν κατὰ λόγον· ὁμώνυμος γὰρ φωνὴ ἡ κίνησις. ἢ εἰ μὴ ἀντιστρέφοι τὸ ἀποδοθὲν ἴδιον πρὸς τὸ ὑποκείμενον, οἷον ἀπεδόθη τὸ δίπουν ἴδιον τοῦ ἀνθρώπου· ἀλλ’ οὐκ ἔστιν ἴδιον· εἰ γὰρ ἦν ἴδιον, ἀντέστρεφεν ἂν καὶ ἐλέγετο ὥσπερ ὁ ἄνθρωπος δίπουν, οὕτω καὶ τὸ δίπουν ἄνθρωπος. ὁμοίως οὖν καὶ ἐπὶ τῶν ὁρισμῶν. δέον τε γὰρ σαφέστερον εἶναι τὸν ὁρισμὸν τοῦ ὁριστοῦ·3 εἰ γὰρ ἀσαφέστερος εἴη, οὐκ ἔστιν ὁρισμός, ἢ εἰ μὴ ἀντιστρέφοι ὁ ὁρισμὸς πρὸς τὸ ὁριστόν, ἢ εἰ ὁμωνύμους φωνὰς περιέχοι ὁ ὁρισμός.

在这一卷之前的一卷——即《论题篇》探讨的第四卷——中,他向我们传授了据以能够就源自属的问题进行立论性和驳论性论证的诸论题之后,便由此过渡到源自特有属性的问题,并且也传授了应当如何就这些问题进行论证。而且他预先指出了特有属性在几种意义上[被说],即在四种意义上,以及每一种是什么,以及它们彼此之间的差异是什么。属的诸问题之论题被置于特有属性之论题之前,而特有属性之论题被置于定义之论题之前,乃是理所当然的;因为通过我们据以证明此物是彼物之属的那些论题,正是通过这些相同的论题,我们证明在定义中采纳的属是被定义项的属,并且反过来,通过证明所采纳的属并非[属]的那些驳论性论题,我们在驳斥的同时证明它也不是被定义项的属。另一方面,他把关于属的诸问题之论题置于特有属性之论题之前,是因为属的问题是本质性的,而特有属性的问题是附随性的,并且本质性的事物比附随性的事物更具价值。再次,他把关于特有属性诸问题的论题置于定义之论题之前,是因为关于特有属性诸问题的论题在定义的问题中对我们也是有用的;因为通过我们据以证明此物不是彼物的特有属性之论题,正是通过这些论题,我们证明此物也不是彼物的定义。而且,如果所指定的特有属性比它所归属的底层主体更不清晰,我们就证明此物不是彼物的特有属性;例如,如果有人指定“与灵魂相似”为火的特有属性,他知道底层主体多于知道所指定的特有属性。或者如果它包含同名异义的词语,例如[指定]灵魂的特有属性为“以依循理性的运动而运动”;因为“运动”是一个同名异义词。或者如果所指定的特有属性不与底层主体换位,例如“两足的”被指定为人的特有属性;但它并不是特有属性;因为如果它是特有属性,它就会换位,并且正如人被称为两足的,两足的也会被称为人。因此,在定义的情况下同样如此。因为定义必须比被定义项更清晰;因为如果它更不清晰,它就不是定义;或者如果定义不与被定义项换位,或者如果定义包含同名异义的词语[,它也不是定义]。

语法注3 条
  1. 5.0Παραδοὺς ἡμῖν ἐν τῷ πρὸ τούτου ... μεταβαίνει

    全句骨干结构为:以亚里士多德为逻辑主语的伴随分词短语 Παραδοὺς ἡμῖν ... τοὺς τόπους(向我们传授了……诸论题之后)修饰主要动词 μεταβαίνει(过渡到),随后通过连词 καί 与 καὶ παραδίδωσι 及 καὶ προλαμβάνει 顺承并列。

  2. 5.0προετάγησαν οἱ μὲν πρὸς τὰ γενικὰ προβλήματα τόποι τῶν πρὸς τὰ ἰδικά, οἱ δὲ πρὸς τὰ ἰδικὰ τῶν πρὸς τὰ ὁρικά

    被动动词 προετάγησαν(被置于……之前)之后的属格 τῶν πρὸς τὰ ἰδικά 与 τῶν πρὸς τὰ ὁρικά 是受前缀 πρό- 支配的比较/序位属格,其后省略了名词 τόπων,意为“置于关于特有属性的[论题]之前”和“置于关于定义的[论题]之前”。

  3. 5.0δέον τε γὰρ σαφέστερον εἶναι τὸν ὁρισμὸν τοῦ ὁριστοῦ

    δέον 是无人称动词 δεῖ 的中性单数宾格分词,在此构成表示原因或背景情况的宾格绝对结构(accusative absolute),意为“因为定义应当比被定义项更清晰”,紧接着的条件句 εἰ γὰρ ἀσαφέστερος εἴη, οὐκ ἔστιν ὁρισμός 则是对该理由的进一步展开。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:369.3-370.11