- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:35.30-37.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德关于辩证术构成要素的论述进行注解,阐明前提与课题在数量上相等且相同的依据、作为发问的辩证前提与推论性前提的关系,以及课题与前提仅在表达方式上的差异。
πρῶτον γὰρ δεῖ δεικνύναι ἐκ τίνων οἷόν τε γενέσθαι διαλεκτικόν, ἔπειτα μετιέναι ταῦτα πρὸς τὸ γενέσθαι διαλεκτικόν· οὐ γὰρ αὔταρκες τὸ εἰδέναι ἐν τίσιν ἡ διαλεκτικὴ πρὸς τὸ διαλεκτικοὺς εἶναι. ἢ τὸ πρῶτον οὖν θεωρητέον ἐκ τίνων ἐστὶν ἡ μέθοδος ἴσον ἐστὶ τῷ ‘ἐν τίσιν ἐστὶ τῇ μεθόδῳ ὡς ὕλῃ τε καὶ ὀργάνοις τὸ εἶναι’· μετὰ γὰρ τὴν τούτων γνῶσιν ἡ τῶν τόπων παράδοσις, καθ’ οὓς ἡ χρῆσις αὐτῶν. δύναται καὶ τὸ εἰ δὴ λάβοιμεν πρὸς πόσα τε καὶ ποῖα καὶ ἐκ τίνων οἱ λόγοι μὴ περὶ τῶν συλλογισμῶν λέγειν μόνον1 ἀλλὰ καὶ κοινότερον περὶ τῶν λόγων τῶν διαλεκτικῶν. γίνονται μὲν γὰρ ὁμολογουμένως περὶ τῶν προβλημάτων οἱ συλλογισμοὶ τῶν διαλεκτικῶν· ἡ γὰρ διαλεκτικὴ πρότασις2 “ἐρώτησίς ἐστιν ἀντιφάσεως”· ἐξ ἐρωτήσεως δὲ οὐδεὶς γίνεται συλλογισμός, ἀλλ’ ἐκ τῆς πρὸς τὴν τοιαύτην ἐρώτησιν ἀποκρίσεως· τοῦτο γὰρ ἤδη πρότασίς ἐστι συλλογιστική· λέγει δὲ νῦν οὐ περὶ τῶν τοιούτων προτάσεων ἀλλὰ περὶ τῶν διαλεκτικῶν, αἵ εἰσιν ἐρωτήσεις· διὰ τοῦτο γοῦν λέγει ἴσα καὶ τὰ αὐτὰ εἶναι τὰ προβλήματα καὶ τὰς προτάσεις καὶ τῷ τρόπῳ μόνῳ διαφέρειν τὴν πρότασιν καὶ τὸ πρόβλημα. εἴη ἂν οὖν τὸ λεγόμενον ‘εἰ λάβοιμεν πρὸς πόσα τε καὶ ποῖα καὶ ἐκ τίνων οἱ διαλεκτικοὶ γίνονται λόγοι’. ἢ εἰ καὶ μὴ ἐξ αὐτῶν τῶν διαλεκτικῶν προτάσεων συντιθεμένων οἱ συλλογισμοί,3 ἀλλ’ ἀπὸ τούτων γε καὶ αἱ πρὸς τὸν γινόμενον συλλογισμὸν προτάσεις λαμβάνονται· ἡ γὰρ ἐρώτησις αἰτία τῆς ἀποκρίσεως, ἥτις ἐστὶν ἐξ ἧς ὁ συλλογισμός, ἣν καὶ λῆμμα λέγουσιν. ἢ τὸ εἰ δὴ λάβοιμεν πρὸς πόσα τε καὶ ποῖα καὶ ἐκ τίνων οἱ λόγοι εἰπών, οὐ περὶ τῶν διαλεκτικῶν λόγων τὸ ἔστι δὲ ἀριθμῷ ἴσα καὶ τὰ αὐτὰ λέγει ἀλλὰ κοινῶς καὶ καθόλου. ἁπλῶς μὲν γὰρ ἴσα καὶ τὰ αὐτὰ αἱ προτάσεις καὶ τὰ προβλήματα τὰ τοιαῦτα, ὁποῖά ἐστι τὰ ἐν ἀντιφάσει προτεινόμενά τε καὶ προβαλλόμενα· οὐκέτι δὲ τὰ διαλεκτικὰ προβλήματα τὰ αὐτὰ ταῖς διαλεκτικαῖς προτάσεσιν, ὡς προελθὼν δείξει. δείξας γὰρ τοῦτο καθόλου, πόσα γένη τῶν προτάσεών τε καὶ τῶν προβλημάτων, καὶ τίνι διαφέρει τὰ προβλήματά τε καὶ αἱ προτάσεις, ὕστερον ἀπὸ τούτων ἀποκρίνει τὰ διαλεκτικὰ προβλήματα καὶ τὰς διαλεκτικὰς προτάσεις. ἀλλὰ καὶ ἡ πρότασις περὶ ἧς νῦν λέγει, ἥν φησι τὴν αὐτὴν εἶναι τῷ προβλήματι, ἢ οὐ διαλεκτική ἐστιν (ἡ γὰρ διαλεκτικὴ πρότασις “ἐρώτησις ἀντιφάσεως”), ἢ οὐχ ἁπλῶς, ἀλλ’ ἐν ταύτῃ μέν ἐστιν ἡ διαλεκτική, γίνεται δὲ διαλεκτική, ὅταν τὸ ἔνδοξος εἶναι προσλάβῃ. καὶ εἴη ἄν πᾶν μὲν τὸ οὕτως προβαλλόμενον πρόβλημα ὡς διαλεκτικὸν πρόβλημα προβαλλόμενον καὶ πᾶσα ἡ οὕτω προτεινομένη πρότασις ὡς διαλεκτικὴ προτεινομένη πρότασις· κυρίως δὲ εἴη ἄν διαλεκτικὸν πρόβλημα καὶ κυρίως διαλεκτικὴ πρότασις, ὅταν ἔχῃ τὸ μὲν τὸ ἀμφίδοξον καὶ τὰ ἄλλα ἃ ἐρεῖ, ἡ δὲ τὸ εἶναι ἔνδοξος. Εἰπὼν δὲ τὸ δεῖν εἰδέναι τὸν ἐσόμενον διαλεκτικὸν πρὸς τίνα καὶ πόσα οἱ διαλεκτικοὶ λόγοι γίνονται καὶ διὰ τίνων, ἅπερ ἐστὶ τὰ προβλήματα καὶ αἱ προτάσεις, περὶ αὐτῶν ποιεῖται τὸν λόγον καθόλου, καὶ φησὶν ἴσα κατ’ ἀριθμὸν καὶ τὰ αὐτὰ εἶναι τὰ προβλήματα, ἅ ἐστι περὶ ὧν οἱ συλλογισμοί, καὶ τὰς προτάσεις, αἵ εἰσιν ἐξ ὧν οἱ λόγοι, αἳ αἴτιαι καὶ τῶν συλλογιστικῶν προτάσεων· ἐκ τούτων γὰρ οἱ συλλογισμοί. εἰπὼν δὲ καὶ ταῦτα ἴσα εἶναι, τά τε περὶ ὧν οἱ λόγοι καὶ τὰ ἐξ ὧν οἱ λόγοι, καὶ δηλώσας τίνα περὶ ὧν οἱ λόγοι, ὅτι τὰ προβλήματα, τίνα δὲ ἐξ ὧν οἱ λόγοι, ὅτι αἱ προτάσεις, ὅτι ταῦτα ἴσα τε καὶ τὰ αὐτά ἐστι, δείκνυσι λέγων πᾶσα δὲ πρότασις καὶ πᾶν πρόβλημα. εἰ γὰρ τῶν αὐτῶν δηλωτικὰ καὶ ἐν τοῖς αὐτοῖς ἥ τε πρότασις καὶ τὸ πρόβλημα, ἔτι δέ, ὡς προσθήσει, τῷ τρόπῳ τῆς ἐκφορᾶς τῆς κατὰ τὴν λέξιν μόνον αὐτοῖς ἡ διαφορά (τὸ γὰρ αὐτὸ ἐρώτημα μετὰ μὲν τοῦ ‘πότερον’ λεγόμενον πρόβλημά ἐστι, μετὰ δὲ τοῦ ‘ἆρά γε’ πρότασις), φανερὸν ὅτι ἴσα τε καὶ τὰ αὐτά ἐστι τά τε προβλήματα τὰ διαλεκτικὰ καὶ αἱ προτάσεις αἱ διαλεκτικαί· περὶ γὰρ τούτων ὁ λόγος αὐτῷ. διαιρεῖ δὲ τὰ γένη τῶν διαλεκτικῶν προβλημάτων καὶ δείκνυσι τίνα, εἰς μέθοδον ἀνάγων αὐτά.
因为首先必须指明人通过何种要素能够成为辩证术士,随后为了成为辩证术士而去追求这些要素;因为仅仅知晓辩证术在于何物,对于成为辩证术士而言并非自足。或者,“因此,首先必须考察该方法由哪些要素构成”等同于“该方法的存有在于作为质料与工具的何物”;因为在认识了这些之后,才有论题的传授,依此论题而有对它们的使用。并且,“因此,如果我们掌握了论证关涉多少以及何种事物、由哪些要素构成”这一表述,也可以不仅指推论而言,而且更普遍地指辩证论证而言。因为公认的是,辩证术士的推论乃是关涉课题而产生的;因为辩证前提乃是“矛盾[抉择]的发问”,但从发问中并不产生任何推论,而是从对此类发问的回答中产生;因为这一[回答]才已经是推论性前提。然而他现在所谈论的并非此类前提,而是作为发问的辩证前提;正因如此,他至少表明课题与前提在数量上相等且相同,并且前提与课题仅在方式上有所不同。因此,所说的话意思当是:“如果我们掌握了辩证论证关涉多少以及何种事物、由哪些要素构成”。或者,即使推论并非直接由辩证前提本身组合而成,但至少用于所构成的推论的前提是从这些辩证前提中获取的;因为发问是回答的原因,而回答正是推论所由产生之物,人们也称其为假定。或者,在说了“因此,如果我们掌握了论证关涉多少以及何种事物、由哪些要素构成”之后,他所说的“并且它们在数量上相等且相同”并非关于辩证论证而言,而是普遍且总体而言的。因为凡在矛盾中被提出与立论的前提和课题,在单纯意义上乃是相等且相同的;但辩证课题却不再与辩证前提相同,正如他随后将要指出的那样。因为在总体上阐明了前提与课题有多少属、以及课题与前提在何处相异之后,他随后便从中区分出辩证课题与辩证前提。然而,他现在所谈论的、他称之为与课题相同的这一前提,要么不是辩证前提(因为辩证前提乃是“矛盾的发问”),要么并非单纯意义上的辩证前提,而是辩证前提包含于其中,并且唯有当它附加了“普遍接受[通说]”这一性质时才成为辩证前提。依此方式立论的每一个课题,都会是作为辩证课题而立论的课题,而依此方式提出的每一个前提,也都会是作为辩证前提而提出的前提;但唯有当前者具备存疑性以及他将要提到的其他性质、而后者具备普遍接受性时,才严格地是辩证课题与严格地是辩证前提。在阐明了将成为辩证术士的人必须知晓辩证论证关涉何种以及多少对象、通过何种要素构成(这些要素即课题与前提)之后,他便对它们展开普遍的论述,并指出,推论所关涉的课题与论证所由构成的前提(它们也是推论性前提的原因;因为推论由这些构成),在数量上是相等且相同的。在指明这两者——即论证所关涉的对象与论证所由构成的要素——相等,并揭示了论证所关涉的对象是课题、论证所由构成的要素是前提之后,他通过说“而每一个前提与每一个课题”来证明它们是相等且相同的。因为,如果前提与课题指明相同的事物且存在于相同的事物之中,并且如他将要补充的那样,它们之间的区别仅在于字面表达的方式(因为同一个发问若带有“究竟是……还是……”而言则是课题,而若带有“果真是……吗”而言则是前提),那么显而易见,辩证课题与辩证前提乃是相等且相同的;因为他的论述正是关于这些的。他划分了辩证课题的属并指明它们是哪些,从而将它们归纳为一套系统的方法。
- 1.13δύναται καὶ τὸ εἰ δὴ λάβοιμεν πρὸς πόσα τε καὶ ποῖα καὶ ἐκ τίνων οἱ λόγοι μὴ περὶ τῶν συλλογισμῶν λέγειν μόνον
动词 δύναται 的主语为带冠词的引用短语 τὸ εἰ δὴ λάβοιμεν... οἱ λόγοι,构成“该语句可能意指/言及……”的句式。不定式 λέγειν 在语义上的主语由上下文补出为亚里士多德(亦可理解为该短语本身作为施事,但符合注解者探讨亚里士多德论说意图的语境)。
- 1.13τὸ γὰρ αὐτὸ ἐρώτημα μετὰ μὲν τοῦ ‘πότερον’ λεγόμενον πρόβλημά ἐστι, μετὰ δὲ τοῦ ‘ἆρά γε’ πρότασις
中性分词 λεγόμενον 与主语 τὸ αὐτὸ ἐρώτημα 一致,带有条件意味(“当伴随……言说时”)。此处通过疑问词的形式差异简练地区分了课题与前提:πότερον(引导二选一疑问句,标志辩证课题)与 ἆρά γε(针对单一命题寻求赞同的发问,标志前提)。
- 1.13ἢ εἰ καὶ μὴ ἐξ αὐτῶν τῶν διαλεκτικῶν προτάσεων συντιθεμένων οἱ συλλογισμοί
在 εἰ 从句中省略了系动词(εἰσίν 或 γίνονται),需补足为“即使推论并非由……构成”。短语 τῶν διαλεκτικῶν προτάσεων συντιθεμένων 既可视为受介词 ἐξ 支配的名词与分词搭配(“由结合在一起的辩证前提本身”),亦可理解为带有独立属格性质的分词结构。
