← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§366.14-368.4

通过派生关系与随伴性确立属及其界限

注解亚里士多德《论题篇》第四卷128a31–38,阐释了利用状态与同源派生词(如通晓音乐者/音乐、有知识者/知识)确立属的论题,并探讨了将单向随伴者视为属的通见及其反例(如非存在与生成)所揭示的界限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.79

" Ἐπεὶ δὲ δοκεῖ τὸ μουσικόν, ᾗ μουσικόν ἐστιν, ἐπιστῆμόν τι εἶναι καὶ ἡ μουσικὴ ἐπιστήμη τις." Τόπον ἡμῖν παραδίδωσιν, ᾧ προσχρώμενοι δυνησόμεθα κατασκευάζειν τε καὶ ἐπικρίνειν τι ὂν ἐν γένει τινί. φησὶ γὰρ δεῖν ἐπὶ τὰ τὰς ἕξεις ἔχοντα καὶ ἀπὸ τῶν ἕξεων παρωνύμως λεγόμενα ἐπιβλέπειν, κἂν ἐπ’ ἐκείνων τὸ παρωνομασμένον τινὶ φαίνηται ὑπό τι ὂν γένος ἄλλο ὃ παρωνόμασταί τινι, καὶ τὸ ἀφ’ οὗ παρωνόμασται τοῦτο, λέγειν γένος εἶναι τοῦ ἀφ’ οὗ τὸ προκείμενον παρωνόμασται [παρωνύμως ἀπὸ τοῦ λεγομένου γένους]· τοῦτο δὲ ὅτι οὕτως ἔχει, διὰ τῆς ἐπαγωγῆς συνέστηκεν. ἐπεὶ γὰρ τὸ μουσικόν, καθ’ ὃ μουσικόν, παρώνυμον ὂν τῆς μουσικῆς ἐπιστῆμόν ἐστι, τὸ δὲ ἐπιστῆμον παρώνυμον τῆς ἐπιστήμης, καὶ ἡ μουσική, ἀφ’ ἧς τὸ μουσικὸν παρωνόμασται, ἐπιστήμη ἔσται, ἐπεὶ ἀπὸ ταύτης παρώνυμον τὸ ἐπιστῆμον τὸ γένος τοῦ μουσικοῦ. πάλιν ἐπεὶ κατὰ τὴν βάδισιν τὸ βαδίζειν λεγόμενον καὶ ὂν αὐτῆς παρώνυμον κινεῖται καὶ ἔστι πάλιν τὸ κινεῖσθαι παρώνυμον καὶ αὐτὸ τῆς κινήσεως, εἴη ἂν καὶ ἡ βάδισις κίνησις καὶ ὑπὸ τὴν κίνησιν. τούτων τοίνυν οὕτως ἐχόντων δεῖν φησιν, ὅταν βουλώμεθα κατασκευάσαι καὶ δεῖξαί τι γένος ὄν τινος, ἐπὶ τὰ ἔχοντα αὐτὸ καὶ παρωνομασμένα ἀπ’ αὐτοῦ κατὰ τὸν ὡρισμένον τρόπον μεταβάντας καὶ δείξαντας τὸ ἕτερον ὑπὸ τὸ ἕτερον, οὕτω καὶ τοῦ προκειμένου γένος ὂν τὸ προκείμενον δεικνύναι. οἷον, ὡς αὐτὸς παρέθετο, εἰ βουλόμεθα τῆς ἐπιστήμης δεῖξαι γένος ὂν τὴν πίστιν, δεῖ ὁρᾶν τε καὶ δεικνύναι ὅτι ὁ ἐπιστάμενος, καθ’ ὃ ἐπίσταται, πιστεύει· εἰ γὰρ τοῦτο, δῆλον ὅτι καὶ ἡ ἐπιστήμη πίστις. καὶ εἰ ὁ ἡδόμενος, καθ’ ὃ ἥδεται, ἐν ἀγαθῷ ἐστι, καὶ ἡ ἡδονὴ ἀγαθὸν ἂν εἴη. καὶ εἰ τὸ ἀκοῦον αἰσθάνεται, καὶ ἡ ἀκοὴ αἴσθησις. ἡ δὲ λέξις ἡ ἐπεὶ δὲ δοκεῖ τὸ μουσικόν, ᾗ μουσικόν ἐστιν, ἐπιστῆμον εἶναι,1 ἡ μουσικὴ ἐπιστήμη τις εἴη ἂν σαφεστέρα εἰ οὕτως ἔχοι· ‘ἐπεὶ δὲ δοκεῖ, διότι τὸ μουσικόν, ᾗ μουσικόν ἐστιν, 〈ἐπιστῆμόν ἐστιν,〉 ἡ μουσικὴ ἐπιστήμη εἶναι’.

“又,既然通晓音乐者就其通晓音乐而言看似是某种有知识者,且音乐是某种知识。” 他向我们传授了一个论题,通过运用它,我们将能够确立并判定某物处于某个属中。因为他说,必须着眼于具有诸状态的事物以及由诸状态同源派生称呼的事物,如果在那其中,从某物同源派生得名者看似处于另一属之下(该属从某物同源派生得名),就要说后一事物从其同源派生得名的那事物,也是前述论题之事物从其同源派生得名的那事物的属;而这一情况确实如此,乃是通过归纳确立的。因为,通晓音乐者就其通晓音乐而言,作为音乐的同源词,是有知识者,而有知识者是知识的同源词,因此音乐(通晓音乐者正是从它同源派生得名的)也将是知识,因为“有知识者”(通晓音乐者的属)是从知识同源派生得名的。再次,既然根据步行被称为“步行”且作为其同源词的事物是在运动的,并且“被运动”本身再次也是运动的同源词,那么步行也将是运动,并处于运动之下。那么,既然这些情况如此,他说,每当我们想要确立并证明某物是某物的属时,必须按照规定的方式转移到具有它并从它同源派生得名的那些事物上,并在证明了一方处于另一方之下后,以此方式证明前述之物也是前述之物的属。例如,正如他自己所引用的,如果我们想要证明确信是知识的属,就必须考察并证明:知道者就其知道而言是确信的;因为如果这一点成立,显然知识也是确信。又如果享受快乐者就其享受快乐而言处于善之中,快感也将会是善。又如果听者在感觉,听觉也是感觉。至于“又,既然通晓音乐者就其通晓音乐而言看似是有知识者,音乐是某种知识”这一文句,如果作如下表述就会更明了:“又,既然看似由于通晓音乐者就其通晓音乐而言是有知识者,音乐便是知识”。

§4.80

"Ἔτι ἐπεὶ τὸ παρεπόμενόν τινι ἀεὶ καὶ μὴ ἀντιστρέφον χαλεπὸν χωρίσαι τοῦ μὴ γένος εἶναι." Ἐπεὶ τὸ γένος ἕπεται τῷ εἴδει καὶ οὐκ ἀντιστρέφει (εἰ μὲν γὰρ ἄνθρωπος, ζῷον, οὐ μήν, εἰ ζῷον, ἄνθρωπος), δεῖν φησιν, ἐφ’ ὧν ἡ τοιαύτη τάξις ὡς τὸ ἕτερον τῷ ἑτέρῳ ἕπεσθαι μηκέτι δὲ καὶ ἀντιστρέφειν τῷ τὸ ἑπόμενον ἐπὶ πλέον ἔσεσθαι,2 λαμβάνειν ὡς τὸ μὲν εἶδος αὐτῶν ὂν τὸ δὲ γένος· δοκεῖ γὰρ ἔνδοξον εἶναι. ἐπεὶ γὰρ τῇ νηνεμίᾳ μὲν ἕπεται ἡ ἠρεμία, τῇ δὲ ἠρεμίᾳ οὐκέτι ἡ νηνεμία, καὶ τῷ μὲν ἀριθμῷ τὸ διαιρετόν, τῷ δὲ διαιρετῷ οὐκέτι ὁ ἀριθμός, τῆς μὲν νηνεμίας γένος εἶναι δοκεῖ ἡ ἠρεμία, τοῦ δὲ ἀριθμοῦ τὸ διαιρετόν. αὐτὸν μὲν οὖν φησιν ὡς ἐνδόξῳ δεῖν τούτῳ χρῆσθαι, τῇ προειρημένῃ ἀκολουθίᾳ, πρὸς τὴν τοῦ γένους κατασκευήν, εἰ δὲ ἄλλος τις αὐτῷ χρῷτο, μὴ συγχωρεῖν ὡς ἐπὶ πάντων οὕτως ἔχοντι· ἔστι γάρ τινα ἃ ἀκολουθεῖ μὲν καὶ οὐκ ἀντιστρέφει, οὐ μὴν καὶ γένη ἐστὶ τούτων οἷς οὕτως ἀκολουθεῖ. καὶ δείκνυσι τοῦτο ἐπὶ παραδείγματος. τῷ γὰρ γινομένῳ ἕπεται τὸ μὴ ὄν (οὐδὲν γὰρ γινόμενον ἔτι ἔστιν ἤδη) καὶ οὐκ ἀντιστρέφει· οὐκέτι γὰρ τῷ μὴ ὄντι τὸ γινόμενον ἕπεται· οὐ γάρ, εἴ τι μὴ ἔστι τοῦτο, γίνεται· καὶ οὐκ ἔστι τοῦ γινομένου τὸ μὴ ὂν γένος. καὶ δι’ ὅ τι οὐκ ἔστιν αὐτοῦ γένος, ἔδειξε· τοῦ γὰρ μὴ ὄντος οὐχ οἷόν τε εἴδη εἶναι· οὐδενὸς γὰρ τὸ μὴ ὂν ἐν τῷ τί ἐστι κατηγορεῖται· διὰ τοῦτο γὰρ οὐδὲ τῆς στερήσεως.3

“此外,既然总是随伴某物且不换位的事物,很难与不是属分离开来。” 既然属随伴种且不换位(因为如果是人,就是动物;但如果是动物,却不必然是人),他说,在具有这样一种秩序(即一方随伴另一方,且由于随伴者涵盖更广而不再换位)的事物上,必须把它们中一者当作种而另一者当作属来接受;因为这看似是符合通见的。因为,既然静止随伴风平浪静,但风平浪静却不再随伴静止;可分随伴数,但数却不再随伴可分,所以静止看似是风平浪静的属,可分看似是数的属。因此他说,自己应当把这上述的推从关系作为符合通见的论据用于属的立论,但如果别人使用它,则不应承认它在一切情况下都如此;因为有某些事物虽然随伴而不换位,却绝不是它们如此随伴的事物的属。他在一个例子上证明了这一点。因为非存在随伴生成者(因为没有任何仍在生成之物已经存在),且不换位;因为生成者不再随伴非存在;因为并非若某物不存在,它就在生成;且非存在并不是生成者的属。他也指明了非存在由于什么原因不是其属;因为非存在不可能有诸种;因为非存在在“是什么”中绝不被述说于任何事物;因为正是由于这个缘故,它也不被述说于缺乏。

语法注3 条
  1. 4.79ἐπεὶ δὲ δοκεῖ, διότι τὸ μουσικόν, ᾗ μουσικόν ἐστιν, 〈ἐπιστῆμόν ἐστιν,〉 ἡ μουσικὴ ἐπιστήμη εἶναι

    亚历山大指出亚里士多德原句(由ἐπεί引导的前置从句与主句之间的连接)不够清晰,因此通过插入表示原因的连词διότι,并由主导动词δοκεῖ接宾格不定式结构ἡ μουσικὴ ἐπιστήμη εἶναι,来重新梳理其论证逻辑结构。

  2. 4.80τῷ τὸ ἑπόμενον ἐπὶ πλέον ἔσεσθαι

    带有冠词的定格不定式(τῷ ... ἔσεσθαι),作原因与格。它解释了为何不换位(μηκέτι δὲ καὶ ἀντιστρέφειν),即“由于随伴者涵盖更广[外延更大]”。

  3. 4.80διὰ τοῦτο γὰρ οὐδὲ τῆς στερήσεως

    句末的省略结构。承接前文“非存在在‘是什么’中绝不被述说于任何事物”,省略了谓语动词短语ἐν τῷ τί ἐστι κατηγορεῖται,意为“因为正是由于这个缘故,它也不[在‘是什么’中被述说]于缺乏”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:366.14-368.4