← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§361.8-362.24

较优属的选取与基于多寡的反驳论题

亚历山大注释《论题篇》第四卷,阐释当一种与两事物处于同等关系时应归入较优之属的论题(127b13),并以灵魂与运动及静止的关系为例;继而解释基于“更多与更少”的反驳性论题(127b18),举出德性、相等、雪和调和等具体例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.74

" Καὶ εἰ τοῦ αὐτοῦ εἴδους ὁμοίως πρὸς ἄμφω ἔχοντος εἰς τὸ χεῖρον καὶ μὴ εἰς τὸ βέλτιον γένος ἔθηκεν." Ἔτι εἰ ὁμοίως ἔχοι τὸ αὐτὸ εἶδος πρὸς δύο τινά, ὧν τὸ μὲν χεῖρόν ἐστι τὸ δὲ βέλτιον, δύναιτο δ’ [ἂν] ἐν ἑκατέρῳ αὐτῶν ὡς ἐν γένει τίθεσθαι, εὐλογώτερον αὐτὸ μᾶλλον ἐν τῷ βελτίονι ἢ ἐν τῷ χείρονι τιθέναι. οἷον οὐκ ἐπεὶ ἡ ἰατρικὴ δύναται καὶ ὑγείαν καὶ νόσον ποιεῖν, λέγομεν αὐτὴν νόσου ποιητικήν, εἰ οὐδὲν μᾶλλον νόσου ἢ ὑγείας, ἀλλὰ μᾶλλον ὑγείας. ἐν γὰρ τῷ βελτίστῳ ὧν δύναται ἑκάστῳ τὸ εἶναι·1 διὰ τοῦτο γὰρ αἱ δυνάμεις ἀγαθά. εἰ δὴ ἡ ψυχὴ ὁμοίως ἔχει καὶ πρὸς κίνησιν καὶ πρὸς στάσιν (ἀμφοτέρων γὰρ αὕτη τῷ ζῴῳ αἰτία· ὡς γὰρ κινεῖται τὰ ζῷα κατὰ ψυχήν, οὕτως καὶ ἵσταται) καὶ ἔστιν ἡ στάσις βελτίων τῆς κινήσεως (ἡ γὰρ κίνησις, ἐν οἷς καὶ ἡ στάσις, διὰ τὴν στάσιν, καὶ τέλος ἐστὶ τῆς κινήσεως τὸ στῆναι· αἱ οὖν κατὰ φύσιν τοῖς σώμασι τέλος ἔχουσι τὴν ἐν τοῖς οἰκείοις μονήν· ἀλλὰ καὶ τῶν οὐσιῶν αἱ ἀκίνητοι βελτίους· ἀλλὰ καὶ τῷ μανθάνοντι τέλος τὸ μανθάνειν τε καὶ ἐν τούτῳ στῆναι), εἰ δὴ τοῦτο, οὐ καλῶς οἱ ἐν γένει τὴν ψυχὴν τῇ κινήσει θέμενοι.2 τὸ δὲ ὅπερ κίνησιν ἢ κινούμενον εἶπε διὰ μὲν τοῦ ὅπερ κίνησιν δηλώσας τὸ γένος αὐτῆς τὴν κίνησιν λέγεσθαι, ὡς οἱ λέγοντες αὐτὴν κίνησιν αὐτοκίνητον.

“又若在同一种与两者处于同等关系时,他将其置于较劣的属而非较优的属。” 此外,如果同一种与某两个事物处于同等关系,其中一者较劣而另一者较优,且它本可以作为属被置于它们各自之中,那么将其置于较优者之中显然比置于较劣者之中更为合理。正如并非由于医术既能产生健康又能产生疾病,我们便说它是产生疾病的,只要它关涉疾病并不多于关涉健康,而宁可说是关涉健康的。因为每一事物的存在乃在于其所能达到的最善者之中;正因如此,诸能力才属于善物。那么,如果灵魂与运动和静止都处于同等关系(因为对于动物而言它是两者的原因;正如动物依据灵魂而运动,同样它们也依据灵魂而静止),且静止优于运动(因为在静止亦存在的事物中,运动是为了静止,且运动的目的就是静止;因此,对物体而言符合本性的[运动]乃是以留驻于本有场所为目的;而且在实体之中不动的实体亦较优;再者对学习者而言目的也是学习并在其中静止),果真如此的话,那么那些将灵魂作为属置于运动之中的人就做得不妥当了。他说“恰恰是运动抑或被运动者”,是通过“恰恰是运动”表明运动被称为它的属,正如那些称灵魂为自我运动之运动的人一样。

§4.75

"Ἔτι ἐκ τοῦ μᾶλλον καὶ ἧττον." Ὥσπερ ὅτε περὶ τοῦ συμβεβηκότος ἐποιεῖτο τὸν λόγον, ἁπλῶς τε καὶ πάλιν συγκριτικῶς πρὸς ἄμφω τόπους τινὰς ἀπό τε τοῦ μᾶλλον καὶ τοῦ ἧττον καὶ ἀπὸ τοῦ ὁμοίως κατασκευαστικούς τε καὶ ἀνασκευαστικοὺς παραδέδωκεν, οὕτω καὶ ἐπὶ τοῦ γένους δείκνυσιν ἀπὸ τοῦ μᾶλλον καὶ τοῦ ἧττον τόπους τινὰς κατασκευαστικοὺς καὶ ἀνασκευαστικούς, δύο μὲν ἀνασκευαστικούς, ἕνα δὲ κατασκευαστικόν. κοινοὶ γὰρ ὥσπερ οἱ ἀπὸ τῶν πτώσεων καὶ συστοίχων καὶ γενέσεων καὶ φθορῶν καὶ ἀντικειμένων, οὕτω δὲ καὶ οὗτοι οὓς παραδίδωσιν. εἷς μὲν οὖν ἀνασκευαστικὸς ἀπὸ τοῦ μᾶλλον καὶ τοῦ ἧττον τοιοῦτος· εἰ τὸ μὲν ἀποδοθὲν γένος ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τὸ δὲ εἶδος μήτε αὐτὸ μήτε τὸ κατ’ αὐτὸ λεγόμενον, οὐ γένος τὸ ἀποδοθέν. δοκεῖ γὰρ ὧν τὸ γένος τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεται, ταῦτα καὶ αὐτὰ ἐπιδέχεσθαι καὶ τὰ κατ’ αὐτὰ λεγόμενα,3 τοῦτ’ ἔστι τὰ παρώνυμα αὐτοῖς· εἰ γὰρ ἡ ἀρετὴ μᾶλλον καὶ ἧττον, καὶ ἡ δικαιοσύνη καὶ ὁ δίκαιος ὁ κατ’ αὐτὴν λεγόμενος. καὶ ἔμπαλιν [εὔλογον, ὥστε], εἰ τὸ μὲν ὡς εἶδος ἀποδοθὲν ἐπιδέχοιτο, τὸ δὲ ὡς γένος ἀποδοθὲν μὴ ἐπιδέχοιτο, οὐκ ἔσται γένος τὸ ἀποδοθέν. οὕτω δεικνύοιτ’ ἂν τῆς ἀπορίας μὴ ὂν γένος ἡ ἰσότης, ὡς οἱ ὁριζόμενοι αὐτὴν λέγουσιν ἰσότητα ἐναντίων λογισμῶν· ἡ μὲν γὰρ ἀπορία τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται αὐτή τε καὶ οἱ λεγόμενοι κατ’ αὐτήν (οὗτοι δέ εἰσιν οἱ ἀποροῦντες), ἡ δὲ ἰσότης οὔτε αὐτὴ οὔτε τὰ ἴσα· οὐ γάρ ἐστι μᾶλλον καὶ ἧττον ἴσα τινά. πάλιν ἡ χιὼν μὲν οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἡ λευκότης δὲ δέχεται· ὥστε οὐ γένος τῆς χιόνος τὸ λευκόν. ἀλλὰ καὶ ἁρμονία μὲν μᾶλλον καὶ ἧττον, ψυχὴ δὲ οὔ· ὥστε οὐ γένος ψυχῆς ἁρμονία.

“此外,依据更多与更少。” 正如当他论述偶性时,无论无条件地、还是再次通过与两者的比较,从“更多”与“更少”以及从“同等”出发传授了若干既能立论又能反驳的论题,同样在属的问题上,他也依据“更多”与“更少”指出了若干立论与反驳的论题,即两个反驳性论题和一个立论性论题。因为正如源自词形变化、同列概念、生成与消灭以及对立者的论题是相通的一样,他在此所传授的这些论题也是如此。那么,依据“更多”与“更少”的一个反驳性论题是这样的:如果被给定的属容许“更多”与“更少”,而种本身及其同源派生者都不容许,则被给定者不是属。因为凡属容许“更多”与“更少”者,这些种本身及其同源派生者,即与之同名异位者,似乎也容许[更多与更少];因为如果德性容许更多与更少,那么正义以及依之被称为正义的人也容许。反过来[也是合理的,因此],如果被作为种给定的事物容许,而被作为属给定的事物不容许,那么被给定者将不是属。以这种方式便可证明,相等并非困惑的属,尽管下定义者称其为相反推论的相等;因为困惑本身以及依之被称为困惑的人(这些人即是感到困惑的人)都容许“更多”与“更少”,而相等本身以及相等的事物都不容许;因为并不存在某种更多或更少相等的事物。再说,雪不容许“更多”与“更少”,而白却容许;所以白不是雪的属。而且,和谐容许更多与更少,而灵魂却不容许;所以和谐不是灵魂的属。

语法注3 条
  1. 4.74ἐν γὰρ τῷ βελτίστῳ ὧν δύναται ἑκάστῳ τὸ εἶναι

    ἑκάστῳ 是与 τὸ εἶναι 连用的“领有与格”,表示“每一事物的存在[本质]”。关系代词 ὧν 体现了格吸引现象:原先包含先行词的结构 τούτων ἃ δύναται(“在其所能及的事物中”)中的宾格 ἃ,受到最高级 βελτίστῳ 所要求的属格支配,被吸引为属格 ὧν。

  2. 4.74εἰ δὴ ἡ ψυχὴ ... εἰ δὴ τοῦτο, οὐ καλῶς οἱ ἐν γένει τὴν ψυχὴν τῇ κινήσει θέμενοι.

    句首的条件从句(εἰ δὴ ἡ ψυχὴ ...)内部插入了阐述理由的漫长括号成分(ἀμφοτέρων γὰρ ... ἐν τούτῳ στῆναι),因此句式在进入主句前,用 εἰ δὴ τοῦτο(“果真如此的话”)对前面的条件进行复述概括,随后连接主句 οὐ καλῶς οἱ ... θέμενοι。主句中省略了限定动词(如 ἔθεσαν 或 ἐποίησαν)。

  3. 4.75δοκεῖ γὰρ ὧν τὸ γένος τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεται, ταῦτα καὶ αὐτὰ ἐπιδέχεσθαι καὶ τὰ κατ’ αὐτὰ λεγόμενα

    在受 δοκεῖ 支配的不定式结构中,关系词 ὧν 指向后文的先行词 ταῦτα,并在关系从句中作修饰主语 τὸ γένος 的属格(“其属……”)。不定式 ἐπιδέχεσθαι 的逻辑主语由并列的 ταῦτα καὶ αὐτά(“这些事物本身”)和 τὰ κατ’ αὐτὰ λεγόμενα(“依它们被称为的事物”)共同构成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:361.8-362.24